18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

γυναικῶν. εἴδη δὲ αὐτῶν μυρία ἐπί τε ἀνδρῶν ἐπί τε γυναικῶν. οἷον διάβαθρον.

γυναικεῖον δὲ αὐτὸ φόρημα. ὡς τὸ, διάβαθρον λεπτὸν φορεῖ. βαυκίδες. ὡς τὸ,

φελλὸς ἐν τοῖς βαυκίσιν ἐγκεκάττυται. ἀρβύλαι αἱ καὶ ἀρβυλίδες. ἀσκέραι. περσικαί.

ὧν χρῆσις καὶ παρὰ τῷ κωμικῷ. Ὅτι ἴδια φορήματα παρὰ τῷ ποιητῇ, Ἀθηνᾶς μὲν,

δόρυ. Ποσειδῶνος δὲ, τρίαινα. ἣν φέρει καὶ εἰς Αἰθίοπας ἀπιών. δι' ἧς ποιεῖ τὰ εἰς τὸν

Ὀδυσσέα κακά. Ἑρμοῦ δὲ φόρημα, ῥάβδος. φησὶ γοῦν Ὅμηρος. εἵλετο δὲ ῥάβδον τῇ τ'

ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει. τούς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει. τὴν, μετὰ

χερσὶν ἔχων, πέτετο κρατὺς ἀργειφόντης. ὅ ἐστι κραταιός. (ῃερς. 47.) Ἰστέον δὲ ὅτι

τὴν τοῦ Ἑρμοῦ ῥάβδον χρυσῆν ἐνταῦθα μὴ εἰπὼν, ὅμως ἐν τοῖς ἑξῆς χρυσόῤῥαπιν

αὐτὸν προσειπὼν, ἐμφαίνει τὸ τῆς ῥάβδου χρύσεον. ῥάπις γάρ φασιν, ἡ ῥάβδος. ἀφ'

ἧς Ἑρμῆς χρυσόῤῥαπις. ὃν ἐχρῆν ἔχοντα χρυσᾶ πέδιλα, καὶ χρυσόῤῥαπιν εἶναι.

ἀλληγορία δὲ τῆς τοιαύτης Ἑρμαϊκῆς ῥάβδου ἐνεργημάτων, τὸ τοὺς μὲν νήφοντας,

κηλεῖν. τοὺς δὲ καθῃρημένους δι' ἔκλυσιν, διεργείρειν. ἢ καὶ ἄλλως ὡς θέμις λόγῳ,

τοὺς μὲν ὀρθίους πλέον ἢ δεῖ καὶ ἀγήνορας, πραΰνειν διὰ πειθοῦς. τοὺς δὲ

χαλίφρονας, μεριμνητὰς ποιεῖν ὡς τοῦ λόγου τοιαῦτα δυναμένου ἐν οἷς πῇ μὲν

ἐπιεικεύεται καὶ παραμυθεῖται καὶ μειοῖ τὰ ἐγκλήματα ἢ καὶ τέλεον ἐξαιρεῖ αὐτά. πῇ

δὲ, ἐκτραχύνει καὶ σφοδρύνει καὶ ἐρεθίζει καὶ αὔξει. ταῦτα δὴ τὰ τῆς Ἑρμαικῆς

ῥάβδου τῆς ῥητορικῆς δηλονότι πειθοῦς. εἴρηται δὲ περὶ τῆς τοιαύτης ῥάβδου, καὶ ἐν

Ἰλιάδι. Τὸ δὲ θέλγειν νῦν ἀντὶ τοῦ κοιμίζειν λέγεται ὥς φασιν οἱ παλαιοί. καὶ οὐδὲ

νῦν ἡ λέξις ἐπ' ἀγαθῷ κεῖται, ἀλλὰ στέρησιν δηλοῖ τοῦ νήφειν. οὗ ἀνάπαλιν, 1.198

τὸ ὑπνώοντας ἐγείρειν. Τοῦ δὲ κρατὺς, οὔτε κλίσις παρὰ τῷ ποιητῇ κεῖται, οὔτέ τις

ἑτεροία παραγωγὴ ἀπ' αὐτοῦ. (ῃερς. 50.) Ὅτι Ὁμήρου εἰπόντος ὡς Πιερίην ἐπιβὰς ὁ

Ἑρμῆς, ἐξ αἰθέρος ἔμπεσεπόντῳ, οὐκ ἂν ἀπεικότως Ἡσίοδος δοκοίη ἐκ Πιερίας τὰς

Μούσας ἐπικαλέσασθαι διὰ τὸ κατ' ἀλληγορίαν ἐπίηρον τοῦ λόγου τοῦ κατὰ τὰς

Μούσας. ἄλλως δὲ καθ' ἱστορίαν, ὄρος παρώνυμον Πίερός τινος ἥρωος ἡ Πιερία,

Μακεδονικόν. ἱερὸν Μουσῶν. περὶ οὗ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται. Ὅρα δὲ τὸ

