18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

(ῃερς. 86.) Ἐν τούτοις δὲ καὶ νύμφης εὐπλοκάμου ῥηθείσης τῆς Καλυψοῦς, φασὶν οἱ

παλαιοὶ, ὅτι πλοχμὸς μὲν, ἐπὶ ἀνδρῶν ὡς ἐν Ἰλιάδι. οἷον, πλοχμοὶ οἱ χρυσῷ καὶ

ἀργύρῳ ἐσφήκωντο. πλόκαμοι δὲ, ἐπὶ γυναικῶν. καὶ ὅρα ὅτι ἄμφω ἐκ τοῦ πλέκω

παραγόμενα, ὅμως ἔχουσί τινα διαφοράν. οὕτω δὲ καὶ ἠΰκομος μὲν ἐπὶ γυναικῶν.

καρηκομόωντες δὲ ἐπὶ ἀνδρῶν. (ῃερς. 87.) Τὸ δὲ νόστον Ὀδυσσῆος ταλασίφρονος ὥς

κε νέηται, τρό 1.23 πος ἐτυμολογίας ἐστίν. ἀπὸ τοῦ νέω γὰρ ὁ νόστος γίνεται,

πλεονασμῷ τοῦ ˉσ πρὸς διαστολὴν τοῦ ἀνέμου Νότου. οὕτω δὲ μετ' ὀλίγα καὶ τὸ

ἔγχος ἐτυμολογῶν, φησί. παλάμῃ δ' ἔχε χάλκεον ἔγχος. ἀπὸ τοῦ ἔχω γὰρ τὸ ἔγχος

γίνεται. Τὸ δὲ ταλασίφρων, οἰκείως ἐνταῦθα προσρηθὲν διὰ τὰ μυρία ὅσα ἔτλη ὁ

ἥρως καὶ ἔτι δὲ τλήσεται, δηλοῖ μὲν τὸν καὶ ἐν τῇ Ἰλιάδι τλήμονα ἤτοι πολύτλαν.

γίνεται δὲ ἀπὸ τοῦ ταλῶ ταλάσω ταλασίφρων. ὡς βλάψω βλαψίφρων. καὶ ὅσα

τοιαῦτα. τοῦ δὲ ταλάσω μέλλοντος ἡ χρῆσις, ἐν Ἰλιάδι. ὅθεν καὶ ὁ τάλας γίνεται. καὶ

ἡ ταλασία. καὶ τὸ ταλάσιον. καὶ ἡ ταλασιεργία. περὶ ὧν ἐν τοῖς ἑξῆς που ῥηθήσεται.

τὸν δὲ ταλασίφρονα τοῦτον ἥρωα, πρὸ βραχέων δαΐφρονα καὶ πολύφρονα εἶπεν.

(ῃερς. 89.) Ὅτι ὁ προθυμοποιῶν τινα, εἴποι ἂν τὸ, ὄφρα μᾶλλον ἐποτρύνω, καί οἱ

μένος ἐν φρεσὶ θείω. (ῃερς. 88.) Ὅτι τὸ τὴν Ἀθηνᾶν εἰς Τηλέμαχον κατελθεῖν ἐν

Ἰθάκῃ καὶ ὑποβαλεῖν τὰ ποιητέα, τὴν τῆς φυσικῆς φρονήσεως ἐπιδημίαν δηλοῖ. ἥτις

ὡς μετὰ ταῦτα ἐρεῖ ὁ ποιητὴς, μένος τῷ Τηλεμάχῳ ἐνῆκε καὶ θάρσος. καὶ νῦν

μᾶλλον ἤ περ πρῴην ὡς εἰκὸς ὑπέμνησε τοῦ πατρός. καὶ ὀψέ ποτε ἀναφρονήσαντα,

κατὰ τῶν μνηστήρων ἠρέθισε. καὶ εἰς ἀποδημίαν δέουσαν ἔστειλεν. ὀσσόμενον μὲν

ἀεὶ ἐν φρεσὶ τὸν πατέρα εἴ ποθεν ἐλθὼν σκεδάσει τοὺς μνηστῆρας. ἄρτι δὲ κατὰ τὸν

τῆς Ἀθηνᾶς λόγον, μᾶλλον ἐποτρυνθέντα. καὶ ἀπὸ τοῦ βουλεύεσθαι, εἰς πρᾶξιν

παρακινηθέντα. δι' ἧς καὶ περὶ τοῦ πατρὸς ἐνόμισέ τι μαθεῖν. καὶ κλέος ἐσθλὸν σχεῖν

