18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τὸ σῦκον, οὐδεὶς τῶν περὶ λόγους ἀγνοεῖ. ἐκ δὲ τοῦ σύκου, καὶ ἑτέρα παροιμία τὸ,

συκίνη ἐπικουρία, ἐπὶ ἀφαυρῶν βοηθῶν. ἐκτείνει δὲ τὴν ἄρχουσαν καὶ ἡ συκῆ καὶ τὸ

σῦκον. διὸ καὶ προπερισπᾷ τὸ σῦκον ὁ ποιητής. ὡς δὲ καὶ ἰσχνανθὲν τὸ σῦκον

σπουδαζόμενον ἦν, δηλοῖ ὁ τοῖς τραγήμασιν ἐντάξας καὶ τὴν ἰσχάδα. καὶ εἰπών. τό,

τε θειοπαγὲς μητρῷον ἐμοὶ μελέδημ' ἰσχὰς Φρυγίας εὕρημα συκῆς. (ῃερς. 118.)

Ἐπετήσιος δὲ, ὁ καὶ αὐτὸς ἐπηετανὸς καὶ διηνεκὴς καὶ ἐξαρκῶν εἰς ὅλον ἔτος. καὶ ὡς

ὁ ποιητὴς ἡρμήνευσεν, (ῃερς. 117.) ὃς οὔ ποτε ἀπόλλυται οὐδ' ἀπολείπει. τουτέστιν

οὔθ' ὑπό τινος πάθους φθείρεται, οὐδὲ μὴν δαπανώμενος ἀπολείπει, ἀλλὰ παραμένει

ἐξ ἔτους εἰς ἔτος. (ῃερς. 114.) διὸ καὶ δένδρεα ἔφη τηλεθόωντα. ὃν τρόπον καὶ ἐλαίας

ἔφη (ῃερς. 116.) τηλεθοώσας. ἄλλως γὰρ, οὐ τηλεθόωσιν ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι

καὶ συκαῖ. καὶ τοιοῦτος μὲν ὁ ἐπετήσιος. ὁ μέντοι ἐπέτειος ὅτε ἂν λεχθείη ἐπὶ

ἀνθρώπου, ψόγον ἔχει. δηλοῖ γὰρ τὸν εὐμετάβολον καὶ οὐ διηνεκῆ τὰ εἰς φιλίαν.

ἀλλ' ὡς εἰπεῖν, κατ' ἔτος ἢ ἐξ ἔτους εἰς ἔτος μεταβαλλόμενον. οὗ χείρων πάνυ ὁ

ἐφημέριος. (ῃερς. 118.) Τὸ δὲ οὔ ποτε ἑρμηνεύων, ἔφη. οὐ χείματος οὐ θέρους. ὥστε,

ἀεὶ εἰσὶν οἱ καρποὶ διατοῦτο. Ἰστέον δὲ ὅτι ψεῦδος μὲν ἐπὶ τῶν ἀληθινῶν Φαιάκων,

τὸ οὕτω παράμονον τῶν καρπῶν. ἄλλως μέντοι ἐπὶ πολὺ τοῦ ἔτους διαρκοῦσι καὶ

ἐκεῖ οἱ καρποὶ ὡς οἴδασιν οἱ πείρᾳ μαθόντες. Ὅμηρος δὲ ἐκτοπίζων τὴν Φαιακίαν

κατά τινα ὡς καὶ προεδηλώθη ποιητικὴν τερατείαν καὶ ποῤῥωτάτω μετάγων,

ὑπερβάλλει τοιαῦτα πλάττων περὶ αὐτῆς, ὡς εἴπερ νῆσος ἦν τις μακάρων τοῖς

ἀκούουσιν ἀνεξέλεγκτος. (ῃερς. 119.) Ἐν δὲ τῷ, Ζεφυρίη πνείουσα, σημείωσαι ὅτι

ἀπὸ κοινοῦ εἴληφε τὸ πνοὴ ἐκ τοῦ πνείουσα. καὶ ἔστιν ὅμοιον τῷ, δικάσω, ἰθεῖα δὲ

ἔσται. ἡ δίκη δηλαδή. Τὸ δὲ τὰ μὲν, φύει ἄλλα δὲ πέσσει ὅ ἐστι πεπαίνει καὶ πέπειρα

