18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἄμμιν. τίς δὲ ὁ πόνος; κτήματα γάρ κεν πάντα δασαίμεθα. οἰκία δ' αὖτε, τούτου

μητέρι δοῖμεν ἔχειν, ἠδ' ὅς τις ὀπυίει. (ῃερς. 335.) Καὶ ὅρα ὅπως δωμάτων μόνον

παραχωρῆσαι θέλουσιν μνηστῆρες τῇ Πηνελόπῃ, ὅτι μὴ καὶ αὐτὰ εἰλαπινάσαι

δύνανται. Σημείωσαι δὲ καὶ ὅτι δεξιώτατα ὁ ποιητὴς ὑποβάλλει τῷ ἀκροατῇ ἐπινοεῖν

ὕλην γραφῆς. καὶ λογίσασθαι, ὡς ἐνῆν τῷ ποιητῇ πλάσασθαι, τὸν Τηλέμαχον ἐκ

Πύλου λαβεῖν τὰ πρὸς ἄμυναν. ἢ ἀπὸ Σπάρτης. ἢ καὶ ἀπὸ Ἐφύρης τῆς

προϊστορηθείσης, τῆς διὰ Μήδειαν πολυφαρμάκου ὡς ἱστορεῖ Ἀπολλόδωρος ὁ

Ἀθηναῖος. ἀφῆκε δὲ τὰ τοιαῦτα, τὸ δυσκατεργαστότερον ἐπιλεξάμενος. ἐπεὶ μὴ δὲ

εἶχεν ἀπὸ τῆς ἱστορίας ἐνδεδομένον τοιοῦτόν τι συμπλάσαι. Ὅρα δὲ καὶ οἷον οἱ

κακοί. ἐν φόβοις ἀεὶ ὄντες, καὶ ἀνειδωλοποιούμενοι τὰ δεινά. Τὸ δὲ ἵεται αἰνῶς,

σεμνότερον εἴρηται. ὡς ἶσον τῷ, ὁρμαίνει. δέον ὂν εἰπεῖν, χολοῦται ἢ μαίνεται ἤ τι

τοιοῦτον. Ἐφύρην δέ φασι, τὴν ἐν Θεσπρωτίᾳ λέγει. οὐχ' ὡς ἔνιοι τὴν Κόρινθον.

ἐκείνη γὰρ καὶ μετωνομάσθη φασὶ Κίχυρος. Εἰς δὲ τὸ πίειρα, ἔστιν εἰπεῖν ὡς καὶ ἡ

ῥηθεῖσα Ἐφύρη πολλὰ μὲν φύει λυγρὰ, τὰ θυμοφθόρα δηλαδὴ φάρμακα, πολλὰ δὲ

καὶ ἐσθλὰ, ἐξ ὧν δηλαδὴ ἔζων οἱ ἐκεῖ. Θυμοφθόρα δὲ, τὰ φθαρτικὰ λογισμοῦ κατὰ

τοὺς παλαιοὺς καὶ ἀναιρετικά. (ῃερς. 334.) Τὸ δὲ ὀφέλλειεν ἀόριστος πρῶτος ἐστὶν

εὐκτικὸς τοῦ ὤφελα. καθ' ὁμοιότητα τοῦ τύψειε ποιήσειε καὶ τῶν ὁμοίων. Πόνον δὲ,

εἰρωνικῶς τὴν ἐνέργειαν λέγει, ἤτοι τὸ κατὰ τὴν μνηστείαν ἔργον. ὡς εἴ τις ἐν

τρυφῇ ἀκκιζόμενος, μόχθον εἴπῃ τὸ τρυφᾶν, ᾧ χαίρειν μάλιστα οἶδεν ἀπόνως αὐτός.

καὶ ἄλλως δὲ, ὁ πόνος οὗτος, τὸν πολὺν βίοτον ἐμφαίνει τοῦ Ὀδυσσέως. ὃν

δάσασθαι, δύσεργον ἂν τοῖς ἐριστικοῖς μνηστῆρσι γένοιτο καὶ ὡς αὐτοί φασι, πόνος

ηὐξημένος. Ἰστέον δὲ ὅτι καὶ τὸ ἀλεγύνεται δαῖτας, τοιούτου πόνου ἐστὶν

ἐνδεικτικὸν, εἴπερ ἐκ τοῦ ἀλεγύνειν τὸ ἄλγος γίνεται, ὅπερ ἐστὶ πόνος. Τὸ δὲ δοῖμεν,

ἀποβολῇ τοῦ ˉμ τὸ δοῖεν γεννᾷ. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα. (ῃερς. 337.) Ὅτι

θάλαμος ἦν ὑψόροφος τῷ Ὀδυσσεῖ εὐρὺς, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο. ἐσθής

τ' ἐν χηλοῖσιν, ἅλις τ' εὐῶδες ἔλαιον. ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο ἔστασαν,

ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες. (ῃερς. 341.) Καὶ ὅρα ἔπαινον ἀγαθοῦ οἴνου.

