18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἰδέσθαι, κεχορήγηται τοῖς ὕστερον τὸ, ὁ δεῖνα καλὸς ἰδεῖν, ἢ ὁ δεῖνα ἐμβριθὴς

ἰδέσθαι. (ῃερς. 22.) Τὸ δὲ ἐκτελέσειεν ἀέθλους πολλοὺς, οὐ πρὸς ἐνέργειαν κεῖται,

ἀλλὰ κατὰ τὸ φύσει δύνασθαι. εἰ γὰρ καὶ μόνον ἐδίσκευσεν ὁ Ὀδυσσεὺς οὐχ' ὑποδὺς

καὶ ἑτέρους ἄθλους, ἀλλ' ἐπεὶ ἐν οἷς αὐτὸς εὐδοκιμεῖν εἴπῃ ἐν ἐκείνοις

ἀπαγορεύσουσιν οἱ Φαίακες, τρόπον τινὰ καὶ τούτους τοὺς πολλοὺς ἐξετέλεσσεν ὧν

οἱ Φαίακες ὑπεξεχώρησαν αὐτῷ. ἐρεῖ γὰρ, ὡς πάντα οὐ κακός εἰμι μετ' ἀνδράσιν ὅσοι

ἄεθλοι καὶ τὰ ἑξῆς ὡς κατὰ τόπον ῥηθήσεται. Τὸ δὲ ἐπειρήσαντ' Ὀδυσσῆος,

προκατῆρξε γνωμικοῦ τοῦ, διάπειρά τοι βροτῶν ἔλεγχος. (ῃερς. 28.) Ὅτι χρήσιμόν

ποτε ῥηθῆναι εἰς ξενίαν καὶ πομπὴν ξένου τὸ, ξεῖνος ὅδε οὐκ οἶδ' ὅς τις, ἀλώμενος

ἵκετ' ἐμὸν δῶ, ἠὲ πρὸς ἠοίων ἢ ἑσπερίων ἀνθρώπων. πομπὴν δ' ὀτρύνει, καὶ λίσσεται

ἔμπεδον εἶναι. ἡμεῖς δ' ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν. οὐδὲ γὰρ οὐδέ τις

ἄλλος ὅς τις κ' ἐμὰ δώμαθ' ἵκηται, ἐνθά δ' ὀδυρόμενος. δηρὸν μένει εἵνεκα πομπῆς.

Ἀλκίνοος δὲ ταῦτα φησίν. Ἔνθα καὶ σημείωσαι ὡς οὐ μόνος Ὀδυσσεὺς τοῖς Φαίαξιν

ἀλήτης ἦλθεν, ἀλλὰ καὶ ἄλλοις τοῦτο ἐγίνετο. οὐκ ἄρα πάντῃ ἐκτετοπισμένοι ἧσαν

κατὰ τὸν μῦθον, ἀλλ' ὑπεμφαίνει που καὶ τὸ ἀληθὲς ὁ ποιητής. Ὅρα δὲ τὸ, (ῃερς. 33.)

ὀδυρόμενος μένει εἵνεκα πομπῆς. νόσος μὲν γὰρ ἴσως ἤ τι τοιοῦτον, κωλύσει τὸν

ξένον τῆς ταχείας πομπῆς. ἡμεῖς μέντοι οὐκ ἀναβαλούμεθά ποτε τὴν πομπήν.

Ἠοίους δὲ ἀνθρώπους λέγει, τοὺς ἀνατολικούς. ὃ καὶ ἀλλαχοῦ ἐῤῥέθη. (ῃερς. 29.) Τὸ

δὲ πρὸς ἠοίων, ταυτόν ἐστι τῷ, ἐκ τῶν ἐῴων. προθέσεως κειμένης ἀντὶ ἑτέρας

προθέσεως. ὃ μυριαχοῦ γίνεται. Ἰστέον δὲ ὅτι σύνηθες Ὁμήρῳ οὐκ ἐνταῦθα μόνον

ἀλλὰ καὶ ἐν ἄλλοις, εἰς δύσιν καὶ ἀνατολὴν ὀλοσχερῶς μερίζειν τὰ κοσμικά. ὡς

δηλοῖ καὶ τὸ, οὐκ ἴδμεν ὅπῃ ζόφος οὐδ' ὅπῃ ἠώς. καὶ εἴτ' ἐπὶ δεξιὰ ἴωσι πρὸς ἠῶ τ'

ἠέλιόν τε, εἴτ' ἐπαριστερὰ ποτὶ ζόφον ἠερόεντα. (ῃερς. 30.) Τοῦ δὲ ἔμπεδον ἡ μὲν

κυριολεξία, καὶ πρὸ ὀλίγων ἐγράφη. νῦν δὲ, μεταφορικῶς οὕτω φησὶ τὸ στερεόν.