ὡς φιλοπάτωρ. ἤδη γὰρ ὁ Τηλέμαχος ἡλικίας ἐπέβη τελειοτέρας, καὶ φρονεῖν

ἐχούσης, καὶ οἵα συνιέναι οἷα ὑπὸ τῶν μνηστήρων ἔπασχεν. ἡ δὲ εἰς Σπάρτην καὶ εἰς

Πύλον ἀπέλευσις αὐτοῦ, καὶ ἄλλως ἐπιτετήδευται τῷ ποιητῇ εὐμεθόδως, εἰς

πλατυσμὸν τῆς τε ποιήσεως, καὶ εἰς διασκευὴν καὶ διατριβὴν λόγου χαρίεσσαν. καὶ

εἰς πορισμὸν συχνῆς ἱστορίας ὡς μετὰ ταῦτα φανήσεται. ἔτι δὲ καὶ εἰς πολλὴν

ποιητικὴν πιθανότητα. νησιώτης γὰρ ὢν ὁ παῖς καὶ μηδὲν εἰδὼς ἢ φρονῶν ἄξιον τοῦ

πατρὸς, μανθάνει ἐν τῇ τοιαύτῃ ἀποδημίᾳ πρὸς τῶν εὖ εἰδότων, πολλὰ καὶ καλὰ τῶν

τοῦ Ὀδυσσέως. καὶ ὅτι λόγου μεγάλου ἄξιος ὁ πατὴρ τά τε εἰς φρόνησιν τά τε εἰς

πόλεμον. καὶ οὕτως ἐν καιρῷ τῷ πατρὶ πείθεται, εἰς τὴν ἐπικίνδυνον

μνηστηροκτονίαν παρακαλοῦντι αὐτόν. Ἰστέον γὰρ ὅτι ἐντεῦθεν ὁ ποιητὴς ἄρχεται

τὰ κατὰ τὴν μνηστηροφονίαν τεκταίνεσθαι, καὶ τῆς ἐπ' αὐτῇ πιθανολογίας

θεμελίους ἐκ μακροῦ προκαταβάλλεσθαι. αὐτὴ γάρ ἐστι τὸ σκοπιμώτατον τέλος τῆς

ποιήσεως ταύτης. καὶ τὸ τῶν πράξεων τοῦ βιβλίου τούτου ἀνδρῶδες καὶ ἡρωϊκὸν,

αὐτόθι κεῖται τῷ ποιητῇ. καὶ τρόπον τινὰ, τὰ ἄλλα πάντα δι' αὐτὴν πέπλασται. διὸ

καὶ αὐτὴν ἀνύσας ὁ ποιητὴς, συγκαταπαύει καὶ τὸ βιβλίον. ἐπεὶ δὲ ἀπίθανον ἂν ἴσως

τισὶ τὸ πρᾶγμα δόξειε πῶς γὰρ Ὀδυσσεὺς ὁ ἄοπλος, ὁ εἷς, τῶν τοσούτων καὶ

τοιούτων μνηστήρων περιγενήσεται, πολλαχοῦ τὸ πιθανὸν ἐγκατατίθεται. καὶ οὕτω

προκατασκευάζει τὴν μνηστηροκτονίαν, ὥς τε τὸν ἀκροατὴν, καὶ πρὸ τῆς πράξεως

ὁμολογῆσαι ἂν δυνατὸν εἶναι καταπραχθῆναι αὐτὴν ὡς καὶ ὑπὸ μόνου ἂν Ὀδυσσέως

ἀναιρεθῆναι τοὺς μνηστῆρας, ὀλίγον τι ὄντας ὑπὲρ τοὺς ἑκατὸν, εἴγε καὶ πρὸς

τριακοσίους ἀξιόμαχος ἦν ὡς ἐν τοῖς ἑξῆς ἱστορηθήσεται. εἰ δὲ καὶ μὴ μόνος αὐτὸς

ἀντικατασταίη τοῖς μνηστῆρσι, καὶ οὐδὲ ἄοπλος ἀλλὰ καὶ μεθύουσιν ἐκείνοις

ἐπιτεθείει. εἶεν δὲ καὶ οἱ ὀϊστοὶ φαρμάκῳ ἀνδροφόνῳ κεχρισμένοι ὡς ἐν τῇ ῥαψῳδίᾳ

ταύτῃ ἐρεῖ. ἔχοι δὲ καὶ τὴν Ἀθηνᾶν λίαν πάνυ φρονοῦσαν τὰ ὑπὲρ αὐτοῦ καὶ

συμμαχοῦσαν ὡς καὶ τοῦτο δείκνυται, πολλῷ μᾶλλον τὸ ἔργον πιθανῶς

ἀνυσθήσεται. οὕτως ἐξ αὐτῆς ἀρχῆς τοῦ βιβλίου τὴν μνηστηροκτονίαν ὡς ἔφαμεν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

26

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!