18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐφεξῆς. τὰ γὰρ ἀπὸ Αἰγύπτου ἕως καὶ τοῦ εἰς τὴν Σπάρτην κατάπλου, πέντε καὶ

μόνοις στίχοις ἐμπεριείληπται. (ῃερς. 581.) Ὅτι Ἀττικὸν τὸ, εἰς Αἰγύπτοιο διϊπετέος

ποταμοῖο στῆσα νέας. δηλοῖ γὰρ τὸ, εἰς τὸν τόπον τοῦ Αἰγύπτου, ὅς ἐστι Νεῖλος ὡς

καὶ προεῤῥέθη. ὃν Ὅμηρος μὲν, οὕτω καλεῖ. Ἡσίοδος δὲ ὡς ἂν νεώτερος, Νεῖλον ἤδη

καλούμενον οἶδεν αὐτόν. περὶ οὗ καὶ ἐν τοῖς τοῦ περιηγητοῦ χρήσιμά τινα

γεγράπται. Ὅτι δὲ καὶ πλημύρει ἐξ ὄμβρων ὁ Νεῖλος πληρούμενος καὶ διατοῦτο

διϊπετὴς καλεῖται, πρὸ ὀλίγων ἐδηλώθη καὶ αὐτό. Ὅτι θεραπείας θείας φράσις τὸ,

αὐτὰρ ἐπεὶ κατέπαυσα θεοῦ χόλον αἰὲν ἐόντος. Εὐπλοίας δὲ τὸ, ταῦτα τελευτήσας

νεόμην. ἔδωκε δέ μοι οὖρον θεὸς, ὅς με ὦκα φίλην ἐς πατρίδ' ἔπεμψε. Κεῖται δ' ἐν

τούτοις καὶ ὁ τύμβος ἐπὶ κενηρίου. ἔνθα φησὶν ὁ Μενέλαος ὅτι χεῦ' Ἀγαμέμνονι

τύμβον ἵν' ἄσβεστον κλέος εἴη. τουτέστι χυτὴν γῆν ἀνέστησα εἰς χῶμα πρὸς κλέος

τῷ ἀδελφῷ. εἰ δέ τῳ δοκοίη κακόζηλον τὸ, ἄσβεστον κλέος, ὥσπερ καὶ τὸ, οὐδέ ποτ'

ἔσβη οὖρος ἔδοξεν ἐν τοῖς πρὸ τούτων κακοζήλως λεχθῆναι, εἴποι ἄν τι καὶ εἰς τοῦτο

ῥήτωρ ἀγαθὸς ἀνὴρ οἷον, ὅτι οὐ κατὰ τὴν νεκρικὴν ψυχρότητα, ἔσται καὶ τὸ ἐπὶ τῷ

θανόντι βασιλεῖ κλέος, ἀλλ' αὐτὸ θερμὸν ἔσται, διὰ τὸ ἐνδιαθέτως γίνεσθαι. ἢ καὶ

ὅτι τὸ οὐράνιον ἢ αἰθέριον κλέος, ἄσβεστον εἰκότως λέγοιτ' ἂν, διὰ τὸ τοῦ αἰθέρος

ἔνθερμον. (ῃερς. 587.) Ὅτι Μενέλαος φιλοφρονούμενος τὸν Τηλέμαχον, φησίν. ἀλλ'

ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν. ὄφρά κεν ἑνδεκάτη τε δυωδεκάτη τε

γένηται. καὶ τότε σ' εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα. τρεῖς ἵππους. καὶ δίφρον

ἐΰξοον. αὐτὰρ ἔπειτα, δώσω καλὸν ἄλεισον. οὐχ' ὡς οἰνόφλυγι, ἄλλ' ἵνα σπένδῃσθα

θεῷ ἐμέθεν μεμνημένος ἤματα πάντα. Καὶ ὅρα τὸ, ἐμοῦ μεμνημένος ἤματα πάντα,

εἰς ἀγαθὸν δηλαδή. οὗ μάλιστα ἐφίενται οἱ ἀγαθοί. καὶ οὕτω μὲν ὁ Μενέλαος. ὅτι δὲ

ὁ Τηλέμαχος ἀπαναίνεται τοὺς ἵππους καὶ διατί, μετ' ὀλίγα εἰρήσεται. Ξυνωρίδα δέ

φασι καὶ παρῄορον ἕνα ὁ βασιλεὺς τῷ Τηλεμάχῳ ὑπισχνεῖται δοῦναι, τέθριππα γὰρ

οὔπω ἦσαν. (ῃερς. 589.) Τὸ δὲ δώσω δῶρα, ἐτυμολογίας τρόπος ἐστίν. (ῃερς. 594.)

