18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Ἀθηναίων νίκης ὡς καὶ Λυκόφρων ὑπολαλεῖ, ἐποίησε Κόδρους καλεῖσθαι τοὺς δι'

ἀρχαιότητα εὐήθεις. (ῃερς. 60.) Ὅτι ἐντρέπεσθαι λέγει, τὸ ἐπιστρέφεσθαι. τοῦτο δὲ

καὶ ὀπίζεσθαι λέγεται. ἀφ' οὗ καὶ ὄπις ἡ ἐπιστροφή. ἐκ δὲ τούτου παράγεται τὸ

ἐντροπαλίζεσθαι ἐν Ἰλιάδι, ἤτοι ἐν τῷ φεύγειν ἐπὶ τὰ ὀπίσω στρέφεσθαι. δύναται δὲ

καὶ ἄλλως νοεῖσθαι τὸ ἐντρέπεσθαι, ἀντὶ τοῦ μετατρέπεσθαι. μεταβάλλεσθαι. Τὸ δὲ

ἐντρέπεσθαι ἤγουν ἐπιστρέφεσθαι, ἀλλαχοῦ μετατρέπεσθαι λέγεται. οἷον, οὔτι

μετατρέπῃ οὐδ' ἀλεγίζεις. (ῃερς. 61.) Ὅτι τὸ τῆς Ἀθηνᾶς ῥητὸν τὸ,

Ὀδυσσεὺςἐχαρίζετο ἱερὰ ῥέζων ἐν Τροίῃ τί οὖν οἱ τόσον ὠδύσαο Ζεῦ, παρήχησίς

ἐστιν ἢ μᾶλλον ἐτυμολογία ὡς τοῦ Ὀδυσσέως ἐκ τοῦ ὀδύσσω ἐτυμολογουμένου.

ἀστεῖος δὲ ὁ λόγος. μονονουχὶ λεγούσης τῆς Ἀθηνᾶς μετὰ βαρύτητος, ὅτι

φερωνύμως λέγεται Ὀδυσσεὺς οἷα σοῦ τοῦ ∆ιὸς ὀδυσσομένου αὐτῷ. κἂν ὁ πάππος

Αὐτόλυκος Ὀδυσσέα τοῦτον ὠνόμασε, διότι πολλοὶ ἐκείνῳ τῷ Αὐτολύκῳ

ὠδύσσαντο. Ἐνταῦθα δὲσημείωσαι ὡς Ἀθηνᾶ μὲν τὸν Ὀδυσσέα οὐκ ἐντελῶς ἐπαινεῖ.

Ζεὺς δὲ οἷα τελειότερος πλεῖόν τι μετ' ὀλίγα ἐρεῖ. αὕτη μὲν γὰρ, εὐσεβῆ τὸν Ὀδυσσέα

ἔφη. ὁ δὲ Ζεὺς, καὶ ἐπὶ συνέσει αὐτὸν σεμνυνεῖ. Τὸ δὲ ἐν Τροίῃ, ἐπίτασίς ἐστι τοῦ

εὐσεβοῦς ἔργου. οὐ γὰρ ἐν Ἰθάκῃ ἔθυεν ἔνθα ἐπλούτει, ἀλλ' ἐπὶ ξένοις. ἔνθα ὡς

εἰκὸς, ἐχρῆν φείδεσθαι. (ῃερς. 62.) Τὸ δὲ χαρίζετο, ἢ ἀπολύτως νοητέον, ἢ

συντακτέον τῷ ἱερά. (ῃερς. 64.) Ὅτι τὸ, τέκνον ἐμὸν ποῖόν σε ἔπος φύγεν ἕρκος

ὀδόντων, εἰ καὶ σκωπτικόν ἐστι τῇ ἐννοίᾳ, τῷ γοῦν σχηματισμῷ ἐπικρύπτει τὴν

πολλὴν σφοδρότητα. βούλεται μὲν γὰρ εἰπεῖν, ποῖον λόγον παρέῤῥιψας καὶ

οὐδεόντως εἶπας. ὁ δὲ, πάνυ ἀστείως ἐσχημάτισε. ποῖος λόγος ἐξέφυγέ σου τὰ χείλη.

