18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀνήροτοι καὶ εὔκαρποι. χηρεύουσα δὲ αὕτη ἀνδρῶν βόσκει αἶγας ἀντ' αὐτῶν. Τὸ δὲ

μηκᾶσθαι ὅτι αἰγῶν μιμεῖται φωνὴν ὅθεν καὶ μηκάδες αἶγες, δῆλον. καθὰ καὶ ὅτι

προβάτων τὸ βληχᾶσθαι. καὶ ἄλλων δὲ ἄλλαι μιμήσεις τῆς φωνῆς. (ῃερς. 126.) Ὅρα

δὲ καὶ ὅτι τὸ, νέες πάρα καὶ ἔνι τέκτονες, καθ' ὁμοιότητα παράκεινται. τὸ εἶναι γὰρ

δηλοῦσι καὶ ἄμφω. ἔστι γὰρ πάρα μὲν, ἀντὶ τοῦ πάρεισιν. ἔνι δὲ, ἀντὶ τοῦ ἔνεισι.

(ῃερς. 125.) Μιλτοπάρῃοι δὲ ἁπλῶς οὕτω κεῖνται καὶ οὐ πρὸς διαστολήν. Κύκλωψι

γὰρ οὔτε τοιαῦται νῆες εἰσὶν οὔτε κυανοπρώρειοι. (ῃερς. 126.) Τὸ δὲ κάμοιεν νῆας

ἐνεργητικῶς καὶ νῆσον ἐϋκτημένην ἐκάμοντο παθητικῶς τὴν αὐτὴν ἔχουσιν

ἔννοιαν. ἐπειδὴ καὶ κάματός ἐστιν ἐν ἀμφοῖν. λαμβάνεται γὰρ ἡ τοῦ καμεῖν λέξις

νῦν κοινότερον ἀντὶ τοῦ ποιεῖν, μετὰ πόνου μέντοι. ἢ ἀντὶ τοῦ τελεῖν, ὡς δηλοῖ τὸ,

αἵ κεν τελέοιεν ἕκαστα. (ῃερς. 128.) Τὸ δὲ οἷά τε πολλὰ, ἔλλειψιν ἔχει προθέσεως, ἵνα

λέγῃ δι' οἷα πολλὰ αἴτια καὶ πράγματα ἐπ' ἀλλήλους περῶσιν ἄνθρωποι. (ῃερς. 131.)

Τὸ δὲ φέροι δέ κεν ὥρια πάντα, οὐχ' ὅτι νῦν φέρει, ἀλλ' ὅτι ἀγάγοι ἂν ἐν καιρῷ, εἰ

μὴ κατεβόσκετο ὑπὸ αἰγῶν. δηλοῖ δὲ ἂν τὸ, φέρειν ὥρια πάντα, γῆν εὔφορον εἰ καὶ

ἄλλως αἰγίβοτος. (ῃερς. 132.) Ὄχθας δὲ ἁλὸς, τοὺς αἰγιαλοὺς λέγει. (ῃερς. 133.) Ὅτι

δὲ καὶ ὑδρηλὸς ὁ κυρίως λειμὼν καὶ ποιήεις δὲ, ἤδη δὲ καὶ λεχεποίης καὶ διατοῦτο

μαλακὸς, δῆλόν ἐστι. καὶ ὡς οἱ τοιοῦτοι τόποι δεξιοὶ εἰς ἀμπέλων φυτείαν, ὧν ἡ

νῆσος αὕτη στέρεται ὡς ἔρημος, οὐ γὰρ ἂν, εἴπερ ἦσαν, ἐσίγησεν αὐτὸ Ὅμηρος. ποιεῖ

δὲ τοῦτο ἡ φύσις διὰ τὸ μὴ εἶναι τοὺς χρῄζοντας ἐπείπερ 1.329 ἡ νῆσος ἀοίκητος,

ἴσως δὲ καὶ οὖσαι οὐκ ἐποίουν οἶνον ἐριστάφυλον, ἀλλὰ συνετέλουν ἁπλῶς καὶ

αὐταὶ τῇ νήσῳ εἰς τὸ εἶναι ὑλήεσσαν. (ῃερς. 133.) Ὅρα δὲ καὶ ὡς μνησθεὶς τόπου

δεξιοῦ εἰς ἀμπελοποιΐαν καὶ εἰς ληΐου κατασπορὰν ἐπήγαγεν ἀποστατικῶς κατά τι

κάλλος δι' ἐπαναφορᾶς τὸ, μάλα ἂν ἄφθιτοι ἄμπελοι εἶεν. καὶ τὸ, μάλα ἂν βαθὺ

λήϊον ἀμῷτο, καλῶς ἀπονείμας ἀμπέλοις μὲν τὸ ἄφθιτον διὰ τὸ μακρόβιον, ληΐῳ δὲ

ἐπετεσίῳ μόνον τὸ βαθύ. Ὅτι δὲ σχῆμα ἐπαναφορᾶς τὸ, μάλα ἄφθιτοι καὶ μάλα βαθὺ

διὰ τὸ εἰς τὴν αὐτὴν λέξιν ἐπαναφέρειν, δῆλόν ἐστι. (ῃερς. 135.) Τὸ δὲ εἰς ὥρας, ἐξ

