18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

συνεκδοχὴν εἶναι. οὐ γὰρ ἔφη ἔδοντες κρέα καὶ μέθυ, ἀλλὰ δαινύμενοι, τουτέστιν ἐν

δαιτὶ δαπανῶντες. (ῃερς. 163.) Ὅρα δὲ καὶ τὸ, ἐξέφθιτο οἶνος ῥηθὲν ἀντὶ τοῦ,

ἐδαπανήθη. καὶ τὸ, (ῃερς. 167.) φθογγὴν, ῥηθὲν ἐπί τε ἀνθρώπων καὶ ἐπὶ ζῴων

ἀλόγων. (ῃερς. 174) Ὅτι πορισάμενος ἤδη ἐννοίας φράσιν Ὀδυσσεὺς ἐξ ὧν ἠρωτήθη

παρὰ τοῦ βασιλέως Ἀλκινόου λέγει πειράσασθαι πλεύσας εἰς τὴν ἀντιπέραν γῆν τῶν

Κυκλώπων δηλαδὴ, οἵ τινές εἰσιν (ῃερς. 175.) ἢ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι.

ἠὲ φιλόξενοι καί σφιν νόος ἐστὶ θεουδής. τοὺς γὰρ δύο στίχους τούτους οὐ μόνον ἐν

τῇ ζῆτα ῥαψῳδίᾳ ἔφη ὁ ποιητὴς ἀπαραλλάκτως, ἀλλὰ πρὸ ὀλίγων καὶ Ἀλκίνοος

αὐτοῦ φράσας ἔφη πρὸς Ὀδυσσέα, ὑπηλλαγμένου ἐκεῖ τοῦ χαλεποὶ ἀντὶ τοῦ

ὑβρισταὶ, ὅπερ ἐνταῦθα κεῖται. (ῃερς. 174.) Σημείωσαι δ' ἐνταῦθα ὅτι πειράσασθαι

τῶν ἐν τῇ περαίᾳ ὁ ἥρως ἐθέλει αὐτὸς ἐκεῖνος μετὰ καὶ τῶν αὐτοῦ, ἐπεὶ μηκέτι τοῖς

ἑταίροις πιστεύει διά τε τὸ κατὰ τοὺς Λωτοφάγους σύμβαμα καὶ τὴν ἐν τῇ γῇ τῶν

Κικόνων ἀπείθειαν. καὶ τοῦτο μὲν κατὰ τὸ φαινόμενον. ἄλλως δὲ ἀληθῶς, διότι

οὕτως εὔοδος ἡ τῆς τυφλώσεως τοῦ Κύκλωπος ἱστορία γίνεται, αὐτοῦ τοῦ Ὀδυσσέως

πλεύσαντος εἰς αὐτὸν οὐ μὴν στείλαντος. (ῃερς. 176.) Ὅρα δὲ τὸ, καί σφιν νόος ἐστὶ

θεοειδής. ὑπαλλάσσει γὰρ τοῦτο τὴν κοινὴν φράσιν, ἧς τὸ ὀρθὸν τοιοῦτον. ἠὲ

φιλόξενοι καὶ θεοειδεῖς. Ὅμηρος δὲ περιφράσας ἐξαλλαγὴν ἐποίησε σχήματος. (ῃερς.

177.) Ὅτι τὸ ἀνὰ νηὸς βῆναι, πρόθεσιν ἔχει ἀντὶ προθέσεως ὡς εἴπερ ἐπὶ νηὸς βῆναι.

ἴσως δὲ καὶ καθ' ὑπέρβασιν καὶ ἔλλειψιν ἑτέρας προθέσεως πέφρασται, ἵνα ᾖ,

ἀναβῆναι ἐπὶ νηός. ἄλλως γὰρ ἡ ἀνˉα πρόθεσις γενικῇ οὐ συντάσσεται. λέγει οὖν.

ὡς εἰπὼν ἀνὰ νηὸς ἔβην. (ῃερς. 178.) ἐκέλευσα δ' ἑταίρους αὐτούς τ' ἀμβαίνειν ἀνά

τε πρυμνήσια λῦσαι, καὶ τὰ ἑξῆς ὡς καὶ πρὸ ὀλίγων ἐγράφη. Καὶ ὅρα τὸ, ἀνά τε

πρυμνήσια λῦσαι. δῆλον γὰρ ὡς ταυτὸν, λῦσαι καὶ ἀναλῦσαι εἰπεῖν. (ῃερς. 182.) Ὅτι

καὶ τὸ τοῦ Κύκλωπος ἐκφράζων σπήλαιον καὶ τὰ περὶ αὐτὸ φησίν. ἔνθα δ' ἐπ'

ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης ὑψηλὸν, δάφνῃσι κατηρεφές. (ῃερς. 184.) ἔνθα

δὲ πολλὰ μῆλ' ὀι´̈ές τε καὶ αἶγες ἰαύεσκον. ὧν τὸ χρήσιμον ἐκφράσει μετ' ὀλίγα.

