18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἱστορίαν ἡ κλῆσις. φροντιστικός τε γάρ ἐστιν ἅπας κυβερνήτης, καὶ ὀνεῖν

ἐπαγγέλλεται. Τὸ δὲ ἐκαίνυτο, ποιητικὴ λέξις, ἐκ τοῦ καίνυμι. εἴληπται δὲ ἀντὶ τοῦ

πάνυ ἐνίκα. κυριολεκτεῖται δέ φασιν, ἐπὶ τῶν ἐν πολέμῳ νικώντων, ὡς ἐκ τοῦ

καίνειν ὃ δηλοῖ τὸ κόπτειν. δοκεῖ δ' ἐντεῦθεν καὶ ἡ τῶν ἰδιωτευόντων γλῶσσα

παρελκύσαι τὴν ἀποκοπτὴν νίκην, ἐπεὶ καὶ ταυτὸν τὸ καίνυσθαι καὶ τὸ κόπτειν. Ὅτι

περὶ ἑτάρου ταφὴν πονούμενος ὁ Μενέλαος κατὰ τὸ δηλωθὲν Σούνιον, τῇ περὶ

πλοῦν δυστυχίᾳ περιέπεσε. θάψας γὰρ ἐκεῖνον καὶ κτέρεα ἐπ' αὐτῷ κτερεΐσας εἶτα

πλεύσας, ὡς ἷξε θέων μαλειάων ὄρος αἰπὺ, τότε δὴ στυγερὴν ὁδὸν ὁ Ζεὺς ὅ ἐστιν ὁ

ἀὴρ, ἐφράσατο. λιγέων ἀνέμων ἐπ' ἀϋτμένα χεύας, κύματά τε τροφέοντα πελώρια

ἶσα ὄρεσσιν. ἔνθα διατμήξας, τὰς μὲν τῶν νηῶν Κρήτῃ ἐπέλασσεν, ᾗχι Κύδωνες

ἔναιον, Ἰαρδάνου ἀμφὶ ῥέεθρα. καὶ αὐτὰς μὲν, ποτὶ σπιλάδεσσιν ἔαξαν κύματα.

σπουδῇ δ' ἤλυξαν ὄλεθρον ἄνδρες. πέντε δὲ λοιπὰς νῆας κυανοπρωρείους, Αἰγύπτῳ

ἐπέλασσε, φέρων ἄνεμός τε καὶ ὕδωρ. μεθ' ὧν πλέων ὁ Μενέλαος, ἐπλανᾶτο καθὰ

καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται. (ῃερς. 287.) Ἰστέον δὲ ὅτι ἐκ Μαλειῶν ὅθεν ἐξώσθη

Μενέλαος εἰς Κρήτην καὶ περὶ ἃς ἐδυστύχησεν ὁ Ἀγαμέμνων εἰς τὸν πλοῦν ὡς ἐν

τοῖς ἑξῆς εἰρήσεται, παροιμία κεῖται τὸ, Μαλείας δὲ κάμψας, ἐπιλάθου τῶν οἴκαδε.

οὐ γὰρ εὔπλους φασὶν ὁ τόπος. λέγεται δὲ καὶ Μάλεια ἑνικῶς καὶ Μάλειαι

πληθυντικῶς πρὸς ἔμφασιν τοῦ κατὰ τὸ ἀκρωτήριον μεγέθους. οὕτω δὲ καὶ Κρήτη

καὶ Κρῆται. καὶ ἄλλα πολλά. ἡ δὲ Μάλεια, καὶ Μαλέας κοινῶς λέγεται. (ῃερς. 288.)

Ὅρα δὲ τὸ, ἷξε θέων. διὰ γὰρ τὴν θοὴν νῆα θέειν λέγεται καὶ ὁ ἐν αὐτῇ. ὅθεν καὶ

θοὸν εἰρεσίας ζυγὸν φησὶ Σοφοκλῆς. (ῃερς. 289.) Τὸν δὲ ἀϋτμένα, σπανίως ἔστιν

εὑρεῖν. ἡ ἀϋτμὴ γὰρ ἐν χρήσει πλείονι. Τὸ δὲ χεύας, ὑγρότητα δηλοῖ ἀϋτμῆς. κατὰ τὸ,

ἀνέμων μένος ὑγρὸν ἀέντων. (ῃερς. 290.) Τὸ δὲ τροφέοντα, γράφεται καὶ τροφόεντα.

