18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

προσιστορῶν ὁ Νέστωρ καὶ ἕτερα τῶν μετὰ τὴν ἅλωσιν τῆς Τροίας, φησίν. εὖ μὲν

Μυρμιδόνας φασὶν ἐλθεῖν ἐγχεσιμώρους, οὓς ἄγ' Ἀχιλλῆος μεγαθύμου φαίδιμος

υἱός. ὃν οἱ νεώτεροί φασιν ἐλθεῖν εἰς τὴν οὕτω καλουμένην ἤπειρον, ὡς καὶ

κατωτέρω ῥηθήσεται. εὖ δὲ Φιλοκτήτην Ποιάντιον ἀγλαὸν υἱόν. πάντας δ'

Ἰδομενεὺς Κρήτην εἰσήγαγ' ἑταίρους, οἳ φύγον ἐκ πολέμου. Ἀτρείδην δὲ, καὶ αὐτοὶ

ἀκούετε. ὥστε ἦλθεν, ὥστ' Αἴγισθος ἐμήσατο κακὸν ὄλεθρον. Καὶ ὅρα τὴν ἐν τῷ

χωρίῳ τούτῳ γοργότητα, καὶ τὸ τῆς ἱστορίας ἐπίτροχον. ἔτι δὲ καὶ τὸ πολύσχημον

τὸ, εὖ μέν φασιν ἐλθεῖν τοὺς δεῖνα πληθυντικῶς. εὖ δὲ τὸν δεῖνα. πάντας δὲ ὁ δεῖνα

τοὺς μετ' αὐτοῦ περιεποιήσατο. τὸν δὲ δεῖνα, καὶ αὐτοὶ ἀκούετε τί πέπονθε.

συμβάλλεται δέ τι πρὸς πολυσχημοσύνην, καὶ τὸ τοὺς μὲν ἄλλους ὀνομάσαι, τὸν δὲ

Νεοπτόλεμον καὶ τὸν Ἀγαμέμνονα, πατρόθεν δηλῶσαι διὰ τὸ ἄγαν ἄλλως ἐπισήμους

εἶναι. ἀναφέρεται δὲ τὸ μὲν τῶν Μυρμιδόνων καὶ τὸ τοῦ Φιλοκτήτου, εἰς ἀόριστον

ἱστορίαν, ὡς δηλοῖ τὸ φασί. τὸ δὲ τοῦ Ἰδομενέως, εἰς εἴδησιν ἀκριβῆ. ἀποφαίνεται

γὰρ ὁ Νέστωρ, ἐπανελθεῖν οἴκοι αὐτόν τε καὶ πάντας οὐ τοὺς ἐξ ἀρχῆς αὐτῷ

συμπλεύσαντας, ἀλλ' ὅσοι οὐκ ἔπεσον ἐν μάχῃ. τὸ δὲ τοῦ Ἀτρείδου, εἰς ἀκουὴν

ὡρισμένην τε καὶ ἀόριστον ὡς δηλοῦται διὰ τοῦ καὶ αὐτοὶ ἀκούετε, ἤγουν καὶ ὑμεῖς

καὶ ἕτεροι. Ἐγχεσίμωροι δὲ ὡς καὶ ἐν Ἰλιάδι, οἱ αἰχμηταί. οἱ περὶ ἔγχη μεμορημένοι ὅ

ἐστι κακοπαθοῦντες, κατὰ ἔκτασιν τοῦ ˉο. ἢ ἐγχεσίωροι, ὡς ὥραν ἔχοντες τῶν

ἐγχέων, πλεονασμῷ τοῦ ˉμ (ῃερς. 189.) Υἱὸν δὲ Ἀχιλλέως, τὸν Νεοπτόλεμον λέγει ὃν

καὶ Πύῤῥον φασὶ κληθῆναι. ὡς καὶ Σοφοκλῆς διὰ τοῦ Φιλοκτήτου αἰνίττεται ἐν τῷ,

ὦ πῦρ σύ. περὶ οὗ φασί τινες, καὶ ὅτι Νεοπτόλεμος ἐπειδὰν τὸ μέχρι Θετταλίας

διεμέτρησε πέλαγος, ἐνέπρησεν ἃ εἶχε σκάφη, συμβουλῇ Θέτιδος. καὶ χρησθεὶς ὑπὸ

Ἑλένου, μένειν ὅπου ἂν οἴκῳ ἐντύχῃ θεμελίους μὲν ἔχοντι σιδηροῦς τοίχους δὲ

ξυλίνους καὶ ὄροφον ἐρεοῦν, καὶ πεζὸς ἐλθὼν εἰς τὴν παμβῶτιν λίμνην ἠπείρου,

εὗρέ τινας ἐκεῖ δόρατα πήξαντας καὶ χλαίνας καταπετάσαντας ἄνω, καὶ οὕτω

σκηνοῦντας καὶ συμβάλλει τὸν χρησμόν. καὶ οἰκεῖ ἐκεῖ. καὶ ἴσχει υἱὸν τὸν Μολοσσὸν

