18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, νῦν καὶ ἐν τοῖς ἑξῆς αὐξάνει καὶ πλατύνει τὸ ἁπλῶς ἤδη

καὶ συντόμως διηγηθέν. (ῃερς. 414.) περὶ δὲ γάμου καὶ ἐράνου καὶ εἰλαπίνης ἱκανῶς

προείρηται, ἔνθα καὶ παρεσημάνθη καὶ ὡς ὁ ἐνταῦθα ἔρανος οὐκ ἐκ ταπεινῆς εἶναι

φαίνεται συμβολῆς ἀλλὰ πολυτελής ἐστιν ὡς ὑπὸ ἀφνειοῦ τινὸς γεγονώς. (ῃερς.

418.) Κρητῆρα δὲ ἑνικῶς διὰ τὸ μέτρον ἔφη, οὐ γὰρ ἐνεδέχετο κρητῆρας εἰπεῖν.

ἄλλως γὰρ οὐκ εἰκὸς ἐν τοσαύταις τραπέζαις κρητῆρα ἕνα εἶναι. καὶ ὅμως τῷ ἑνικῷ

ἐμφαίνεται τὸ πλῆθος εἰδικώτερον. Ἐνταῦθα δὲ σημείωσαι τὸ τοῦ παλαιοῦ, ὃς εἰπὼν

ἐπιθυμίαν εἶναι μέθης τοῖς δυνάσταις διό φησι ποιεῖ Ὅμηρος τὸν Ἀχιλλέα

λοιδορούμενον τῷ βασιλεῖ, οἰνοβαρὲς κυνὸς ὄμμα τ' ἔχων, λέγει καὶ ὡς ἐφ' ὁμοίοις

ὁ ποιητὴς καὶ τὸν ἐκείνου θάνατον ἀποσημαίνει ἐν τῷ, ἀμφὶ κρητῆρα τραπέζας τε

πληθούσας ἐκείμεθα. καὶ ἔστι γελοῖον καὶ ἐν Ἅιδου τοιούτων μεμνῆσθαι τὸ τοῦ

βασιλέως εἴδωλον, ὡς οἷον ἐν οἴκτῳ μεμνημένου τῆς ὑπὲρ γῆν τρυφῆς. Τράπεζαι δὲ

πλήθουσαι καθ' ὁμοιότητά τε ποταμοῦ πλήθοντος, καὶ πρὸς διαστολὴν δὲ τῶν

κενῶν, ὡς τὸ, κεναῖς δ' ἀμφίσταμαι τραπέζαις. ἡ δὲ Ἰλιὰς καὶ σελήνην οἶδε

πλήθουσαν. ὅθεν τοῖς ὕστερον συντέθειται τὸ πλησισέληνον, ὅπερ ἄλλοι μετέλαβον

εἰς τὸ πλησιφαές. (ῃερς. 418.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι δάπεδον καὶ νῦν ἴσως τὸ

τοῦ μεγάρου ἔδαφος εἶπεν, ἔνθα καὶ αἱ τράπεζαι καὶ οἱ κρατῆρες. (ῃερς. 422.) Τὸ δὲ

ἔκτεινεν ἀμφ' ἐμοὶ, ἢ ἀντὶ τοῦ δι' ἐμὲ ἀνεῖλε τὴν Κασάνδραν, ἢ ἀντὶ τοῦ ἐπ' ἐμοὶ,

τουτέστιν ἐπάνω ἐμοῦ ὡς οἷα ἐπί τινος ἐπιξήνου, ὅ ἐστιν ἐπικόρμου, ὁποῖόν τι καὶ ἐν

Ἰλιάδι γίνεται. (ῃερς. 4.) Τὸ δὲ αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων βάλλον καὶ ἑξῆς,

καὶ πρὸ αὐτῶν δὲ τὸ, οἰκτροτάτην ἤκουσα ὄπα Κασάνδρης, ἀμφιβόλως ἔχουσι. τὸ

μὲν γὰρ οἰκτροτάτην ἤκουσα ὄπα Κασάνδρας ἣν κτεῖνε Κλυταιμνήστρα ἀμφ' ἐμοὶ,

διττὴν ἔννοιαν προβέβληται. ἢ γὰρ οἰκτράν φησιν ἤκουσα φωνὴν τῆς Πριαμίδος ἐπ'

