18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

∆αίτην ἥρωα τιμᾶσθαι. καὶ ἐν Κύπρῳ, ∆ία εἰλαπιναστὴν καὶ σπλαγχνοτόμον. ὅτι δὲ

τὰ φειδίτια συσσίτιον ἦν Λακωνικὸν περιώνυμον μὲν οὐ πολυτελὲς δὲ, περιᾴδεται

τοῖς παλαιοῖς. εἰλαπιναστοῦ δὲ ἀνδρὸς, χρῆσις καὶ ἐν Ἰλιάδι. (ῃερς. 226.) Ἰστέον δὲ

ὅτι γάμος μὲν, ὁμολογουμένως οὐκ ἔστι τὰ παρόντα, οὐ μὴν οὐδὲ ἔρανος. εἰλαπίνη

δέ τις ὅμως ἐστὶ βιαία ἐπὶ γάμου ἐλπίδι. διὸ καὶ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς, εἰλαπίνην

εἶναι τὸ πρᾶγμα ἐρεῖ, ἐν τῷ, θρῆνυν ᾧ Ἀντίνοος ἐπεῖχε πόδα εἰλαπινάζων. καὶ

ἀλλαχοῦ δὲ, εἰλαπινάζειν τοὺς μνηστῆρας ἐρεῖ, ὡς καὶ ὁ Τηλέμαχος ἐν τοῖς ἑξῆς.

Σημείωσαι δὲ ὅτι δαὶς μὲν, ἡ ἁπλῶς εὐωχία ὡς ὄνομα κοινὸν καὶ γενικόν. ἡ δὲ

εἰλαπίνη καὶ ὁ γάμος καὶ ὁ ἔρανος, εἴδη εἰσὶ τῆς δαιτός. διὸ καὶ ἡ ἐρώτησις οὕτω

προάγεται. τίς ἡ παροῦσα δαίς; ἆρά γε εἰλαπίνη; ἢ γάμος; ἢ ἔρανος; ὡς καὶ ἐάν τις

εἴποι, τί ζῷον τοῦτο; βοῦς; ἢ ἵππος; ἢ κύων; οὕτω δὲ γενικόν τι ἐπὶ τῶν τοιούτων

ὄνομα, καὶ ὁ προῤῥηθεὶς ὅμιλος. ἀπὸ τῆς ἴλης ὢν καὶ αὐτὸς ἀφ' ἧς καὶ ἡ εἰλαπίνη

κατά τινας. ὅτι δὲ ἡ γραφὴ τῆς ἴλης ἐδιφορεῖτο παρὰ τοῖς παλαιοῖς, δηλοῦσι καὶ οἱ ἐν

ῥητορικοῖς λεξικοῖς παραδόντες, ὡς καὶ τὸ ἰστέον ἀντὶ τοῦ γνωστέον, διὰ διφθόγγου

εἶχε ποτὲ τὴν γραφὴν ἀπὸ τοῦ εἴδω. καὶ τὸ ἴλη ἐπὶ τάγματος καὶ πλήθους, παρὰ τὸ

εἰλῶ. καὶ τὸ ἰλυσπᾶσθαι, ὅ ἐστιν ὁμοίως ὄφει καὶ σκώληκι εἰλεῖσθαι καὶ σπᾶσθαι

ἤγουν κινεῖσθαι. ὅθεν καὶ εἰλύσπωμα ἡ τοιαύτη κίνησις. καὶ ἡ κλεισία δὲ καὶ τὸ

κλείσιον καὶ τὸ πέδειλον, διφορεῖται τοῖς παλαιοῖς. καὶ ἄλλα, ἐν οἷς καὶ ὁ χιλός.

Αἴλιος δὲ ∆ιονύσιος, καὶ τοῦ ἰθύφαλλος τὴν ἀρχήν, διὰ διφθόγγου γράφει. ὃ δηλοῖ

φησιν, αἰδοῖον ἐντεταμένον, καὶ ᾆσμα ∆ιονυσιακὸν Ἀθήνῃσι, καὶ ἑταιρικὸν δέ.