Ὁμήρου λαβόντες οἱ Ἀττικοὶ φασὶν ἐπὶ ἀρᾶς τὸ, μὴ ἐς ὥρας ὁ δεῖνα ἵκοιτο, ἀλλὰ

δηλαδὴ πρὸ ὥρας ἐκθερισθείη. Ἐν δὲ τῷ, οὔτ' εὐνὰς βαλέειν, τουτέστι κατὰ βυθοῦ

ἀγκύρας ῥίψαι, (ῃερς. 137.) οὔτε πρυμνήσι' ἀνάψαι ὅ ἐστιν ἐκδῆσαι, περιτταὶ αἱ

ἀρνήσεις. ὀρθὸν γὰρ εἰπεῖν ὅτι οὐ χρεία πείσματος ἤτοι ἀπογείου σχοινίου ὡς ἢ

εὐνὰς βαλεῖν δι' αὐτοῦ ἢ πρυμνήσια ἀνάψαι. Ἐκ δὲ τοῦ, εὐνὰς βαλέειν, τὸ

ἀγκυρηβόλιον παρὰ τοῖς μεθ' Ὅμηρον συντέθειται ἐπείπερ εὐναὶ ποιητικῶς

πολλαχοῦ αἱ ἄγκυραι. (ῃερς. 138.) Τὸ δὲ κέλλειν, πρωτότυπόν ἐστι καὶ ἐξ αὐτοῦ κατὰ

πλεονασμὸν τὸ ὀκέλλειν. τρὶς γοῦν ἐνταῦθα χρᾶται τῇ λέξει δίχα τοῦ ˉο ἐν τῷ,

ἐπικέλσαντας μεῖναι. καὶ, νῆας ἐπικέλσαι. καὶ, κελσάσῃσι δὲ νηυσί. καὶ ἔοικεν ἐκ τοῦ

τοιούτου κέλλειν καὶ κόλπος λέγεσθαι, ὅπου δηλαδὴ νῆες κέλλουσιν. Ἐν δὲ τῷ,

εἰσόκε ναυτέων θυμὸς ἠδύνατο μὲν γράψαι ναυτῶν θυμός. προείλετο δὲ τὸ διὰ

χασμῳδίαν σεμνότερον. (ῃερς. 139.) Τὸ δὲ ἐπιπνεύσωσιν ἀῆται, κατὰ τὸ ἐπὶ πλεῖστον

εἴρηται. ὡς ἐπὶ πολὺ γὰρ ἀνέμου πνεύσαντος ἐκ λιμένων ἀναγόμεθα εἴγε θυμὸς

ἐποτρύνῃ. (ῃερς. 140.) Κρᾶτα δὲ λιμένος λέγει, ὡς καὶ κορυφὴν ὄρους καὶ εἴ τι που

τοιοῦτον. Ἐν δὲ τῷ, (ῃερς. 141.) κρήνη ὑπὸ σπείους, ἀγαθόν τι προσμαρτυρεῖται τῇ

νήσῳ καὶ ἡ σπηλαιώδης κατάδυσις. ὅλως δὲ εἰπεῖν, τῆς τῶν Κυκλώπων γῆς

ὑποκόρισμα ἡ ῥηθεῖσα νῆσος ἐστὶν, ὡς τῷ ἐγγὺς εἶναι μετέχουσά πως αὐτῆς. Πρὸς

σαφήνειαν δὲ τοῦ, ἀγλαὸν ὕδωρ ἐπῆκται τὸ, κρήνη. ἵνα μὴ τέλμα τυχὸν ἢ ἑτεροία τις

ὑγρότης τοιαύτη νοηθείη ἀπόῤῥοιαν ἔχουσα. (ῃερς. 142.) Ὅτι εὐτυχοῦς νυκτερινοῦ

κατάπλου δήλωσις τὸ, ἔνθα κατεπλέομεν μήτε ἰδόντες μήτε ἀκούσαντες. ἀλλὰ πῶς;

θεὸς ἡγεμόνευε νύκτα δι' ὀρφαίην. οὐδὲ προὐφαίνετ' ἰδέσθαι, ἀὴρ γὰρ περὶ νηυσὶ

βαθεῖα ἦν, οὐδὲ σελήνη οὐρανόθεν προὔφαινε, κατείχετο δὲ νεφέεσσι. (ῃερς. 145.)

Καὶ ὅρα τὸ, κατείχετο νεφέεσσιν. ὅπερ ὅμοιον ἐστί πως τῷ, ποίμνῃσι καταίσχεται ὃ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

374

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!