18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

∆ῆλον δὲ καὶ ὡς Ἀττικῶς ἔφη τὸ, δύσζηλοι ἐσμὲν φῦλ' ἀνθρώπων, ἀντὶ τοῦ οἱ

ἄνθρωποι. τὸ γὰρ κοινὸν ἦν, δύσζηλα φῦλα. (ῃερς. 311.) Ὅτι οὐ μόνον οὐκ ἂν

χολώσεσθαι τῷ Ὀδυσσεῖ λέγει ὁ βασιλεὺς ἐλθόντι μετὰ τῆς θυγατρὸς, ἀλλὰ καὶ

χαίρειν ἄν. φησὶ γοῦν εὐχόμενος. αἲ γὰρ Ζεῦ τε πάτερ τοῖος ἐὼν οἷος ἐσσὶ, τά τε

φρονέων ἅτ' ἐγώ περ, παῖδά τ' ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι αὖθι μένων.

οἶκον δὲ ἐγὼ καὶ κτήματα δοίην, εἰ ἐθέλων γε μένοις, ἀέκοντα δέ σε οὔ τις ἐρύξει

Φαιήκων. μὴ τοῦτο (ῃερς. 316.) φίλον ∆ιῒ πατρὶ γένοιτο. ὃ ταυτόν ἐστι τῷ, μὴ τοῦτο

θεὸς τελέσειε, κειμένῳ ἀλλαχοῦ. (ῃερς. 313.) Σημείωσαι δὲ τὴν κατὰ ἀπαρέμφατον

ῥῆμα εὐχὴν τὸ, αἲ γὰρ Ζεῦ παῖδα ἐμὴν ἐχέμεν καὶ γαμβρὸς καλέεσθαι, Ἀττικῶς

προενεχθεῖσαν, ὡς καὶ ἐπ' ἄλλων φαίνεται. λείπει δὲ τὸ ἐθέλοις ἤ τι τοιοῦτον ἵνα

λέγῃ ὅτι εἴθε ἐθέλοις ἐμὸς γενέσθαι γαμβρός. μετ' ὀλίγα δὲ, κεῖται καὶ συνήθης εὐχὴ,

τὸ Ζεῦ πάτερ αἴθ' ὅσα εἶπε, τελευτήσειεν ἅπαντα. Καὶ σημείωσαι ἐν τούτοις ὅτι τε

ταυτὸν εὐχῆς λόγῳ εἰπεῖν εἰ καὶ αἲ καὶ εἴθε ὡς μυριαχοῦ φαίνεται. (ῃερς. 311.) καὶ

ὅτι οὐ μόνον θρηνητικόν ἐστιν ἐπίῤῥημα τὸ αἲ, ἀλλ' ἰδοὺ καὶ εὐκτικόν. νοεῖται δέ

ποτε καὶ μεμπτικὸν, ὡς παρὰ τῷ κωμικῷ ἐν τῷ, αἲ τάλαν. ἔτι δὲ καὶ δυσφορικὸν

κατὰ τοὺς παλαιούς. (ῃερς. 312.) Τὸ δὲ τοῖος ἐὼν οἷος ἐσσὶ, ὠφέλησε τὸν Πίνδαρον

εἰπεῖν πρὸς ἀγαθὸν ἄνδρα τινὰ τὸ καλὸν νόημα ἐκεῖνο, τὸ γένοιο οἷος ἐσσί. ὡς μὴ

ἔχων δηλαδὴ κρείττονα πρὸς ὃν ἂν ὅμοιος γένοιο. Τὸ δὲ τὰ φρονέων ἅπερ ἐγὼ,

δηλοῖ δεῖν ὁμοφροσύνην εἶναι μὴ μόνον ἀνδρὶ καὶ γυναικὶ, ἀλλὰ καὶ τοῖς κηδεσταῖς

πρὸς τοὺς νυμφίους. (ῃερς. 315.) Τὸ δὲ ἀέκοντα δέ σε οὔ τις ἐρύξει, φιλοξενικοῦ ἔθος

ἐστίν. εἴπερ ἐν τοῖς μετὰ ταῦτα ἐρεῖ ὁ ποιητὴς, χρῆναι ξεῖνον παρεόντα φιλεῖν

ἐθέλοντο δὲ πέμπειν. Φασὶ δὲ οἱ παλαιοὶ τὸν βασιλέα ἐπίτηδες τὸν περὶ γάμου λόγον

ἀνακινῆσαι, πειρώμενον τοῦ Ὀδυσσέως εἰ ταῖς ἀληθείαις παρητήσατο τὸν τῆς

Καλυψοῦς γάμον. εἰ γὰρ προπετῶς φασι ὑπόσχηται γαμήσειν, παντελῶς

ἐλεγχθήσεται κἀκεῖνο ψευδόμενος. ἔθος δὲ ἄλλως ἦν τοῖς ἀρχαίοις, ἐπιλέγεσθαι

τοὺς ἀρίστους τῶν ξένων καὶ γαμβροὺς αὐτοὺς ποιεῖσθαι. ὡς καὶ ἐπὶ Βελλεροφόντου

καὶ Τυδέως καὶ Πολυνείκους ἐγένετο. ἐπέκρινον δὲ οὐκ εἰς πλοῦτον ἀφορῶντες,

ἀλλ' ὅτι ὁ μὲν, τυχὸν βασιλεῖ ἀνδρὶ ἐῴκει. οἱ δὲ, γενεῇ ∆ιὸς μεγάλοιο ἐΐκ 1.278 την.