ἐξ Ἀνδρομάχης τῆς γυναικὸς Ἕκτορος, ἀφ' οὗ Μολοσσία ἡ χώρα. (ῃερς. 190.) Τὸ δὲ

Ποιάντιον διὰ διφθόγγου ὀφεῖλον γραφῆναι ὡς κτητικὸν, ἀποβολὴν ἔπαθε τοῦ ˉε

διὰ μέτρον. ὡς καὶ τὸ, αἰπύτιον παρὰ τύμβον ἐν Ἰλιάδι. καὶ τὸ, Αἰολίη νῆσος ἐν τοῖς

ἑξῆς. καὶ ἄλλα δὲ διάφορα. Ὅρα δὲ καὶ νῦν τὴν Ὁμηρικὴν εὐλογίαν ἐν τοῖς

ἐπιθέτοις. τούς τε γὰρ Μυρμιδόνας ἐπῄνεσεν ὡς ἐῤῥέθη, καὶ τὸν καλὸν τοξότην

Φιλοκτήτην. καὶ τὸν Ἀχιλλέα. καὶ τὸν αὐτοῦ υἱόν. τὸν δέ γε Ἰδομενέα, οὕτως ἁπλῶς

ἐξεφώνησε, διὰ ποικιλίαν καὶ τοῦτο γραφῆς. ἐποίησε δὲ καὶ κάλλος κομματικὸν ἐν

τῷ, ὥστ' ἦλθεν ὥστ' Αἴγισθος. (ῃερς. 195.) Ὅτι ἀμύνης δηλωτικὸν τὸ, ἀλλ' ἤτοι

κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισε. περὶ Αἰγίσθου δὲ ὁ λόγος, παθόντος οἷα ἔπαθεν ἐφ'

οἷς τὸν Ἀτρείδην ἀνεῖλε. Ἔστι δὲ σμυγερῶς, τὸ ἐπιπόνως. ὀδυνηρῶς. καὶ ὡς εἰπεῖν,

καυστικῶς. ἀπὸ τοῦ σμύχω τὸ καίω. ὅθεν τὸ, σμύξαι πυρὶ νῆας. τοῦ δὲ σμύχω,

δεύτερος ἀόριστος, ἔσμυγον. ὅθεν τὸ σμυγερόν. Τί δὲ ἀπέτισεν Αἴγισθος; ἢ πάντως

ὅπερ ὤφειλε. τόδε ἦν, τὸ μὴ θανεῖν ἁπλῶς ἀλλὰ σμυγερῶς. (ῃερς. 190.) ὅτι γνωμικὸν

τὸ, ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι ἀνδρός. ἐν ᾧ ἀπὸ κοινοῦ νοητέον

τὸ, ἀγαθὸν παῖδα. τί γὰρ ἄλλως ἀγαθὸν ἐὰν ἐξώλης υἱὸς πατέρα ἀγαθὸν διαδέχοιτο.

οὕτω καὶ ἐν τῷ, ἀγαθὴ παραίφασις ἑταίρου, τὸ ἀγαθοῦ ἀπὸ κοινοῦ συνεπινοεῖται.

ἵνα λέγῃ ἀγαθὴν παραίφασιν, τὴν τοῦ ἀγαθοῦ ἑταίρου. (ῃερς. 199.) Ὅτι χρήσιμον εἰς

προτροπὴν εὐγενοῦς τὸ, καὶ σὺ φίλος, μάλα γάρ σ' ὁρέω καλόν τε μέγαν τε. καὶ ἑξῆς,

ὡς ἐν τῇ ˉα ῥαψῳδίᾳ ἡ Ἀθηνᾶ ἔφη. ταυτὰ εἰποῦσα οἷς ἐνταῦθα ὁ γέμων Ἀθηνᾶς

Νέστωρ, φησίν. ὡς καὶ ἀλλαχοῦ πεποίηταί τι ὅμοιον. (ῃερς. 2.) Ὅτι χρηστολογηθεὶς

ὁ Τηλέμαχος ἐν οἷς πρὸ μικροῦ πατρῴζειν ἐν λόγοις ἤκουσε πρὸς τοῦ Νέστορος, καὶ

θαῤῥήσας, καὶ ἐν φρεσὶν ἤδη νοῶν ὡς ἡ Ἀθηνᾶ εἶπε, κατά τινα δαιμονίαν ὑποθήκην

λαλεῖ πρὸς τὸν ῥήτορα Νέστορα, ὅσα ὁ ποιητὴς δηλοῖ. προθεὶς ἔπαινον τοῦ γέροντος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

138

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!