18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καθέζετ' ἐπὶ θρόνου Ὀδυσσεὺς, ἔνθεν ἀνέστη Ἑρμείας. δι' οὗ ἔστιν ὑπονοῆσαι

ἀλληγορικῶς, περὶ τὸ αὐτοῦ ὑποκείμενον ἱδρύσθαι τόν τε λόγον καὶ τὸν αὐτοῦ

μετέχοντα φιλόσοφον ἄνδρα ὁποῖος καὶ Ὀδυσσεύς. ἔχοι δ' ἄν τις τὸ τοιοῦτον εἰπεῖν

ῥητὸν, καὶ ὅτε λογίου ἀνδρὸς σχολὴν, ἕτερος ὅμοιος αὐτῷ διαδέξεται. (ῃερς. 197.) Τὸ

δὲ τὴν Καλυψὼ ἐνταῦθα τῷ μὲν Ὀδυσσεῖ παραθεῖναι οἷα βροτοὶ ἔδουσιν αὐτὴν δὲ

ἄλλως τρυφᾶν, λαβὰς δίδωσι κατὰ γυναικὸς τρυφώσης ὑπὲρ τὸν ἄνδρα. (ῃερς. 199.)

φησὶ γάρ. τῇ, δὲ παρ' ἀμβροσίην δμωαὶ καὶ νέκταρ ἔθηκαν. ὧν δηλαδὴ ἐὰν

μετελάμβανε καὶ Ὀδυσσεὺς, ἀθάνατος ἦν ἂν κατὰ τὴν Καλυψὼ, τὴν καὶ βουλομένην

αὐτὸ καθὰ ἐκείνη πρὸ ὀλίγων ἔφη. δῆλον δὲ ὡς ἀρέσκει τῷ μύθῳ, ἀθανατίζεσθαι τὸν

γευσάμενον ἀμβροσίας καὶ νέκταρος. ἔχει δέ τι καὶ κολακείας ὁ τοιοῦτος τόπος ἐν ᾧ

ἡ μὲν Καλυψὼ παρατίθησι τῷ Ὀδυσσεῖ, αἱ δὲ δμωαὶ τῇ Καλυψοῖ. (ῃερς. 4.) Ὅτι πρὸς

φίλον ἐπικινδύνως οἴκαδε ἀπιόντα, εἰκὸς ῥηθῆναι τὸ, οὕτω νῦν οἶκονδε φίλην ἐς

πατρίδα γαῖαν αὐτίκα νῦν ἐθέλεις ἰέναι, σὺ δὲ χαῖρε καὶ ἔμπης. εἴγε μὲν εἰδείης σῇσι

φρεσὶν ἅσσα τοι αἶσα κήδε' ἀναπλῆσαι ἐνθάδε αὖθι μένων παρ' ἐμοὶ, τόδε δῶμα

φυλάσσοις. (ῃερς. 215.) Πρὸς ταῦτα δὲ ὁ φιλοπάτρις εἴποι ἂν, οἶδα καὶ αὐτὸς πάντα

μάλα. ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα οἴκαδέ

τ' ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι. εἰ δ' αὖ ῥαίῃσι θεὸς, τλήσομαι ἐνὶ στήθεσσιν

ἔχων ταλαπενθέα θυμόν. εἰ δὲ καὶ πολύτλας ὁ τοιοῦτος ἐστὶ, προσθήσει καὶ τὰ

ἐφεξῆς. ἤδη γὰρ μάλα πολλ' ἔπαθον καὶ πόλλ' ἐμόγησα κύμασι καὶ πολέμῳ, μετὰ καὶ

τόδε τοῖσι γενέσθω. Ὀδυσσέως δὲ ταῦτα λέγοι. (ῃερς. 223.) ὃς καὶ ἐκ τούτων τλήμων

συνάγεται, ὁ καὶ συντεμὼν ῥητορικῶς ἐν δυσὶ λέξεσι τὰ κατ' αὐτὸν μυρία πάθη.

(ῃερς. 224.) Τὸ γὰρ κύμασι καὶ πολέμῳ, τὸ μὲν τὰ περὶ Τροῖαν δηλοῖ, τὸ δὲ, τὰ κατὰ

θάλασσαν. (ῃερς. 7.) Ὅρα δὲ τὸ αὐτίκα νῦν, παραλλήλως δηλοῦντα τὸ αὐθωρόν. ἔστι

δὲ ταυτόνοια καὶ ἐν τῷ, ἐνθάδε αὖθι. ὁ αὐτὸς γὰρ νοῦς ἐν ἀμφοῖν. (ῃερς. 8.) ὅμοιον

δὲ καὶ τὸ, ἐθέλω καὶ ἐέλδομαι. καὶ τὸ, οἴκαδε ἐλθεῖν καὶ νόστιμον ἦμαρ ἰδέσθαι.