ἔστι δὲ τροφόεν κῦμα, ὅπερ ἀλλαχοῦ τρόφι ἐῤῥέθη ἀπὸ εὐθείας τῆς, ὁ τρόφις. οὗ

αἰτιατικὴ μὲν παρὰ Ὀππιανῷ ἐν τῷ, ἱερὸν τρόφιν ἐννοσιγαίου. εὐθεῖα δὲ

πληθυντικὴ παρὰ Ἡροδότῳ, ἐν τῷ, ἐπὰν γένωνται τρόφιες ἤγουν τέλειοι ἄνδρες.

Φοβερὸν δὲ χωρίον καὶ ἀγριότητα θαλάσσης φράζον γοργῶς τὸ, κύματα τροφέοντα

πελώρια ἶσα ὄρεσσιν. ὃ καὶ σημείωσαι διὰ τὴν εὔτακτον παραύξησιν. μεῖζον μὲν γὰρ

φρικὸς, τὸ ἁπλῶς τροφόεν κῦμα. πλεῖον δὲ, τὸ πελώριον. ἔτι δὲ μεῖζον, τὸ ἶσον

ὄρεσσι καὶ ὡς ἂν εἴποι τις, πέλας ὄρους. ἐξ οὗ δόξοι ἂν, εἶναι καὶ τὸ πελώριον,

κραθὲν τὴν παραλήγουσαν ἀπὸ τοῦ ˉα καὶ ˉο. ἐπεὶ οὐδὲ ἡ πρυμνώρεια καὶ ἡ ὑπώρεια

ἐστέρηνται κράσεως. (ῃερς. 289.) Ἰστέον δὲ ὅτι ἐν τῷ, ἀϋτμένα χεύας κύματά τε

τροφόεντα, οὐ προσυπακουστέον ἀπὸ κοινοῦ τὸ χεύας καὶ ἐπὶ τῶν κυμάτων, ἀλλ' ἐξ

ἀναλόγου νοητέον τὸ ἐγείρας ἢ κορυφώσας. οὕτω καὶ ἐπὶ τοῦ, σῖτον καὶ οἶνον

ἔσθων, ἡ ἀκολουθία, τὴν τοῦ πίνειν μετοχὴν ἔξωθεν τῷ οἴνῳ κομίζει. ὡς τοῦ ἔσθων,

τῷ σίτῳ προσαρηρότος. τοιούτου δὲ σχήματος καὶ τὸ, καπνὸν ἐλεύσσομεν καὶ

φθογγήν. φθογγὴ γὰρ, οὐ λεύσσεται πάντως, ἀλλ' ἐξακούεται. ὡς χρῆναι νοεῖν

ἐντελῶς, ὅτι καπνὸν ἐλεύσσομεν καὶ φθογγὴν ἠκούομεν. εἰ καὶ σεσίγηται τὸ τῆς

ἀκοῆς ἀφελῶς ἢ γοργῶς. (ῃερς. 292.) Κύδωνες δὲ, Κρήτης ἔθνος καὶ Κυδωνὶς, πόλις

αὐτόθι ποταμὸν ἔχουσα Ἰάρδανον. εἰ δ' ἐκ τοῦ τοιούτου Κρητικοῦ τόπου καὶ τὰ

Κυδώνια παρωνόμασται μῆλα, οὐκ ἔστι βεβαίως εἰπεῖν. ὁμοίως δὲ ἀβέβαιον καὶ τὸ

φάναι ἀπὸ Κύδωνος αὐτοὺς ὠνομάσθαι τοῦ πάνυ φιλοξένου, περὶ οὗ παροιμία κεῖται

τὸ, ἀεί τις ἐν Κύδωνος. (ῃερς. 298.) Σπιλάδες δὲ ὡς οἱ παλαιοί φασιν, αἱ παράλιαι

πέτραι παρὰ τὸ σπιλοῦσθαι τῇ ἄχνῃ. (ῃερς. 300.) Αἴγυπτον δὲ ἀρσενικῶς τὸν Νεῖλον

φησὶ, ὡς πολλαχοῦ ἐν τοῖς ἑξῆς φανήσεται. ἀφ' οὗ καὶ ἡ χώρα Αἴγυ 1.128 πτος.

δῶρον οὖσα τοῦ ποταμοῦ κατὰ τοὺς παλαιοὺς ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. τὴν

Αἴγυπτον δὲ θηλυκῶς, οὐκ οἶδεν ὁ ποιητής. ἐν δὲ τῷ, φέρων ἄνεμός τε καὶ ὕδωρ, ἀπὸ

κοινοῦ νοητέον καὶ οὐδέτερον τὸ φέρον, διὰ τὸ ὕδωρ. ἐκ δὲ τοῦ τοιούτου φέρειν, καὶ

φορὸς ἄνεμος κοινότερον, ὁ τὴν νῆα φέρων. (ῃερς. 298.) Ὅρα δὲ ὅτι τοὺς ναύτας τῶν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

145

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!