Ὅτι ἔπαινος εἰς ἄνδρα σοφὸν ὁδοῦ κωλύοντά τινα σπεύδοντα, τὸ, μὴ δέ με πολὺν

χρόνον ἐνθάδ' ἔρυκε. καὶ γάρ κ' εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοὶ ἀνεχοίμην ἥμενος. οὐδέ

κε μ' οἴκου ἕλοι πόθος οὐδὲ τοκήων. αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων

τέρπομαι ἀλλ' ἤδη μοι ἀνιάζουσιν ἑταῖροι. (ῃερς. 599.) Σὺ δέ με χρόνον ἐνθάδ'

ἐρύκεις, πολὺν δηλαδὴ, ὡς προσεχῶς ἔλεγεν. ὅτε μέντοι Ὀδυσσεὺς ἐν Ἰλιάδι ἔφη,

μείνατ' ἐπὶ χρόνον, τὸν ὀλίγον παρεδήλου. (ῃερς. 595.) Σημείωσαι δὲ ὅτι ὁ εἰς

ἐνιαυτὸν ἀνεχόμενος παρά τινι καθῆσθαι καὶ ἀκούειν ὧν λέγει, οὐ μακρὰν τοῦ τῶν

Σειρήνων μέλους τὰ ἐκείνου τίθεται. Ὅρα δ' ἐνταῦθα καὶ ὅτι τὸ τῆς Ἑλένης

φάρμακον τὸ λαθικηδὲς ὅπερ ἐκείνη τῷ συμποτικῷ κρατῆρι ἐνέβαλεν, ἔδρασέ τι

γενναῖον. οὐ γὰρ μόνον ἐφημέριος ὁ Τηλέμαχος ἐθέλει ἀνέχεσθαι ἥμενος καὶ

ἀκούων τοῦ Μενελάου καὶ μὴ ἔχων πόθον οἴκου ἢ τοκήων, ἀλλὰ καὶ εἰς ἐνιαυτὸν

ὑπισχνεῖται τοιοῦτος εἶναι. (ῃερς. 597.) Ἐν δὲ τῷ, μύθοισιν ἔπεσσί τε, οὐ δοκεῖ

διαφορά τις εἶναι. ὡς οὐδὲ πρὸ ὀλίγων ἐν τῷ, κέλομαι καὶ ἄνωγα. (ῃερς. 598.) Τὸ δὲ

ἀνιάζειν ἐκ τοῦ 1.184 ἀνιῶ καθ' ὁμοιότητα τοῦ ἀμφαγαπάζειν καὶ τῶν ὁμοίων. Ὅτι

παρακλητικὸν εἰς μεγαλεῖον δώρου, τὸ δῶρον δ' ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω,

τοῦτ' ἔστιν ἀπόθετόν τι. λέγει δὲ τοῦτο Τηλέμαχος, παραιτούμενος τοὺς ἵππους. ὡς

καὶ ὁ πατὴρ Ὀδυσσεὺς ἐν Ἰλιάδι παρῃτήσατο τοὺς ἐκ τῆς κατασκοπῆς φασιν ἵππους.

οἳ οὐκ ἂν κειμηλιωθήσονται. φησὶ γάρ. ἵππους δ' εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ

αὐτῷ ἐνθάδε λείψω ἄγαλμα. εἶτα ῥητορικῶς ἐγκωμιάζων μὲν τὴν Λακωνικὴν,

κατατρέχων δὲ φιλαλήθως τῆς πατρίδος καὶ οὕτω θεραπεύων τῇ συγκρίσει τὸν

Λάκωνα βασιλέα χαίροντα οἷς ἐξαίρεται τὰ τῆς κατ' αὐτὸν γῆς, φησὶ. σὺ γὰρ πεδίοιο

ἀνάσσεις εὐρέος, ᾧ ἐν μὲν λωτὸς πολὺς, ἐν δὲ κύπειρον, πυροί τε. ζειαί τε. ἠδ'

εὐρυφυὲς κρῖ λευκόν. ἐν δ' Ἰθάκῃ, οὔτ' ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών. αἰγίβοτος.

καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο. οὐ γάρ τις νήσων ἱππήλατος οὐδ' εὐλείμων, αἵθ'

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

209

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!