εἰκὸς δὲ ἀγωνιῶσαν τὴν Καλυψὼ μὴ ἐνευκαιρεῖν ἐπιχύσει νοημάτων, ἀλλὰ συχνὰ

ταυτολογεῖν. ὁ μέντοι ῥήτωρ Ὀδυσσεὺς τοσοῦτον ἀπέχει τοῦ οὕτω πολυλογεῖν. ὥστε

καὶ τὰς ἀμυθήτους πράξεις τε καὶ πάθας, δυσὶν ἐμφῆναι ὀνόμασι τῷ, κύματα, καὶ τῷ,

πολέμους. (ῃερς. 6.) Τὸ δὲ εἰδείης, ἐκ τοῦ εἴδω εἴδοιμι γίνεται, κατὰ μεταπλασμόν.

ὁμοίως τῷ περιπατοῖμι περιπατοίην, καὶ τοῖς ὁμοίοις. (ῃερς. 8.) Τὸ δὲ τόδε δῶμα

φυλάσσοις, ἀστείως ἐῤῥέθη ἀντὶ τοῦ ἐπιμελῶς αὐτὸ κατέχοις καὶ κατὰ σπουδὴν

δίκην φύλακος. (ῃερς. 221.) Τοῦ δὲ ῥαίειν ὅ ἐστι φθείρειν, πρωτότυπον τὸ ῥῶ. ὡς καὶ

τοῦ κλαίειν καὶ καίειν, τὸ κλῶ καὶ κῶ. (ῃερς. 211.) Ὅτι βαρυνομένη ἡ Καλυψὼ ἐφ'

οἷς ἱμείρεται Ὀδυσσεὺς ἰδέσθαι τὴν αὐτοῦ ἄλοχον ἧς αἰὲν ἐέλδεται ἤματα πάντα,

φησί. οὐ μέν θην ἤγουν οὐ μὴν δὴ, κείνης γε χερείων εὔχομαι εἶναι, οὐ δέμας οὐδὲ

φυήν. ἔπαινος δὲ γυναικὸς ἀγαθῆς ταῦτα ὡς καὶ ἐν Ἰλιάδι κεῖται. (ῃερς. 212.) Εἶτα

ἐπάγει πρὸς λόγου κατασκευὴν τὸ, ἐπεὶ οὔπως οὐδὲ ἔοικε θνητὰς, ἀθανάταις δέμας

καὶ εἶδος ἐρίζειν. διὸ καὶ μέγας ἔπαινος γυναικὸς τὸ, θεαῖς εἰς ὦπα ἐῴκει. (ῃερς. 213.)

Ὅρα δ' ἐνταῦθα τὸ, δέμας καὶ εἶδος ταυτὸν ἴσως ὂν ὡς εἴπερ ἔφη δέμας καὶ φυήν. καὶ

οὕτω μὲν ἡ Καλυψὼ μετριώτερον. (ῃερς. 215.) Ὀδυσσεὺς δὲ παραιτησάμενος

συγγνώμην ἐφ' οἷς προαιρεῖται οἴκαδε νοστῆσαι, φησί. πότνα θεά. μή μοι τόδε χώεο.

οἶδα καὶ αὐτὸς πάντα μάλ' οὕνεκα σεῖο περίφρων Πηνελόπεια εἶδος ἀκιδνοτέρη

μέγεθός τε εἰς ὦπα τ' ἰδέσθαι. ἡ μὲν γὰρ βροτός ἐστι. σὺ δ' ἀθάνατος καὶ ἀγήρως.

ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι καὶ τὰ ἑξῆς ὡς προσεχῶς ἀνωτέρω ἐγράφη. Καὶ ὅρα

τὴν διὰ παντὸς τοῦ λόγου δεινότητα. τὸ τραχύ τε γὰρ τοῦ λόγου ἐλέανε ζητήσας ὡς

ἐῤῥέθη συγνώμην, καὶ τῷ καταρτικῷ ἐπιθέτῳ ἐκολάκευσε. πότναν θεὰν προσειπὼν

τὴν Καλυψώ. καὶ τῇ συντόμῳ συγκρίσει ἐταπεί 1.9 νωσε τὴν Πηνελόπην. (ῃερς. 216.)

ὅμως μέντοι ἄλλως λεληθότως ἐσέμνυνεν ἐκείνην, παραῤῥίψας ἔπαινον τὸ,

περίφρων Πηνελόπεια. οὗ ἕνεκεν δοκεῖ ἐκείνην φιλεῖν. μονοννουχὶ φάμενος, ὡς εἰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

237

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!