18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καὶ δῆλον αὐτὸ ἐκ τῶν πλαγίων ἐν αἷς φυλάσσεται τὸ νˉυ. λέγουσι δὲ καὶ ὡς

μετάθεσις ∆ωρικὴ γέγονε τοῦ ˉν εἰς ˉσ ἐν αὐτοῖς. ὡς καὶ ἐν τῷ λέγομες καὶ τοῖς

ὁμοίοις. Ἀγαθὸς δὲ τῷ Τηλεμάχῳ οἰωνὸς, εὑρεῖν τοὺς Πυλίους θύοντας ὡς

φανήσεται. (ῃερς. 6.) ἡ δὲ θυσία, ταῦροι παμμέλανες τῷ Ποσειδῶνι. τά τε ἄλλα ὡς ἐν

ἄλλοις ἐῤῥέθη, καὶ διὰ τὸ τοῦ ὕδατος μέλαν. ὃ δηλοῦται ἐν τῷ, πορφύρεον κῦμα. καὶ

πόντον μέλανα. καὶ ἠεροειδέα. καὶ ἰοειδέα. ὃ καὶ αὐτὸ, ταυτόν ἐστι τῷ, πορφυροῦν,

μέλανα. διὸ εὐφυῶς ἐπῆκται τὸ, ἐνοσίχθονι κυανοχαίτῃ. οἰκεῖον γὰρ τὸ μέλαν τῷ

κυανοχαίτῃ. Καὶ ὅρα τὸ παμμέλανας. οὐ γὰρ ἐπί τι μέλανας, ἀλλὰ παμμέλανας. οἱ δὲ

ταῦροι ἀργᾶντες ὅ ἐστι λευκοὶ ἐν Πινδάρῳ θύονται τῷ Ποσειδῶνι. δύναται μὲν καὶ

τοῦτο εἶναι διὰ τὴν πολιὴν ἅλα. οἱ δὲ παλαιοὶ, ἀργᾶντας ἐκεῖ τοὺς διὰ λίπος ἤτοι

πιμελὴν λευκοὺς, νοοῦσι. καθότι καὶ κρήδεμνα λιπαρὰ, τὰ λευκὰ καὶ λεῖα. ὅτι δὲ

οἰκεῖον θύμα τῇ θαλάσσῃ ὁ ταῦρος, δηλοῖ καὶ Ἡρόδοτος ἐν τῷ, σφαγιασάμενοι τῇ

θαλάσσῃ ταῦρον. (ῃερς. 7.) Ὅτι ἐννέα τοῖς Πυλίοις ἦσαν ἕδραι. πεντηκόσιοι δ' ἐν

ἑκάστῃ εἵατο. καὶ προὔχοντο ἑκάστοθι ἐννέα ταύρους. ἤγουν παρεῖχον. προεβάλ

1.109 λοντο. πρὸ ἑαυτῶν εἶχον ὥστε σφάξαι. ὃ καὶ προΐσχοντο λέγεται. χρῆσις δέ τις

καὶ παρὰ τῷ κωμικῷ ἐν Νεφέλαις κεῖται τῆς τοιαύτης λέξεως. Ὅρα δὲ ὡς κἀνταῦθα

συνήθως καθὰ καὶ ἐν Ἰλιάδι, εὐεπίφορός ἐστιν ὁ ποιητὴς εἰς τὸν ἐννέα ἀριθμόν. οἱ

δὲ παλαιοὶ φασὶν ἐννέα Πυλίοις ἕδρας εἶναι διὰ τὸ καὶ πόλεις τοσαύτας ὑπὸ ἐξουσίαν

κεῖσθαι τῷ Νέστορι. Πύλον. Ἀμφιγένειαν. Πτελεόν. Ἕλος. ∆ώριον. καὶ λοιπὰς τὰς ἐν

τῇ Βοιωτίᾳ. ὡς ἑκάστης πόλεως, ἕδραν εἶναι. Τὸ δὲ πεντηκόσιοι ἐν ἑκάστῃ, τὸν

ἀριθμὸν ὑπεμφαίνει τῶν συστρατευσαμένων τῷ Νέστορι. νηῶν γὰρ οὐσῶν αὐτῷ

ἐνενήκοντα, ὄντων δὲ ἐν ἑκάστῃ ἀνὰ πεντήκοντα, εἰς τετρακισχιλίους καὶ

πεντακοσίους συνάγεται ὁ στόλος αὐτῷ ἐκεῖνος ὁ περὶ Τροίαν, ὅσοι καὶ οἱ ἐν ταῖς

ἐννέα καθέδραις. ὧν ἔοικε τὸν ἀριθμὸν τιμᾶν ὁ Νέστωρ καὶ μετὰ τὸν νόστον. ὡς καὶ

Λακεδαιμόνιοι τὸν ἀριθμὸν τῶν τριακοσίων μετὰ τὰ Περσικά. (ῃερς. 8.) Ἰστέον δὲ ὡς

