18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πίοιμι. καὶ, ἔκπιον οὐδέ μ' ἔθελξε. καὶ, οὔτι πιὼν ἐθέλχθης. Τὸ δὲ κύκα, πρωτότυπόν

ἐστιν ἐξ οὗ ὁ κυκεών. περὶ οὗ ἡ Ἰλιὰς δηλοῖ που ἐν τοῖς κατὰ τὸν Νέστορα, ἔνθα καὶ

περὶ τυροῦ καὶ ἀλφίτων καὶ μέλιτος χλωροῦ (ῃερς. 235.) γέγραπται καὶ οἴνου

Πραμνείου. ὃς οὐ μόνον παρὰ τὸ πραΰνειν μένος καὶ εἰς πρᾳότητα τὴν ψυχὴν ἄγειν

οὕτω καλεῖται καὶ παρὰ τὸ εἰς παλαίωσιν παραμεῖναι καὶ μὴ μεταβαλεῖν, ἀλλὰ καὶ

ἀπὸ Πραμνείου ἀμπέλου. ἔστι δέ φασι καὶ τοιαύτη ὡς καὶ Θασία καὶ μελίκηρις. καὶ

διότι δὲ καὶ ἡδύς ἐστι. τῶν γὰρ οἴνων φησὶν οἱ μὲν καυστικοὶ, οἱ δὲ ἡδεῖς. (ῃερς. 234.)

Ὁ δὲ τυρὸς κἀνταῦθα, ὡς καὶ ἐν τοῖς πρὸ τούτων, ἐκτείνει τὴν ἄρχουσαν. (ῃερς. 238.)

Πεπληγέναι δὲ, οὐ μόνον τὸ πληγῆναι παθητικῶς, ἀλλὰ καὶ τὸ πλῆξαι, μέσου γὰρ

παρακειμένου τὸ ῥῆμα. ῥᾴβδῳ γοῦν ἡ Κίρκη πεπληγυῖα ὅ ἐστι πλήξασα ἐποίησε τὰ

ἑαυτῆς, χρωμένη ταύτῃ πρός τινα γοητείαν δι' ἐπαφῆς. Ὅλως δὲ αἱ θεῖαι ῥᾴβδοι

ἐνεργοί φασι παρ' Ὁμήρῳ. Ποσειδῶν τε γὰρ σκοπανίῳ πλήξας τινὰ ἐνίησι μένος, καὶ

Ἀθηνᾶ πλήττουσα ῥᾴβδῳ ἀλλοιοῖ τὸν Ὀδυσσέα, καὶ Ἑρμῆς χρώμενος αὐτῇ τοὺς μὲν

θέλγει, τοὺς δὲκαὶ ὑπνώοντας ἐγείρει. Συφεὸς δὲ, ὁ σύας φέρων ἢ σύας πιαίνων.

δῆλον δὲ ὅτι σῦς μὲν ἐκτείνει τὸ ˉυ καὶ περισπᾷ ὥσπερ καὶ δρῦς καὶ μῦς. συὸς δὲ καὶ

τὰ ἐφεξῆς, συστέλλει τὴν ἄρχουσαν ὡς καὶ τὸ, δρυὸς καὶ μυός. (ῃερς. 239.) Τοῦ δὲ

ἐέργνυσθαι ἡ παραγωγὴ ὁμοία τῇ τοῦ ζεύγνυσθαι καὶ τῶν ὁμοίων. ἔστι δὲ ποιητικὸν

μὲν τὸ ἐέργνυσθαι, Ἀττικὸν δὲ τὸ εἵργνυσθαι καὶ καθείργνυσθαι. Ἡ δὲ τῶν συῶν

φωνὴ κλαγγὴ ἐν τοῖς μετὰ ταῦτά που ῥηθήσεται, (ῃερς. 240.) χοίρειος δὲ φωνὴ καὶ ὁ

γρυλλισμός. ὅθεν καὶ ὁ Πλούταρχος Γρύλλον ἔπλασέ τινα τῶν τοῦ Ὀδυσσέως

ἑταίρων διαλεγόμενον τῷ Ὀδυσσεῖ. Τρίχες δὲ διαφέρουσιν ἐρίων. πρόβατον μὲν οὖν

ἐρίῳ σκέπεται, καθὰ καί τινες τῶν αἰγῶν, σῦς δὲ καὶ τὰ τοιαῦτα τριχοφορεῖ. Τὸ δὲ

νοῦς ἔμπεδος, κατηγορεῖ τῶν χοιροβίων εἴπερ τὸν νοῦν περισώζοντες, εἶτα τῇ κατὰ

Κίρκην τρυφῇ γίνονται ἄλογοι. φασὶ δὲ οἱ παλαιοὶ καὶ ὡς οὐχ' ὁ σύμπας νοῦς τοῖς

τοιούτοις περισώσεται, ἀλλ' ὁ κατὰ μόνον τὸ φιλάνθρωπον, διὸ καὶ σαίνουσιν.

