18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καὶ δι' αὐτὸ μερμηρίζοντι, καὶ ἀπρακτοῦντι. Τὸ δὲ ἐπήλυθεν, Ὅμηρος μὲν αἰτιατικῇ

συνέταξεν. οἱ δὲ μεθ' Ὅμηρον, δοτικῇ. (ῃερς. 794.) Ὅτι ὕπνου βαθέος φραστικὸν τὸ,

εὖ δ' ἀνακλινθεῖσα. λύθεν δέ οἱ ἅψεα πάντα. περὶ οὗ προγέγραπται. (ῃερς. 795.) Ὅτι

διδάσκαλος ὁ ποιητὴς ∆ημοκρίτῳ γέγονε καὶ τοῖς κατ' αὐτὸν, τοῦ, κατὰ εἴσκρισιν καὶ

ἔμπτωσιν εἰδώλων τινῶν ἔξωθεν τοὺς ὀνείρους γίνεσθαι. εἴδωλον οὖν φησι

ἀμαυρὸν ποίησεν ἤτοι ἔτευξεν ἡ Ἀθηνᾶ. δέμας δ' ἤϊκτο γυναικὶ ἰφθίμῃ κούρῃ

μεγαλήτορος Ἰκαρίοιο. τὴν, Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων. πέμπε δέ μιν εἰς

Ὀδυσσέως εἵως Πηνελόπην παύσειεν ὀδυρομένην γοόωσαν. (ῃερς. 802.) Ὅτι δὲ

σωματοειδὲς τὸ μυθικὸν τοῦτο εἴδωλον, λεπτὸν μέντοι ὡς ἀεροειδὲς καὶ οἷον εἰπεῖν

λεπτόσωμον ἐναπομεμαγμένον τῷ ἀέρι κατὰ τὰς ἐν Αἵδου Ὁμηρικὰς ψυχὰς, δηλοῖ

τὸ, ἐς θάλαμον δ' εἰσῆλθε παρὰ κληῖδος ἱμάντα. ἤγουν κατὰ τὴν ὀπὴν ἧς διείρηται ὁ

τῆς θύρας ἱμὰς, περὶ οὗ ἐν τῇ ˉα ῥαψῳδίᾳ δεδήλωται. (ῃερς. 803.) στῆ δ' ἂρ ὑπὲρ

κεφαλῆς. καὶ τὸ, ὣς εἰπὼν, σταθμοῖο παρὰ κληῖδ' ἐλιάσθη ἐς πνοιὰς ἀνέμων. καὶ τὸ,

ἐναργὲς ὄνειρον ἐπέσσυτο. τουτέστι φανερόν. διὸ καὶ ἰάνθη τῇ Πηνελόπῃ τὸ κῆρ διὰ

τὴν τοιαύτην ἐνάργειαν τοῦ εἰδώλου. ὅ ἐστι, διὰ τὴν σαφήνειαν καὶ τὸ μὴ ἔχειν τι

λοξόν. ἀλλὰ φανερῶς λέγειν τὸ ἐσόμενον κατὰ τὰ οὕτω καλούμενα ἰδίως ὁράματα

καὶ μὴν ἔχει τι λοξότητος καὶ ὁ τοιοῦτος ὄνειρος ὡς μετ' ὀλίγα ῥηθήσεται. (ῃερς.

796.) Ὅρα δὲ τὸ, εἴδωλον ποίησε. τὸ μὴ ὂν δηλαδὴ πρότερον. (ῃερς. 798.) Ὅτι δὲ

ἀδελφὴν Πηνελόπης ὤπυιεν ὁ ᾀδόμενος Φεραῖος Εὔμηλος, αἱ ἱστορίαι δηλοῦσιν. εἰ

δὲ καὶ κύριον αὐτῆς ἡ ἰφθίμη, ἀλλὰ τοῦτο οὐκ ἔστιν ἀναντίῤῥητον. (ῃερς. 801.) Τὸ δὲ

εἵως Πηνελόπην παύσειε κλαυθμοῦ, ἀντὶ τοῦ, ὅπως. καὶ γίνεται ἀπὸ τοῦ ˉως,

πλεονασμῷ ἕως καὶ εἵως. καθὰ καὶ ἀλλαχοῦ ἐφάνη. ὁμώνυμον ἄρα τὸ εἵως καὶ τὸ

ἕως. χρόνον τε γὰρ δηλοῖ ποτε, καὶ ὡς σύνδεσμος αἰτιολογικῶς ἔστιν ὅτε

λαμβάνεται. (ῃερς. 802.) Τὸ δὲ παρὰ κληῖδος ἱμάντα, καὶ τὸ, σταθμοῖο παρὰ κληῖδα,

τὴν αὐτὴν ἔχουσιν ἔννοιαν. (ῃερς. 803.) Τὸ δὲ στῆναι ὑπὲρ κεφαλῆς τὸν ὄνειρον, καὶ