καὶ παῖδες ἀνάκτων ἦσαν. καὶ ὅλως, τοιοῦτοι οἵους οὐκ ἂν κακοὶ τέκοιεν. (ῃερς.

318.) Ὅτι ὑπισχνεῖται μὲν ὁ βασιλεὺς αὔριον πέμψαι τὸν Ὀδυσσέα, οὐ γίνεται δὲ

τοῦτο διά τινα περιπέτειαν κερδαλόεσσαν τῷ Ὀδυσσεῖ, πεμφθήσεται δὲ τὴν μενὰ τὴν

αὔριον. καὶ ἰδοῦ καὶ νῦν σπουδαῖος ἀνὴρ ὁ βασιλεὺς, ἐψεύσατο μὲν, οὐκ ἐπιψόγως

δέ. (ῃερς. 3.) Ὅτι πομπὴν δηλοῖ ἄπονον καὶ ἄλυπον τὸ, σὺ μὲν δεδμημένος ὕπνῳ,

λέξεαι. οἵδ' ἐλόωσι γαλήνην ὄφρ' ἂν ἵκηαι πατρίδα σὴν καὶ δῶμα καὶ εἴπου τοι

φίλον ἐστίν. Ἀλκίνοος δὲ πρὸς Ὀδυσσέα τοῦτο πάνυ πεπαιδευμένως φησί. πατρίδα

μὲν γὰρ πάντως ἔχοι ἂν ὁ ξένος καὶ δῶμα, εἰ δὲ καὶ γυναῖκα ἢ τέκνα ἢ γονεῖς, οὐκ

οἶδεν ὁ βασιλεύς. περὶ τούτου γὰρ ἐῤῥέθη τὸ, εἴπου τοι φίλον ἐστίν. ἐπὶ γὰρ

τοιούτων ἡ τοῦ φίλου λέξις κυριολεκτεῖται. ἃ δὴ καὶ φίλτατα κατ' ἐξοχὴν λέγονται.

Πιθανῶς δὲ πέπλασται τὸ, ὑπνοῦντα τὸν Ὀδυσσέα ἐγκαταστῆναι τῇ πατρίδι πρὸς τῶν

Φαιάκων. ἐποίησαν γὰρ ὡς εἰκὸς οὕτως ἐκεῖνοι, δεδιότες μή ποτε ὁ ξένος νήφων ἐν

τῷ κατάπλῳ, ἢ κατάσχῃ αὐτοὺς, ἢ καὶ τὴν ὁδὸν σημῃνάμενος, ἐπαναστῇ τοῖς ἐν τῇ

νήσῳ οἷς οὐ μέλει βιὸς οὐδὲ φαρέτρη. ἅμα δὲ, καὶ ἵνα μὴ δόξωσιν ἀντίχαριν τῆς

ἀνακομιδῆς ἀπαιτεῖν. (ῃερς. 319.) Τὸ δὲ ὕπνῳ δεδμημένος λέξαι, πρὸς διαστολὴν

εἴρηται τοῦ ἄλλως πως λέγεσθαι. ὃ δὴ πολυσήμαντόν ἐστι. Τὸ δὲ ἐλόωσι, χρόνος

ἐστὶν ἐνεστὼς ἀντὶ μέλλοντος τοῦ, ἐλάσουσι. (ῃερς. 317.) Τὸ δὲ γαλήνην, ἀντὶ τοῦ

γαληνῶς. ὡς καὶ πρὸ ὀλίγων ἐπιῤῥηματικῶς ἔφη ἀληθείην ἀντὶ τοῦ ἀληθῶς. Ἐν δὲ

τῷ ῥηθέντι χωρίῳ, κεῖται καὶ τὸ τεκμαίρομαι ἀντὶ τοῦ τελειῶ, ἐκ τοῦ τέκμωρ τὸ

τέλος. οἷον. πομπὴν τεκμαίρομαι. (ῃερς. 318.) ἔτι δὲ καὶ τὸ τῆμος, ἐς τῆμοσδε. καὶ

δῆλον ὡς εἰπεῖν μὲν ἐς τῆμος, ὅμοιον τῷ ἐσαύριον καὶ τοῖς τοιούτοις. ἡ δὲ ἐν τῷ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

316

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!