ὥσπερ καὶ οἱ δελφῖνες ἐξ ἀνθρώπων γενόμενοι φιλάνορα οὐκ ἔλιπον βιοτὰν κατὰ

Πίνδαρον. (ῃερς. 242.) Ἄκυλον δὲ τὸν τῆς πρίνου φασὶ λέγει καρπὸν, ὡς δηλοῖ καὶ ὁ

Ἀθήναιος ἐν τῷ, ὁ συκάμινος, συκαμίνους, ὁρᾷς, φέρει. ὁ πρίνος, ἀκύλους. ὁ

κόμαρος, μιμαίκυλα. Τὸ δὲ βάλανον ἔβαλεν, ἔχει τι εὐγενοῦς παρηχήσεως. καὶ

ἄλλως δὲ εἰπεῖν τὸ, βάλανον παρέβαλε ταυτόν ἐστι τῷ, παρέθηκεν. ὅθεν, ὡς

πολλαχοῦ φαίνεται, καὶ τὸ ἰδιωτικῶς λεγόμενον παράβλημα λέγεται. Βάλανοι δὲ οὐ

δρυῶν μόνον, ἀλλὰ καὶ φοινίκων καθ' ὁμοιότητα. οὕτω δὲ καὶ τὸ τοῦ αἰδοίου παρά

τισιν ἄκρον. καὶ τοῖς Ἀσκληπιάδαις δὲ φαρμάκου τινὸς τοιοῦτόν ἐστιν ὄνομα. καὶ

βάλανοι δὲ ∆ιὸς τὰ κάστανα κατά τινας τῶν παλαιῶν. Κράνεια δὲ προπαροξυτόνως

τὸ φυτόν. ὁ δὲ καρπὸς αὐτῆς σεσίγηται μὲν Ὁμήρῳ διὰ τὸ δυσεκφώνητον, καλεῖται

δέ φασι πίτταξις. οἱ δὲ βάρβιλον φασίν. οἱ δὲ, μάραον. (ῃερς. 243.) Τὸ δὲ

χαμαιευνάδες συστέλλει τὴν μαˉι συλλαβὴν ὡς καὶ ἐν Ἰλιάδι τὸ, ἀνιπτόποδες

χαμαιεῦναι. καὶ τὴν αἰτίαν λέγουσιν οἱ τῆς γραμματικῆς ἐξηγηταί. εἰσὶ δὲ

χαμαιευνάδες αἱ κατά τι ἴδιον, ἐπὶ βόθρου ὀρύσσουσαι καὶ κοιμώμεναι. ἴσως δὲ καὶ

αἱ κατὰ λάκκων ἐπίτηδες ἐγκλειόμεναι. Τὸ δὲ αἰὲν ἔδουσι, σιάλων ἐστὶν ἴδιον. καὶ τὸ

τῶν συῶν δὲ δηλοῖ μοχθηρὸν καὶ βορόν. (ῃερς. 245.) Ὅτι λυπηρὰν ἀγγελίαν δηλοῖ

τὸ, ὁ δεῖνα αἶψα ἦλθεν ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον, ἤγουν τύχην,

δυστυχίαν. οὐ γὰρ ἀεὶ πότμος ἢ μόρος ὁ θάνατος. ὥσπερ οὐδὲ ἐνταῦθα. περὶ ζώντων

γὰρ ἡ λέξις ἐῤῥέθη. γράφουσι δὲ οἱ ἐξηγηταὶ νῦν πότμον ἀδευκέα τὸν ἀνιστόρητον,

ἤγουν ἀνήκουστον, ἢ ὃν οὐκ ἄν 1.380 τις ἐξ ἱστορίας δέξηται. κοινότερον μέντοι

ἀδευκὴς ὁ ἀπροσδόκητος ἀπὸ τοῦ δέκω, ὃν οὐκ ἄν τις προσεδόκησεν. (ῃερς. 246.) Ὅτι

μεγάλην ἐνδείκνυται λύπην τὸ, οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενος περ κῆρ ἄχεϊ

μεγάλῳ βεβολημένος. ἐν δέ οἱ ὄσσε δακρυόφιν πίμπλαντο, γόον δ' ὠΐετο θυμός.

(ῃερς. 247.) λέγει δὲ ἐκφάσθαι τὸ ἐξειπεῖν λόγῳ προφορικῷ. (ῃερς. 249.) Τοῦ δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

432

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!