18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὡς οὐκ ἀηδῶς αὐτῷ τὰ κατὰ τέχνην ἐποιεῖτο ἀλλὰ ῥᾳδίως ὡς καὶ ᾄδειν γράφοντα.

∆άπεδον δὲ οὐ γῆν ὕπαιθρον ἐνταῦθα δηλοῦν ἔοικεν, ἀλλὰ τὸ τοῦ δώματος ἐμβαδόν.

ἐξ αὐτοῦ δὲ τὸ πᾶν δῶμα δηλοῦται, ἠχῆεν δηλαδὴ ὄν. (ῃερς. 224.) Ὅτι Πολίτης

κύριον ἀρχικὸς ἀνὴρ κήδιστος ἑτάρων ἦν κεδνότατός τε τῷ Ὀδυσσεῖ. (ῃερς. 225.)

ἔστι δὲ κήδιστος μὲν ὁ φίλτατος, οὗ μάλιστα κήδεταί τις. Κεδνότατος δὲ κατὰ τοὺς

παλαιοὺς, ὁ φροντιστικώτατος, ὅ ἐστι σοφώτατος ἢ συνετώτατος. ἔστι δὲ καὶ ἐν

Ἰλιάδι Πολίτης κύριον. (ῃερς. 230.) Ὅτι φθεγξαμένων τῶν περὶ Ὀδυσσέα ἔξωθεν καὶ

καλεσάντων ταχὺ ἐξελθοῦσα ἡ Κίρκη θύρας ὤϊξε φαεινὰς, καὶ κάλει. οἳ δ' ἅμα (ῃερς.

231.) πάντες ἀϊδρείῃσιν ἕποντο. οὕτω γὰρ ἡ ἡδονὴ ἐφολκὸν εἰς ἣν ἀλληγορεῖται ἡ

Κίρκη, ἅμα καλουμένη καὶ ὑπακούσασα καὶ εἰσδεχομένη τοὺς μὴ ἴδμονας. (ῃερς.

232.) Εὐρύλοχος δέ φησιν ὑπέμεινε, τουτέστιν ἔμεινεν, οὐκ ἠκολούθησεν,

ὀϊσσάμενος δόλον εἶναι, ὁποῖά τις ἴδρυς, ὠΐσσατο δὲ δόλον, διά τε τὸ αἶψα ἐξελθεῖν

τὴν Κίρκην, καὶ τὸ καλέσαι δίχα ἐρωτήσεως, ἢ διὰ τὸ μόνην ὀφθῆναι, καὶ διὰ τὴν

ἡμερότητα δέ φασι τῶν θηρίων. (ῃερς. 230.) Τὸ δὲ ἐξελθοῦσα θύρας ὤϊξε,

πρωθύστερόν ἐστιν. ὤφειλε γὰρ εἰπεῖν ὡς θύρας οἴξασα ἐξῆλθεν. (ῃερς. 231.) Ἡ δὲ

παραλήγουσα τῆς ἀϊδρείας διὰ διφθόγγου ἀεὶ γράφεται, διὰ τὴν κλίσιν τοῦ, ἴδρις

ἴδρεως, ὡς ὄφεως. (ῃερς. 233.) εἶτα διασκευάζων καὶ οἷος ἦν ὁ τῆς Κίρκης δόλος,

ἐπάγει· εἷσεν δ' εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε. ἐν δέ σφιν τυρόν τε καὶ

ἄλφιτα καὶ μέλι χλωρὸν οἴνῳ Πραμνείῳ ἐκύκα. ἀνέμισγε δὲ σίτῳ (ῃερς. 236.)

φάρμακα λυγρά. ὃ ταυτόν ἐστι τῷ, κακὰ φάρμακα. ὧν ἐνταῦθα τέλος ἡ τῆς πατρίδος

λήθη. φησὶ γοῦν· ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης. τοιοῦτον γὰρ ἡ ἡδονὴ, ἑαυτῆς

μόνης ποιουμένη τὸν τρυφῶντα, τῶν δὲ σπουδαιοτέρων ἀπάγουσα. αὐτὰρ ἐπεί φησι

δῶκέν τε καὶ ἔκπιον, αὐτίκ' ἔπειτα ῥᾴβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ. ἤγουν

καθείργνυεν ἐν μάνδραις χοίρων. (ῃερς. 239.) εἶτα ὡς αὐτόχρημα τοιούτων

γινομένων οἳ τὸν κυκεῶνα ἐκπίωσιν ἐπιφέρει· οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν

