18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐγὼ τὸν Ὀδυσσέα ἐλόευν. οὗ ἐνεστὼς τὸ λοέω. ἐξ οὗ τὸ λοετρόν. τούτων δὲ

συναίρεσις, τὸ λούειν καὶ τὸ λουτρόν. Σκοπητέον δὲ εἴπερ ὁ ποιητὴς πολλαχοῦ

ἐπιτηδεύεται ἱστορεῖν ὑπὸ γυναικῶν ἄνδρας λούεσθαι, ἵνα καὶ τὸ κατὰ τὴν Ἑλένην

ἐνταῦθα λουτρὸν δόξῃ πιθανόν. λούει δέ φασιν Ἑλένη τὸν Ὀδυςσέα ἐπίτηδες, ἵνα τῇ

γυμνώσει τῶν ῥακέων, ἀπελέγξῃ ἀρνούμενον. καὶ ἴσως μάλιστα ἐκ τῆς περὶ τὸν

μηρὸν οὐλῆς, ἣν ἀπὸ πληγῆς εἶχεν ἀγρίου συὸς, εἰς λαμπρὸν παράσημον ὡς

φανήσεται. ἄλλως γὰρ, ἦν καὶ ὑφ' ἑτέρων αὐτὸν γυναικῶν λουσθῆναι. (ῃερς. 254.)

Τὸ δὲ ἀναφῆναι, δηλοῖ μὲν τὸ δεῖξαι τὸν ὡς ἐῤῥέθη κατακρυβέντα. γέγονε δὲ ἀρχὴ

δικαστικῆς λέξεως παρ' Ἀττικοῖς, τοῦ φαίνειν ὡς ἐν κατηγορίᾳ. ὅθεν καὶ τὸ

συκοφαντεῖν γίνεται. φαίνει γὰρ καὶ ὁ συκοφάντης τοὺς συκοκλέπτας, ὡς ἡ ἱστορία

λέγει. Ἐν δὲ τῷ, μὴ πρὶν Ὀδυσσέα Τρωσὶν ἀναφῆναι πρὶν αὐτὸν ἐς νῆας ἱκέσθαι,

εἴπερ μὴ δοκεῖ πιθανὸν ἢ εὐλόγιστον τὸ ἀναφῆναι ὅλως τὸν Ὀδυσσέα Τρωσὶν,

ἐνθυμητέον τὴν δύναμιν τοῦ, μὴ πρὶν ποιῆσαι τό δέ τι πρὶν ἂν τόδε γένηται. ἥτις ἐν

τῇ ˉα ῥαψῳδίᾳ τῆς Ἰλιάδος κεῖται. καὶ φανεῖται ἐκεῖθεν, ὡς οὐκ εἰκὸς τὴν Ἑλένην

εἰπεῖν τοῖς Ἰλιεῦσι περὶ τοῦ Ὀδυσσέως οὐδὲ ὅτε εἰς νῆας καὶ κλισίαςἀφίκετο αὐτός.

(ῃερς. 250.) Ἰστέον δὲ ὅτι ἐν μὲν τῷ, ἀνέγνων, οὐ περιττῶς ἀλλ' ἀναγκαίως κεῖται ἡ

πρόθεσις ὡς καὶ ἐν τῷ ἀνανεῦσαι καὶ ἀναδικάσαι καὶ τοῖς ὁμοίοις, ἐν δὲ τῷ

ἀναφῆναι παρέλκει ἡ πρόθεσις. (ῃερς. 256.) Ἐν δὲ τῷ, καὶ τότε δή μοι, περιττὸς

κεῖται ὁ καˉι σύνδεσμος. Ἐν δὲ τῷ, πολλοὺς δὲ κτείνας, δοκεῖ παρ' Ἑλένης λαβεῖν τὸ

ξίφος ὁ Ὀδυσσεὺς κατὰ τὸ σιωπώμενον. οὐ γὰρ δήπου αὐτὸς εἶχεν ὁ ἐπαίτης ὁ

ῥακενδύτης. οὕτω καὶ πρὸ ὀλίγων δμωαὶ τοὺς ξένους ἔλουσαν, κελευσθεῖσαι ὑπὸ

Μενελάου. εἰ καὶ Ὅμηρος ἐσίγησε τοῦτο διὰ τὸ μὴ ἀναγκαῖον τοῦ λόγου. (ῃερς. 258.)