ποιεῖ, τὸν τρόπον δηλοῖ καθ' ὃν ἐπετήσιος τοῖς ἐκεῖ δένδροις ὁ καρπός. ὡς τοῖς

προγενομένοις καρποῖς ἑτέρων ἐπιγινομένων. διὸ καὶ ἐπάγει πρὸς τὸ σαφέστερον,

(ῃερς. 1.) ὄγχνη ἐπ' ὄγχνῃ γηράσκει. τουτέστι, πέπειρα ὄγχνη, καὶ οἱονεὶ γραῦς,

ᾐώρηται τοῦ δένδρου ἐπὶ νεοφυεῖ ἑτέρᾳ ὄγχνῃ. οὕτω δὲ καὶ μῆλον ἐπὶ μήλῳ. καὶ ἐπὶ

σταφυλῇ σταφυλή. ἐν οἷς καλὸν σχῆμα τὸ κατ' ἐπιμονὴν ὁμοιόσχημον. Τὸ δὲ σῦκον

δ' ἐπὶ σύκῳ, ἀπέχρησέ ποτε τῷ σταγειρόθεν σοφῷ εἰς σκῶμμα τῶν Ἀθηναίων ὡς

χαιρόντων συκοφαντείᾳ ὅτε Σωκράτην ὑπεξήγαγον κωνείῳ, τοῦ βίου. μελετήσας

γὰρ ὑποχωρῆσαι τότε ὁ Σταγειρίτης, εἶπεν ἐξ Ὁμήρου τρυγήσας τὴν ὀπώραν τῆς ἐν

λόγῳ χάριτος ὡς οὐκ ἂν μείνῃ παρὰ τοιαύτῃ πόλει ἐν ᾗ γηράσκει σῦκον ἐπὶ σύκῳ.

τουτέστιν ὅπου τὰ τῆς συκοφαντίας διηνεκῆ καὶ ἀδιάδοχα καὶ τῷ μακρῷ τοῦ χρόνου

συμπαρεκτεινόμενα. οὗ δηλωτικὸν τὸ γηράσκει, τιθέμενον καὶ ἐπὶ ἀψύχων, ὡς

δῆλον ἔκ τε τοῦ γερανδρύου καὶ ἐκ τοῦ, γέρον σάκος. Ἰστέον δὲ ὅτι κατὰ τὴν

ἱστορικὴν παράδοσιν καθάπερ ἡ Φαιακία, οὕτω καὶ ἡ Αἴγυπτος διὰ τὴν τοῦ

περιέχοντος ἀέρος εὐκρασίαν καὶ διὰ τοὺς κηπεύοντας τὰ σπανίως καὶ καθ' ὥραν

ἐνεστηκυῖαν ἐν ἄλλοις φυόμενα τόποις, ἄφθονα γεννᾷ καὶ διαπαντός. καὶ οὔτε

ῥόδον οὔτε λευκόϊον οὔτ' ἄλλῳ ῥᾳδίως ἄνθος ἐκλείπειν οὐδὲν οὐδέ ποτ' εἴωθεν.

Ἀριστοφάνης δὲ ἐν Εἰρήνῃ σεμνύνων καὶ αὐτὸς τὰς Ἀθήνας, μαρτυρεῖ, ὡς διηνεκεῖς

ἐκεῖ αἱ ὀπῶραι. Ἀέθλιος δὲ ὁ Σάμιος, ἔφη ὡς ἐν Σάμῳ, σῦκον σταφυλὴ ὁμομηλὶς ἢ

ἀμαμηλὶς καὶ μῆλα καὶ ῥόδα, δὶς τοῦ ἐνιαυτοῦ ἐγένετό ποτε. παραμονὴ δὲ σταφυλῶν

ἠστεΐσθη κατὰ τὸν Ἀθήναιον ὑπὸ Λυγκέως, οὕτω. βότρυς, ὃς οἷα περ ἀγαθὸς οἰκέτης

διαμένει τὴν αὐτὴν ἔχων εὔνοιαν. (ῃερς. 122.) Ἀλωὴ δὲ φανερῶς ἐνταῦθα, μόνη ἡ

ἀμπελόφυτος, ᾗ καὶ αὐτῇ ἐμπρέπουσα ἡ τῶν Φαιάκων φαίνεται γῇ. ὡς δηλοῖ καὶ ὁ

εἰπὼν ὅτι χαριέστατος οἶνος εἰς παλαίωσιν, ὁ Κερκυραῖος. ἤγουν ὁ κατὰ τὴν

Φαιακίαν. ὁ δὲ Ζακύνθιος καὶ ὁ Λευκάδιος, διὰ τὸ γύψον λαμβάνειν, ἀδικοῦσι

κεφαλήν. δῆλον δὲ ὡς ἡ εἰρημένη ἀλωὴ, καὶ ἀμπελὼν τρισυλλάβως κοινότερον

λέγοιτ' ἂν τύπῳ περιεκτικῷ, καὶ τετρασυλλάβως δὲ, ἀμπελεὼν κατὰ Ἀττικοὺς,

ἀναλόγως τῷ ἀκανθεών. οὗ τύπου ἐστὶ καὶ τὸ, χαραδρεών. κυκεών. ἀνθερεών. ἤδη

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

304

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!