τε τρίχας τε καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος ὡς τὸ πάρος περ. (ῃερς. 241.) διὸ καὶ

κλαίοντες ἐέρχατο οἷα νοοῦντες ὃ ἔπαθον. ἐπεὶ δὲ οὐ παράμονος ἡ ἡδονὴ, ἀλλ' ἐπὶ

βραχὺ κολακευτικῶς δελεάσασα καὶ θέλξασα κατὰ φαντασίαν ἀγαθοῦ τινὸς, εἶτα

ἐνάγει τοῖς χείροισι, καὶ οὐκέτι μετὰ τὸν κυκεῶνα καὶ τὴν ἀποχοίρωσιν (ῃερς. 242.)

ἡδέως εὐωχεῖ τοὺς μεταβληθέντας ἀλλὰ πρεπόντως ἀλόγοις φησί. τοῖσι δὲ Κίρκη

παρ' ἄκυλον βάλανόν τ' ἔβαλε κρανείης ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν

ἔδουσιν. εἰ μὲν οὖν καὶ τοὺς παρὰ τῇ Κίρκῃ λύκους καὶ τοὺς λέοντας ὁ κυκεὼν ὁ

ῥηθεὶς μετεποίει, οὐκ ἔστιν ἐκ τοῦ ποιητοῦ γνῶναι. τοὺς δὲ ὡς (ῃερς. 241.) ἐῤῥέθη

χοίρους τὸ τοῦ κυκεῶνος πόμα ἐξ ἀνθρώπων ἐποίει. περὶ ὧν ἡ ἀλληγορία τοιαῦτα

φησί. Κίρκη ἡ κατὰ τὰ γευστὰ ἡδονὴ, καὶ ἡ ἐκ τρυφῆς κατασάρκωσις. ᾗπερ οἱ

ἐμπελάσαντες ἐκθηριοῦνται μὲν οἷον τῇ ἀλογίᾳ. καὶ οὐ μόνον ἄλλως ἀλογίζονται

πολυτρόπως, ἀλλὰ καὶ εἰς χοίρους μεταποιοῦνται χαμαιευνάδας, κάτω βρίθοντες καὶ

ἀνακύπτειν οὐκ ἔχοντες. ὁ νοῦς μέντοι 1.379 αὐτοῖς οὐκ ἀπόλλυται, ἀλλὰ

ζωπυρεῖται ὑποσμυχόμενος. διὸ μικρὸν ὅσον ὁ φιλόσοφος Ὀδυσσεὺς ἐλθὼν

ἐπαναλήψεται τοὺς φίλους εἰς ἀνθρωπότητα, εἰ καὶ ἄλλως ἀϊστωθῆναι τῷ

Εὐρυλόχῳ δοκοῦσι καὶ μὴ ἂν ἐκφανήσεσθαι. ὃς δὴ Ὀδυσσεὺς οὐδὲ τὴν ἀρχὴν εἰ

παρῆν, εἴασεν ἂν μεταβολὴν ἐκείνους παθεῖν. καὶ εὑρήσει μὲν αὐτοὺς σιάλοις

ἐοικότας ἐννεώροις, ἀποκαταστήσει δὲ εἰς τὸ πρὶν εἶδος, κατεξαναστὰς ἐμβριθῶς τῆς

τρυφῆς Κίρκης ὡς ἐν τοῖς ἑξῆς φανήσεται. Ὅτι δὲ εἰς ἀλογίαν τινὰ ἡ Κίρκη

ἀλληγορεῖται, δηλοῖ φανερῶς καὶ ὁ γράψας ὅτι οὓς οὐ προσορῶσιν αἱ Μοῦσαι,

τούτους ποτῷ δηλήσατο Κίρκη, ὡς τῶν ἀμούσων ἀλογίστων ὄντων. (ῃερς. 235.)

Ἰστέον δὲ ὅτι καὶ βρωτὸν καθ' Ὅμηρον ὁ ῥηθεὶς κυκέων ἦν, ὡς δηλοῖ τὸ, βαλέει δ'

ἐν φάρμακα σίτῳ. καὶ τὸ, ἀνέμισγε δὲ σίτῳ φάρμακα. καὶ ποτὸν δὲ ἦν ὁ αὐτὸς, ὡς

δῆλον ἐκ τοῦ, ἐπεὶ δῶκέν τε καὶ ἔκπιον. (ῃερς. 237.) ἤγουν ὅλον ἐξέπιον. καὶ, ὄφρα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

431

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!