(ῃερς. 35.) Ὅτι πρωτόπλοον μὲν νῆα τῷ Ὀδυσσεῖ ἐπιλεγῆναι κελεύει ὁ βασιλεύς.

κούρους δὲ δύο καὶ πεντήκοντα κρίνασθαι κατὰ δῆμον ἐθέλει, (ῃερς. 36.) οὐ

πρωτοπλόους καὶ αὐτοὺς ἤτοι πρωτοπείρους τῆς ναυτιλίας, ἀλλὰ ὅσοι πάρος εἰσὶν

ἄριστοι. ταυτὸν δὲ εἰπεῖν, ἔκκριτοι, πάντως γὰρ, οἱ ἄριστοι κρίνονται ἤγουν

ἐπιλέγονται. Πρωτόπλοος δὲ ναῦς, οὐ μόνον ἡ ἐκ καινῆς ναυπηγηθεῖσα, ἀλλὰ καὶ ἡ

πρώτη κατὰ τὸ πλέειν. ἢ μετὰ πρώτου τινὸς πλέουσα, ὅ ἐστι ναυαρχίς. Ἰστέον δὲ ὡς

εἰ καί τινα τῶν ἀντιγράφων παροξύνουσι τὴν πρωτόπλοον νῆα διὰ τὸ τῆς σημασίας

ἐνεργητικὸν ὁμοίως τῷ, πρωτοτόκος γυνὴ καὶ τοῖς τοιούτοις, ἀλλὰ κωλύεται ἡ

παροξυτόνησις διὰ τὸ ἀριθμητικὸν εἶναι τὸ τοιοῦτον. καὶ οὐ κατὰ τὸ, ἁπλόος.

διπλόος. τριπλόος. προληφθὲν οὖν ἀριθμητικῶς τοῦτο οὐκ ἐᾷ παροξύνεσθαι τὸ

πρωτόπλοον. (ῃερς. 39.) Ὅτι παρέχειν ἐνταῦθα κεῖται τὸ διδόναι. φησὶ γάρ, ἐγώ δ' εὖ

πάντεσσι παρέξω. οὗ τὸ ἀνάπαλιν, ἀφέξω. ἵνα εἴη παρέχειν μέν τι, τὸ ἐγγύς τινος

ἔχειν. ἀπέχειν δὲ, τὸ πόῤῥω ἔχειν. ὡς δηλοῖ ἐν τοῖς ἑξῆς καὶ τὸ, ἄπισχε δὲ φάσγανον

ὀξύ. (ῃερς. 37.) Ὅτι ἐν τῷ, δησάμενοι ἐπὶ κληῖσιν ἐρετμὰ, ἔοικε κληῖδας λέγειν. τὴν

συνοχὴν τῶν κωπῶν πρὸς τοὺς σκαλμούς. τοιαύτη δὲ συνοχὴ, οἱ τροποί. οὓς καὶ

φθάσας εἶπεν. (ῃερς. 41.) Ὅτι σκηπτούχους βασιλεῖς λέγει τοὺς δώδεκα οἳ

συνάρχουσι τῷ Ἀλκινόῳ οὐκ ἀποστερήσας οὐδ' αὐτοὺς τῆς βασιλικῆς κλήσεως, εἰ

καὶ ὑπερέχει ὁ Ἀλκίνοος. ὑποκαταβὰς δὲ, 1.282 (ῃερς. 26.) σκηπτούχους μόνον

αὐτοὺς λέγει, ἐλλείψας τὸ βασιλεῖς. οὓς καὶ ἕπεσθαι ἡγουμένῳ τῷ Ἀλκινόῳ λέγει,

ὡς ἐλάττονας μείζονι. Ὅτι προτροπὴ εἰς φιλοξενίαν τὸ, ἔρχεσθ' ὄφρα ξεῖνον ἐνὶ

μεγάροις φιλέωμεν μὴ δέ τις ἀρνείσθω. (ῃερς. 44.) Ὅτι καθὰ τοῖς Ἰθακησίοις τὸν

Φήμιον, οὕτω καὶ τοῖς Φαίαξι περικλυτὸν καὶ θεῖον ἀειδὸν Ὅμηρος δίδωσι τὸν

∆ημόδοκον καὶ ἔφθασε γραφῆναί τι ἱστορικῶς περὶ τούτων τῶν δύο ἀνδρῶν. Εἰ δὲ

θεῖος ἀοιδὸς ὁ ∆ημόδοκος ὡς μὴ μόνον τὰ κατ' ἀνθρώπους ἀείδων ἀλλὰ καὶ τὰ περὶ

θεοὺς ὡς ἐν τοῖς ἑξῆς εἰρήσεται, οὐκ ἂν οὐδ' ὁ ποιητὴς στεροῖτο τοῦ, θεῖος καὶ αὐτὸς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

320

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!