τουτέστι φίλον ταῖς ἑταίρισιν. αἳ καὶ ἀνασεισίφαλλοι φερωνύμως λέγονται παρὰ τῇ

κωμῳδία, ὡς ἀνασείουσαι φησὶ τὸν φάλητα ὅς ἐστιν αἰδοῖον ἀνδρός. Παυσανίας δὲ

διὰ διφθόγγου γράφων καὶ αὐτὸς, φησὶν ὅτι εἰθύφαλλος, αἰδοῖον. καὶ ὁ πρόχειρος

εἰς συνουσίαν. καὶ ᾠδὴ ὑπόκενος. Σημείωσαι δὲ ὅτι γενικώτερον τῆς δαιτὸς ὁ

ὅμιλος, εἰ καὶ κατὰ τρόπον ὑστερολογίας ἡ ποιητικὴ φράσις προτίθησι τὴν δαῖτα ἐν

τῷ, τίς δαὶς τίς δὲ ὅμιλος. χρὴ γὰρ πρῶτον ὁμιλαδὸν γενέσθαι τινὰς, εἶτα ἢ μάχην

τυχὸν ἢ ἑορτὴν θέσθαι. ἢ πανήγυριν. ἢ καὶ δαῖτα. καὶ ταύτην, ἢν ἐν γάμῳ ἢ ἐν

εἰλαπίνῃ ὡς ἐῤῥέθη ἢ ἐν ἐράνῳ. (ῃερς. 227.) Τὸ δὲ ὑβρίζοντες, πάνυ κυριολεκτικῶς

εἶπεν. ὕβρις γὰρ οὐ μόνον ἡ ἐν λόγοις ἀλλὰ καὶ ἡ κατὰ πᾶν ἔργον αἰσχρόν. ὑβρισταὶ

γοῦν καὶ οἱ κακολογοῦντες. ὑβρισταὶ δὲ ὡς μάλιστα, καὶ οἱ αἰσχρουργοῦντες, ὁποῖοι

καὶ οἱ μνηστῆρες. οἷς δίχα τῶν ἄλλων ἤρκει πρὸς ὕβριν, καὶ τὸ ἄμετρον τῆς τρυφῆς.

τὸ γάρ τοι μέτρον καὶ τὸ παρώνυμον αὐτῷ μέτριον τὸ καὶ ἄρκιον οὗπερ στοχάζεται

σώφρων ἄνθρωπος, καὶ ἐν αὐταῖς τραπέζαις ἀγαθόν ἐστιν. ὡς δηλοῖ ὁ γράψας τὸ,

τοῖς ὑπερβάλλουσι, δαπάνη πρόσεστιν ἡδονὴ δ' οὐδ' ἡτισοῦν. καὶ πάλιν. ὡς ἡδὺ πᾶν

τὸ μέτριον. οὔθ' ὑπεργέμων ἀπέρχομαι νῦν, οὔτε κενὸς, ἀλλ' ἡδέως ἔχων ἐμαυτοῦ.

καὶ πάλιν. δεῖ φεύγειν ἁπάντων τὰς ὑπερβολάς. λέγεται δὲ καὶ Γοργίας ὁ Λεοντῖνος

ἐν βαθεῖ γήρᾳ ζήσας μετ' αἰσθήσεως ἤγουν ἐν τῷ καὶ τῶν αἰσθήσεων ὑγιῶς ἔχειν.

καὶ ἐρωτηθεὶς τίνι διαίτῃ χρώμενος οὕτω βιώσοι, φάναι ὡς οὐδὲν πώποτε ἡδονῆς

ἕνεκα πράξας. Τιθωνὸς μέντοι ἐπιθυμίαις οὕτως ἐμπεπλεγμένος ὡς ἀπὸ τῆς ἕω μὲν

κοιμᾶσθαι μέχρι δύσεων πρὸς ἑσπέραν δὲ τῇ ἐπιθυμία ἐπεγείρεσθαι, λόγον εὗρεν, ἠοῖ

συγκοιμᾶσθαι. ἔχει δὲ ὁ Ἀθήναιος καὶ ἄλλα χρήσιμα εἰς συμμετρίαν βρώσεως. δῆλον

δὲ ὅτι καὶ ἐν δημηγορίαις καὶ λοιποῖς λόγων εἴδεσι χρηστότατον τὸ μέτριον. διὸ 1.54

καλῶς ὁ τοῦτο μὴ εἰδὼς Θερσίτης, ἀμετρεπὴς ἔσκωπται. (ῃερς. 229.) Τὸ δὲ αἴσχεα

πόλλ' ὁρόων, ἀντὶ τοῦ πολλὰ βλέπων μὴ καλά. ἐναντίον γὰρ τὸ αἶσχος καὶ τὸ

αἰσχρὸν, πρὸς τὸ καλόν. (ῃερς. 231.) Ὅτι ἐν τῷ, ξεῖνε ἐπεί με ταῦτα μεταλλᾷς ὅ ἐστι

πολυπραγμονεῖς, ἐκ τῶν μετάλλων φασὶν οἱ παλαιοὶ τὴν λέξιν ληφθῆναι, ἐπεὶ

μηδὲν περιεργότερον μεταλλουργίας. μέταλλα δὲ, ἀπὸ τοῦ μετὰ τὰ ἄλλα τὰ κατὰ τὸν

βίον. τῶν γὰρ ἀναγκαιοτάτων εὑρεθέντων, εἶτα ἐπολυπραγμονήθη τὰ μεταλλικά.

Ξένος δέ φασιν, οὐ μόνον ὁ καταγόμενος, ἀλλὰ καὶ ὁ ὑποδεχόμενος αὐτόν. (ῃερς.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

61

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!