ἡ Ἰλιὰς ἔχει ἐν τῇ κατὰ τὴν ˉβ ῥαψῳδίᾳ. καὶ ἐῤῥέθη ἐκεῖ ἅπερ ἐχρῆν. (ῃερς. 800.) Ὅτι

παραμυθίαν θρήνου δηλοῖ τὸ, ὅπως τὸν δεῖνα ὀδυρόμενον γοόωντα, παύσειε

κλαυθμοῖο γόοιό τε δακρυόεντος. (ῃερς. 801.) Ἰστέον δὲ ὅτι τὸ, δακρυόεντος γόου,

πρὸς ἀκρίβειαν κεῖται λόγου. ἔστι γάρ ποτε δάκρυον καὶ κλαυθμὸς, οὐ πρὸς γόον

ἀλλὰ διάχυσιν χαρμονικήν. τοιοῦτον καὶ μετ' ὀλίγα τὸ, οὐδὲ ἐῶσι θεοὶ κλαίειν οὐδ'

ἀκάχησθαι. διασαφεῖται γὰρ καὶ ἐκεῖ τὸ λυπηρῶς κλαίειν, διὰ τοῦ, οὐδ' ἀκάχησθαι.

ἔστι γὰρ ἄλλως κλαίειν τινὰ, καὶ μὴ ἀκαχήμενον. (ῃερς. 804.) Ὅτι παρηγορητικὸν

ἐπὶ νόστῳ ἀγαθοῦ υἱοῦ ἀποδήμου τὸ, εὕδεις ὦ δεῖνα φίλον τετιημένη ἢ τετιημένος

ἦτορ, οὐ μέν σ' οὐδ' ἐᾷ θεὸς ῥεῖα ζώων, κλαίειν, οὐδ' ἀκάχησθαι. ἐπεί ῥ' ἔτι νόστιμός

ἐστι σὸς πάϊς. οὐ μὲν γάρ τι θεὸν ἀλιτήμενός ἐστι. τουτέστιν οὐκ ἐφάμαρτός ἐστιν εἰς

τὸ θεῖον. Καὶ ὅρα ὡς παιδεύει ὁ ποιητὴς, οὐδὲ ἀγαθοῦ νόστου τυγχάνειν τοὺς

ἀλιτρούς. ὃ δὴ καὶ ὁ Λοκρὸς Αἴας παθεῖν προϊστόρηται. (ῃερς. 805.) Ῥεῖα δὲ ζώειν, τὸ

ἀπόνως, καὶ οὐχ' ὑποδυσκόλως, ἀλλὰ κατὰ ἔμφρονα ῥᾳστώνην. (ῃερς. 809.) Ὅτι τὸ

ὑπνώττειν βαθὺ, ἡδὺ μάλα κνώσσειν φησὶν ἐν ὀνειρείῃσι πύλῃσιν. ὡς τῶν οὕτω

ὑπνωττόντων, καὶ ὀνείροις ὡς εἰκὸς ἐντυγχανόντων. Πύλας δὲ ὀνείρων λέγει ὥσπέρ

που καὶ δῆμον ὀνείρων ἐν τοῖς ἑξῆς, ἐγγὺς Αἵδου ἔξω τοῦ Ὠκεανοῦ. ὥστε τὸ ἐν

πύλαις ὀνείρων ὑπνοῦν τινα, ταυτόν ἐστι τῷ, ἐοικέναι θανόντι τὸν οὕτως ὑπνοῦντα,

καθ' ὁμοιότητα τοῦ, ὕπνος θανάτῳ ἄγχιστα ἐοικώς. τῷ ἀδελφῷ δηλαδὴ κατὰ τὸν

πολλαχοῦ δηλωθέντα μῦθον. Περὶ δὲ πυλῶν ὀνείρων, ἐρεῖ τὰ δοκοῦντα ὁ ποιητὴς ἐν

τοῖς ἑξῆς. (ῃερς. 810.) Ὅτι πρός τινα ξένον παρήγορον ἐν πόνοις, ἐρεῖ τις τὸ, τίπτε

δεῦρ' ἦλθες. οὔτι πάρος γε πωλέαι, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις. καί

με κέλῃ παύσασθαι ὀϊζύος ἠδ' ὀδυνάων πολλέων, αἵ μ' ἐρέθουσι κατὰ φρένα καὶ

κατὰ θυμόν. Καὶ ὅρα τὸ ἐρέθουσιν ἀντὶ τοῦ ἐρεθίζουσι. πρωτότυπον γὰρ τὸ ἐρέθειν,

ὡς δηλοῖ καὶ τὸ, σχετλίη, μή μ' ἔρεθε. (ῃερς. 811.) Τὸ δὲ πωλέαι, ἐκ τοῦ πωλεῖται

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

220

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!