ἵσταντο δὲ ἑξείης ποτὶ τοῖχον ἀρηρότες, ἵνα τὸ μέσον τοῦ θαλάμου εἴη ἄλλως χρήσι

1.102 μον. ἐφυλάσσετο δὲ ὁ οἶνος εἴ ποτε φησὶν Ὀδυσσεὺς οἴκαδε νοστήσειε, καὶ

ἄλγεα πολλὰ μογήσας. κληϊσταὶ δ' ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι. ∆ικλίδες. ἐν δὲ

γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ ἔσκεν. (ῃερς. 346.) ἣ πάντα φύλασσε νόου

πολυιδρείῃσιν. ὃ δὴ περιφραστικὴ ἑρμηνεία ἐστὶ τοῦ κεδνή. καὶ κεδνὰ εἰδυῖα. καὶ

πυκιμήδης. ἦν δὲ ἡ ταμία, Εὐρύκλεια. ἣν καὶ μαῖαν μετ' ὀλίγα προσφωνεῖ ὁ

Τηλέμαχος. ἔνθα καὶ ἡδὺν οἶνον ἐρεῖ καὶ λαρόν. Καὶ ὅρα οἷά τε τὰ ἡρωϊκὰ ταμεῖα,

καὶ ὡς οἰκονομικὴν μέθοδον ἐνταῦθα παραδίδωσιν ὁ ποιητὴς, διδάσκων χρῆναι τοὺς

οἰκοδεσποτοῦντας, κειμήλια ἔχειν εἰς χρῆσιν τὴν ἐν καιρῷ. (ῃερς. 337.) Θάλαμον δὲ,

τὸ ταμεῖον λέγει, ἐνδοτάτω πάντως ὂν καὶ αὐτό. καὶ διατοῦτο τὴν τοῦ θαλπεινοῦ

κλῆσιν εἰληχός. ὑψορόφου μὲν ὄντος, διὰ τὸ ἴσως ὑπερῷον καὶ οὕτω

ἀνεπιβούλευτον. εὐρέος δὲ, διὰ τὸν βασιλικὸν πλοῦτον πολὺν ὄντα. Πόθεν δὲ

ὄροφος, ἐν τῇ Ἰλιάδι δηλοῦται. Ἰστέον δὲ ὅτι ἐντεῦθεν ὀροφίας ὁ ἐν ταῖς οἰκίαις

μυοθήρας ὄφις. Νητὸς δὲ χρυσὸς, ὁ σεσωρευμένος εἰς πλῆθος, παρὰ τὸ νῶ νήσω. ἐξ

οὗ καὶ τὸ ἐπενήνεον περὶ οὗ προδεδήλωται. ὁμώνυμον δὲ τῷ ῥηθέντι νῶ νήσω, καὶ

τὸ παρ' Ἡσιόδῳ πρωτότυπον τοῦ νήθω. ὃ καὶ αὐτὸ, σώρευσίν τινα δηλοῖ τῶν

νηθομένων σωμάτων. ὡς εἶναι καὶ ἐκεῖ τὰς κλωθομένας ἶνας, νητάς. (ῃερς. 339.)

Χηλὸς δὲ, γίνεται μὲν ἀπὸ τοῦ χῶ χήσω τὸ χωρῶ, ἐξ οὗ καὶ ὁ χηραμός. ὃν οἱ τῆς

∆ωριέων γῆς ἄρτι, χηλαμὸν φασὶν ἰδιωτικῶς. λέγεται δὲ κατὰ τοὺς παλαιοὺς, καὶ

ἀντίπηξ. καὶ κιβωτός. καὶ λάρναξ. καὶ σωρός. Εὐῶδες δὲ ἔλαιον, ἴσως μὲν καὶ τὸ ἐκ

τῆς ἐλαίας. εἰκὸς δὲ καὶ ἐσκευάσθαι τιμιώτερον ὁποῖον καὶ τὸ παρὰ τοῖς παλαιοῖς

ἴρινον ἢ σαμψύχινον ἢ εἴτι τοιοῦτον ἐλαιῶδες μῦρον. ὁποίοις ἐχρῶντο οἱ βασιλεῖς.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

116

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!