Τὸ δὲ κατὰ δὲ φρόνιν ἤγαγε πολλὴν, ἤγαγε πολλὴν, ἢ κατά τι ὑπερβατὸν νοητέον

ἵνα λέγῃ ὅτι κατήγαγεν εἰς τοὺς Ἕλληνας φρόνιν ὅ ἐστι φρόνησιν πολλὴν

συνετώτατος δόξας. ἢ καὶ ἄλλως, ἤγαγε καταφρόνησιν τῶν Τρώων πολλήν. τήν τε

Ἑλένην ὡς εἰκὸς ἀναπείσας. καὶ τὸ τεῖχος ἀναμετρήσας. καὶ τὰ Τρωϊκὰ μαθὼν

βουλεύματα. καὶ τὰς πύλας δὲ γνοὺς διὰ τὸν μηχανηθησόμενον δούρειον ἵππον,

ὅσον εἶχον διάστημα. ἢ καὶ τὸ παλλάδιον ἁρπάσας περὶ οὗ καὶ ὁ Λυκόφρων ἱστορεῖ.

ταῦτα γὰρ αἴτια φασὶ τοῦ καταδῦναι τὸν Ὀδυσσέα λάθρα εἰς Τροῖαν. αἰκισάμενον

ἑαυτὸν ἵνα ὡς ἐχθραίνων τοῖς Ἀχαιοῖς καὶ τῷ βασιλεῖ, προσδεχθείη τοῖς πολεμίοις.

συλλαλεῖ δὲ τῇ κατ' ἀμφιβολίαν δευτέρᾳ Ὁμηρικῇ ἐννοίᾳ καὶ ὁ τῶν Ὀδυσσειακῶν

μεταβολεὺς ∆ημοσθένης. εἰπὼν ὅτι Ὀδυσσεὺς ὅσα ἐβουλήθη διαπραξάμενος

καταφρονητικῶς πάνυ, οὕτως ἐπανῆλθεν εἰς τὸ στρατόπεδον τῶν Ἑλλήνων. οἱ

μέντοι νεώτεροι, φρόνιν τὴν λείαν ἀπεδέξαντο. ἵνα καὶ ληϊσάμενός τι νοοῖτο ἐκ τῆς

Τροίας ὁ Ὀδυσσεύς. Ἰστέον δὲ ὡς ἐκ τοῦ, κατήγαγε φρόνιν ὡς προσεχῶς ἐῤῥέθη,

ἔλαβον ἀρχὴν οἱ μεθ' Ὅμηρον λέγειν, κατήγαγεν ὁ δεῖνα θρίαμβον. ἤγουν προῆλθε

μετὰ θριάμβου. (ῃερς. 260.) Τὸ δὲ νέεσθαι ἂψ οἶκον, συντετηρημένως ἐγράφη πρὸς

δήλωσιν τοῦ νοστῆσαι. ἄλλως γὰρ, νέεσθαι λέγεται ὡς καὶ πρὸ ὀλίγων ἐφάνη, τὸ

ἁπλῶς πορεύεσθαι. (ῃερς. 261.) Τὸ δὲ μετέστενον. ὅμοιόν ἐστι τῷ μετανοεῖν. (ῃερς.

262.) Τὸ δὲ ἤγαγε κεῖσε περὶ Ἀφροδίτης εἶπεν ἡ Ἑλένη σεμνύνουσα ἑαυτήν. ὀκνεῖ

γὰρ μνησθῆναι τοῦ ἀληθῶς ἀγαγόντος αὐτὴν εἰς Τροῖαν Πάριδος. (ῃερς. 263.) Τὸ δὲ

νοσφισαμένη, γράφεται μὲν καὶ αἰτιατικὴ, διὰ τὴν Ἑλένην. δηλοῖ δὲ τὴν νόσφι καὶ

χωρὶς ποιησαμένην. ἐπὶ γὰρ τοῦ ἰδιοποιεῖσθαι, οὐδαμοῦ παρὰ τῷ ποιητῇ κεῖται τὸ

νοσφίζεσθαι. ἔστι δὲ χρῆσις καὶ ἐν Ἰλιάδι τῆς τοιαύτης λέξεως. Ἐν τούτοις δὲ,

σημείωσαι καὶ ὅτι Πηνελόπη μέν που ἐρεῖ τὴν Τροῖαν κακοΐλιον οὐκ ὀνομαστήν.

Ἑλένη δ' ἐνταῦθα οὐδὲ ὀνομάζειν ὅλως αὐτὴν ἐθέλει. ἀνωτέρω μὲν γὰρ, δυσμενέων

πόλιν εὐρυάγυιαν εἶπεν. εἶτα Τρώων πόλιν. ἐνταῦθα δὲ, ὅτε με ἤγαγε κεῖσε. ἤγουν

εἰς Τροῖαν. ἴσως οὖν, ἀπώμοτον ἔχει τὴν τῆς πόλεως ταύτην κλῆσιν. (ῃερς. 264.) Εἰς

δὲ τὸν ἐκ τῆς Ἑλένης ἔπαινον τοῦ Μενελάου, φασὶν οἱ παλαιοὶ ὅτι οἱ ἄνδρες οὐχ'

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

187

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!