(ῃερς. 185.) περὶ δ' αὐλὴ ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι. (ῃερς. 186.) μακρῇσι

τε πίτυσσιν. ἰδὲ δρυσὶν ὑψικόμοισιν. ὃ καθυπερβατὸν τοῖς ἄνω συντάσσεται. ἵνα ᾖ,

δάφνῃσι κατηρεφὲς καὶ πίτυσι καὶ δρυσί. Καὶ ὅρα τὰ συχνὰ πάρισα καλλύνοντα τὴν

ἔκφρασιν. τὸ, ὄϊες καὶ αἶγες. καὶ τὸ, αὐλὴ ὑψηλή. καὶ τὸ, κατωρυχέεσσι λίθοισι.

μακρῇσι πίτυσι. δρυσὶν ὑψικόμοισι. Σημείωσαι δὲ καὶ ὅτι ἐπίτηδες ἔοικε μὴ

ἐμπλατύνασθαι τῇ τοιαύτῃ ἐκφράσει ἀλλ' ἐπιδραμεῖν αὐτὴν, ἵνα μὴ λογογραφικῷ

καλλύνῃ μειδιάματι τὰ κατὰ τὸν ἄγριον Κύκλωπα. (ῃερς. 183.) Κατηρεφὲς δὲ, νῦν

μὲν σπή 1.331 λαιον τὸ ἐσκιασμένον οἱονεὶ ὀρόφῳ ταῖς δάφναις. πρὸ δὲ τούτων κῦμα

ἔφη κατηρεφὲς τὸ καλύψαν τήν τε σχεδίαν καὶ τὸν Ὀδυσσέα. ἐν δὲ ῥητορικῷ λεξικῷ

καὶ κατηρεφὲς οἴκημα λέγεται τὸ ταπεινόν. (ῃερς. 184.) Τὸ δὲ ὄϊες καὶ αἶγες,

ἐφερμηνευτικόν ἐστι τοῦ μῆλα. ἐκεῖνο μέντοι γενικῶς αὐτῶν ὡς εἰδῶν προτέτακται.

(ῃερς. 185.) Κατωρυχέες δὲ λίθοι, οἱ μεγάλοι. ὧν μέρος τι κατορώρυκται εἰς γῆν.

(ῃερς. 186.) Τὸ δὲ μακραὶ πίτυες καὶ δρύες ὑψίκομοι ἐν διαφόροις λέξεσι τὸ ἐν

ἀμφοῖν πολὺ μῆκος δηλοῦσιν. (ῃερς. 187.) Ὅτι μέλλων ἐν τοῖς ἑξῆς εἰπεῖν ὁ ποιητὴς

πάνυ τολμηρῶς ὡς ἀποῤῥήξας κορυφὴν ὄρεος μεγάλοιο ἀφῆκε κατὰ τῆς Ὀδυσσέως

νηὸς ὁ Κύκλωψ, καὶ προθεραπεύων μὲν τὸ τοῦ λόγου ἀπίθανον, θηρώμενος δὲ τὸ

ἀξιόπιστον ἑαυτῷ, πολλοὺς θεμελίους πιθανότητος προκαταβάλλεται. καὶ τέως ἐν

πρώτοις πελώριον αὐτὸν ὑποτίθεται. καὶ οὐχ' ἁπλῶς τοιοῦτον, ἀλλὰ ῥίῳ ἐοικότα.

φησὶ γάρ. ἔνθα δ' ἀνὴρ ἐνίαυε πελώριος. ὅς ῥα τὰ μῆλα οἶος ποιμαίνεσκεν (ῃερς.

188.) ἀπόπροθεν. ὅπερ ἐφερμηνεύων ἐπάγει. οὐδὲ μετ' ἄλλους πωλεῖτο, ἀλλ'

ἀπάνευθεν ἦν. (ῃερς. 189.) εἶτα δηλῶν ἐφεξῆς τὰ κατὰ τὸν Κύκλωπα ἐπάγει. ὅτι τε

ἀθεμίστια ᾔδη, καὶ ὅτι θαῦμ' ἐτέτυκτο πελώριον οὐδὲ ἐῴκει ἀνδρί γε σιτοφάγῳ,

ἀλλὰ ῥίῳ ὑλήεντι ὑψηλῶν ὀρέων, ὅτε φαίνεται οἶον ἀπ' ἄλλων. καὶ ταῦτα μὲν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

376

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!