μὲν Πιερίην ἐπιβὰς, ἐπὶ γῆς οἰκείως ῥηθέν. Τὸ δὲ ἔμπεσεν, ἐπὶ πόντου καιρίως καὶ

αὐτό. Σημείωσαι δὲ τὸ ἐπιβὰς αἰτιατικῇ συνταχθέν. ἕτερον ὂν παρὰ τὸ, ἐπιβὰς ἵππου

ἢ ἅρματος. (ῃερς. 51.) Ὅτι τὸν Ἑρμῆν ὁ ποιητὴς ἐς Καλυψὼ Ἀτλαντίδα ὡς εἰς

συγγενῆ σταλέντα, λάρῳ εἰκάζει. ποιητικῶς μὲν, διὰ τὸ κατὰ θυμὸν εὔπλαστον.

τοιούτῳ γὰρ ἔδει ὄρνιθι παραβαλεῖν τὸν τῇ θαλάσσῃ ἑαυτὸν ἐπαφέντα, οὐ μὴν ἀετῷ

ἤ τινι τοιούτῳ. ταῦτα γὰρ εἰ καὶ εὐγενῆ, ἀλλὰ οὐ πυκνόπτερα καὶ οἷα νήχεσθαι.

ἀλληγορικῶς μέντοι, λάρῳ εἴκασται ὁ Ἑρμῆς, διά τε τὸ λευκὸν καὶ ὡς εἰπεῖν ἐναργὲς

ἀφ' οὗ καὶ Ἀργειφόντης καλεῖται ὡς λόγος ἐναργῶς φαίνων τὰ κατὰ ψυχὴν, καὶ

διότι δὲ ὁ λάρος παρηχεῖταί πως τῷ λαρῷ τουτέστι τῷ γλυκεῖ, ὡς καὶ ἐν Ἰλιάδι

ἔκκειται. τοιοῦτος γὰρ ὁ Ἑρμῆς λόγος, πολὺ ἔχων τὸ λαρόν. Ἰστέον δὲ, ὅτι τὸν

λάρον, τῇ εὐηθείᾳ ἡ ὕστερον προσοχὴ παροιμιακῶς ἀποκληροῖ. ὅθεν, καὶ λάρους

τοὺς εὐήθεις φαμέν. οὕτω δὲ καὶ Κέπφους, ἀπὸ κούφου ὥς φασιν οἱ παλαιοὶ

ὀρνιθαρίου καὶ εὐμεταχειρίστου καθὰ καὶ παρὰ τῷ κωμικῷ ἔστιν εὑρεῖν. καὶ ὦτοι δὲ

οἱ αὐτοὶ, ἀπὸ ὀρνέου μιμηλοῦ καὶ εὐεξαπατήτου. ὡς ἀλλαχοῦ σαφῶς δηλοῦται. διὸ

καὶ ἡ κωμῳδία σκώπτουσα τοὺς Ἀθηναίους, ὦ μόνοι ὦτοι τῶν Ἑλλήνων, ἔφη.

λοιδοροῦσα ἐκείνους, ὡς ῥᾷον ἀπατωμένους οἷς ἀκούουσιν. (ῃερς. 53.) ἔστι δὲ ἡ περὶ

τοῦ καθ' Ἑρμῆν λάρου φράσις, αὕτη. σεύατ' ἔπειτ' ἐπὶ κῦμα, λάρῳ ὄρνιθι ἐοικώς.

ὥστε κατὰ δεινοὺς κόλπους ἁλὸς, ἰχθῦς ἀγρώσσων, πυκινὰ πτερὰ δεύεται ἅλμῃ.

τοῦτο δὲ, ἴδιον τῶν ἐναλίων ὀρνίθων. οἷα τῆς φύσεως ὥς φησι Πίος, τὴν πύκνωσιν

παρεσχημένης τοῖς ἐξ ὑγρῶν ποριζομένοις τὸ ζῆν, ἵνα μὴ ῥᾳδίως πρὸς τὴν σάρκα

διϊκνούμενον τὸ ὑγρὸν, πημαίνῃ αὐτήν. (ῃερς. 54.) Εἶτα τὴν παραβολὴν ἀποδιδοὺς,

φησί. τῷ, ἴκελος, πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς. τοῦτον δὲ, παρένθετον οἴονταί

τινες τὸν στίχον καὶ ὀβελίζουσιν ἤτοι ἀθετοῦσιν, ὡς ἐπεβληθέντα, καὶ τὸ τῆς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

225

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!