ἡ προκειμένη θυσία τῶν ὀγδοήκοντα βοῶν καὶ τοῦ ἑνὸς, οὐκ ἂν λέγοιτο ἑκατόμβη

κυριολεκτικῶς. ἦν δὲ τῷ ὄντι καὶ οὐ ψευδωνύμως ἑκατόμβη σὺν ἄλλαις, καὶ ἣν

Κόνων τῇ περὶ Κνίδον ναυμαχίᾳ νικήσας Λακεδαιμονίους, ἔθυσεν. ἐξ ἑκατὸν οὖσαν

βοῶν. ὁ τοίνυν, ὥς που καὶ ἐν Ἰλιάδι ἐσημειώθη, ὠῶν ἑκατόμβην εἰπὼν, παίζων

ὠνόμασεν. οὕτω δὲ καὶ ὁ Ἀκραγαντῖνος Ἐμπεδοκλῆς τὸν βοῦν ἐψεύσατο, ἡνίκα

ἵπποις Ὀλύμπια νικήσας, βοῦν πλασθέντα ἐκ σμύρνης καὶ λιβανωτοῦ καὶ ἑτέρων

φασὶν ἀρωμάτων πολλῶν, διένειμε τοῖς ἐν τῇ πανηγύρει. ποιήσας οὕτω, διὰ τὸ

ἐμψύχων αὐτὸς ἀπέχεσθαι. ἦν δέ τις αὐτὸ μίμησις δῆθεν Ἀλκιβιάδου. ὃς ἐν Ὀλυμπίᾳ

θύσας ἐπὶ νίκῃ ∆ιῒ Ὀλυμπίῳ, τὴν πανήγυρινπᾶσαν εἱστίασε. καθά φασι καὶ ὁ Χῖος

Ἴων τραγῳδίᾳ νικήσας Ἀθήνῃσιν, ἑκάστῳ τῶν Ἀθηναίωνἔδωκε Χῖον κεράμιον.

ἀλλὰ ταῦτα μὲν, φιλοτιμίας ἔργα. τὸ δὲ καὶ μυίαις Ὀλυμπίαζε βοῦν ἐν τῇ πανηγύρει

κατακόπτεσθαι, φιλότιμον μὲν οὐκ ἂν εἴη, ἀργαλεότητα δὲ τοῦ ζωϋφίου δηλοῖ

πολλήν. ἧς ἕνεκεν ἐκμειλίσσεσθαι αὐτὸ ἤθελον διὰ τοὺς ἀγηγερμένους. Ὅτι δὲ οὐ

μόνον ἑκατόμβαι ἀλλὰ καὶ χιλιόμβαι ἦσαν παρὰ τοῖς παλαιοῖς ὡς καὶ ἀλλαχοῦ

ἐῤῥέθη, δηλοῖ ὁ γράψας ὅτι ἐν τῇ Μιλτιάδου νίκῃ χιλίας χιμαίρας Ἀθηναῖοι τῇ

ἀγροτέρᾳ Ἀρτέμιδι ἔθυσαν. ἧς καὶ ὁ κωμικὸς θυσίας μέμνηται. καὶ ἔθυον δέ φασι

κατὰ ἕκτην Θαργηλιῶνος μηνός. καθ' ὃν δὴ μῆνα, πολλὰ τοῖς Ἀθηναίοις ἐγένοντο

ἀγαθά. ὅτι δὲ τὸ χίλια ζῷα ὑποσχέσθαι, κατὰ χιλίων εὔξασθαι ἐφράζετο, δηλοῦσι

χρήσεις παλαιαί. οὕτω δὲ ὡς εἰκὸς καὶ κατὰ ἑκατὸν βοῶν καὶ λοιπῶν. (ῃερς. 4.) Τὴν

δὲ Πύλον, κτίσμα Νηλέως ἡ ἱστορία ἔχει. φασὶ γοῦν καὶ τὸν Ἑλλάνικον ἱστορεῖν, ὅτι

Νηλεὺς Πελίᾳ τῷ ἀδελφῷ μαχεσάμενος, ἦλθεν ἐξ Ἰωλκοῦ εἰς τὰ κατὰ Μεσσήνην, καὶ

ἔκτισε Πύλον, τῶν Μεσσηνίων μοῖραν τινὰ τῆς χώρας χαρισαμένων αὐτῷ. (ῃερς. 9.)

Ὅτι ὀκνήσας ὁ ποιητὴς ἐνταῦθα διασκευάσαι ὡς καὶ ἐν Ἰλιάδι τὰ κατὰ τὴν θυσίαν

τοῦ Νέστορος, ἀρκεῖται στίχῳ παραλαλήσας ἑνὶ, πολύστιχον ἐκείνην διασκευήν.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

124

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!