ὡς εἴπερ οὐχ' ἑκούσιον ἦν τὸ κακῶς λαληθέν. αἰνίττεται δὲ ὁ ποιητὴς, ὡς ἡ φύσις

ἵνα μὴ πτερόεντες ὄντες οἱ λόγοι προπετῶς ἔχοιεν τοῦ στόματος ἐξίπτασθαι, διπλῷ

ἕρκει τὴν αὐτῶν διέξοδον ἐστεγάνωσε τῷ τε τῶν ὀδόντων, τῷ τε τῶν χειλέων. καὶ

τεῖχος οἷον ἐπὶ τείχει τοῦτο ἐμηχανήσατο. καὶ ὡς δεσμώτας τοὺς λόγους

ἐγκατέκλεισεν. ὁ τοίνυν μὴ καίριος λόγος, λέγοιτ' ἂν, τυραννῆσαι τὴν ἔξοδον. καὶ

φυγὰς τοῦ τῶν ὀδόντων ἕρκους δεκπεσεῖν. ὅτι δὲ τὸ σιγᾶν ἐγκλεισμῷ λόγου ἔοικε,

δηλοῖ καὶ Σοφοκλῆς, εἰπών. εἰ μὴ γλῶσσαν ἐγκλείσοι φόβος. Σημείωσαι δὲ ὅτι τὸ

δηλωθὲν βαρὺ τῆς Ἀθηνᾶς ἦθος ἐν τῷ, τί οἱ τόσον ὠδύσσαο, ἀμείβεται ὁ Ζεὺς διὰ τοῦ

ῥηθέντος σκώμματος εὐφυῶς. (ῃερς. 65.) Ὅτι ὁπηνίκα τις ὀνειδισθείη ὡς ἐπιλησθείς

τινος ἐνδόξου, εἴποι ἂν καλῶς, τὸ, πῶς ἂν ἐγὼ ἔπειτα ἀνδρὸς θείοιο λαθοίμην, ὃς

τοιόσδε ἢ τοιόσδε ἐστί. ∆εῖ δὲ εἰδέναι ὅτι τὸ, πῶς ἂν ἐγὼ τοῦ δεῖνος λαθοίμην,

ἐνδιαθετώτερόν ἐστι τοῦ, οὐκ ἂν τοῦ δεῖνος λαθοίμην. τοῦτο μὲν γὰρ, σεμνὸν διὰ τὸ

ἀποφαντικῶς ἐξάγεσθαι. ἐκεῖνο δὲ ἰδέας ἀληθοῦς διὰ τὸ τῆς ἐρωτήσεως

ἀναντίῤῥητον. (ῃερς. 66.) Ὅτι δύο ταῦτα ὁ ποιητὴς τῷ Ὀδυσσεῖ ἐπιμαρτύρεται διὰ

τοῦ ∆ιὸς ὡς προδεδήλωται ἀγαθὰ, ὅτι τὲ κατὰ νοῦν περίεστι πάντων ὅ ἐστιν

ὑπερέχει, καὶ ὅτι περὶ τὸ θεῖον εὐσεβεῖ. σύνεσις ἄρα καὶ εὐσέβεια μᾶλλον τῶν ἄλλων

οἶδε κοσμεῖν τὸν ἄνθρωπον. καὶ ἔστιν ἔπαινος ἀνδρὸς τοιούτου τὸ, ὃς περὶ μὲν νόον

ἐστὶ βροτῶν, περὶ δὲ ἱερὰ θεῷ ἀθανάτῳ 1.21 ἔδωκεν ὃς οὐρανὸν εὐρὺν ἔχει. ἐν οἷς

σημείωσαι ὅτι Ἀθηνᾶ μὲν τὸν Ὀδυσσέα, ἱερὰ ῥέξαι ἁπλῶς εἶπε. Ζεὺς δὲ καὶ τοῦτο

ἐπέτεινε. διὸ καὶ θεῖον αὐτὸν εἶπε καὶ περίνοιαν αὐτῷ ἐπεμαρτύρατο. καί πως τῇ

Ἀθηνᾷ ἐπισκώπτει οὕτω λήθην εἰ δύο τούτων ἀγαθῶν ἐξαιρέτων ὄντων τῷ

Ὀδυσσεῖ, ἐσίγησε τὸ ἓν ἐκείνη ὡς οἵα λαθομένη αὐτοῦ παιδευτικὰ δὲ ταῦτα οὐ μόνον

εἰς τὸ μὴ δέον εἶναι τοὺς ἄρχοντας λήθην πάσχειν τῶν εἰς αὐτοὺς χαρίτων, ἀλλὰ καὶ

τὸ θεῖον, ἐπίστροφον εἶναι τῶν σπουδαίων ἀνδρῶν. Τὸ δὲ σχῆμα τοῦ περὶ μὲν νόον

ἐστὶ βροτῶν, ἐξ Ἰλιάδος παρείλκυσται. ἤγουν ἐκ τοῦ, οἳ περὶ βουλῇ ∆αναῶν περὶ δ'

ἐστὲ μάχεσθαι. ἐν οἷς ὅρα τὸ περιεῖναι καὶ αἰτιατικῇ καὶ δοτικῇ καὶ ἀπαρεμφάτῳ

ῥήματι συντασσόμενον. ὡς δηλοῖ τὸ νόον. καὶ τὸ βουλῇ. καὶ τὸ μάχεσθαι. ὀνόματι

καὶ αὐτὸ ἐοικὸς ὡς ἀλλαχοῦ εἴρηται. Σημείωσαι δὲ ὅτι ὁμώνυμον καὶ ὁ νοῦς.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

23

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!