ἐμοὶ, ὡς ἐῤῥέθη, ἢ οἰκτροτάτην περὶ τῆς Πριάμου ἤκουσα φωνὴν διὰ τὸ ὡς εἰκὸς ὑπὸ

Κλυταιμνήστρας ὀνειδίζεσθαι αὐτὴν ἀμφ' ἐμοί. καὶ τοῦτο μὲν οὕτω διπλοῦν κατὰ

ἔννοιαν, ἐπίτηδές ποτε καὶ τοιαῦτα τεχνωμένου τοῦ ποιητοῦ χάριν ποικιλίας κατὰ

λόγον δεινότητος. ὅμοια δὲ καὶ τὰ ἐφεξῆς, ἤγουν τὸ, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας

ἀείρων ἔβαλλον ἀποθνήσκων περὶ φασγάνῳ, ἡ δὲ κυνῶπις νοσφίσατο. (ῃερς. 422.) ἢ

γὰρ λέγει ὅτι ἐγὼ μὲν πρὸς τῇ γῇ θνήσκων ἐπέβαλλον χεῖρας αἴρων πρὸς τῷ

φασγάνῳ ὡς ἐπὶ ἀμύνῃ, ἡ δὲ Κλυταιμνήστρα φθάσασα ἐστέρησέ με τοῦ ἀμυντηρίου,

νόσφι ἐμοῦ ποιησαμένη αὐτὸ, ἢ ὅτι ἐγὼ μὲν πρὸς τῇ γῇ τὰς χεῖρας αἴρων ἔβαλλον

σφαδαστικῶς προσαρμόττων ἐν τῷ θνήσκειν περὶ φασγάνῳ. ἡ δὲ γυνὴ ἐχωρίσθη

νόσφι γενομένη καὶ μὴ τὰ ὅσια ἐπ' ἐμοὶ τελέσασα. διὸ ἐπάγει· οὐ δέ μοι ἔτλη ἀπιόντι

τούς τε ὀφθαλμοὺς καθελεῖν καὶ τὸ στόμα συνερεῖσαι. Ὅρα δὲ τὴν ἡρωϊκὴν καὶ ἐν

τοῖς ῥηθεῖσι σεμνότητα. τὴν γὰρ χειρίστην γυναῖκα ἠρκέσθη ὁ παθὼν οἴκτιστα

βασιλεὺς οὐλομένην μόνον προσειπεῖν καὶ κυνώπιδα. Τὸ δὲ κύντερον πάνυ ἐνταῦθα

προσφυὲς τῇ ὡς ἐῤῥέθη κυνώπιδι Κλυταιμνήστρᾳ. (ῃερς. 426.) Κουρίδιον δὲ πόσιν

τὸν Ἀγαμέμνονα τῇ Κλυταιμνήστρᾳ εἶναι, τουτέστιν 1.427 ἐξ ἔτι κόρης οὔσης αὐτῆς,

Ὁμήρῳ μὲν ἀρέσκει, (ῃερς. 429.) Εὐριπίδης δὲ ἄλλως οἶδεν, ὃς προγαμηθεῖσαν αὐτὴν

τῷ Ταντάλῳ γνωρίζει, ἐν οἷς αὐτὴν εἰσάγει λέγουσαν· ἔγημας ἄκουσάν με καὶ λάβες

βίᾳ, τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών. (ῃερς. 432.) Τὸ δὲ κατ' αἶσχος ἔχευεν

ἤτοι κατέχεεν αἰσχύνην, Ὅμηρος μὲν δοτικῇ ἐνταῦθα συνέταξεν, οἱ δὲ ὕστερον μετὰ

γενικῆς ποιοῦνται τὴν σύνταξιν. (ῃερς. 433.) Τὸ δὲ εὐεργὸς διαφέρει τοῦ εὐεργὴς,

καθότι εὐεργὴς μὲν ἡ τεχνικῶς εἰργασμένη εἴτε ναῦς εἴτε οἰκία. οὕτω δὲ καὶ ἅρμα

εὐεργὲς τὸ κατὰ τέχνην εἰργασμένον. ἔτι εὐεργὴς καὶ ὁ εὐεργετῶν, ὡς τὸ, οὐκ ἔστι

χάρις μετόπισθ' εὐεργέων. εὐεργὸς μέντοι ἐνταῦθα ἡ ἀγαθουργὸς, ὡς εἴρηται. (ῃερς.

435.) Ὅτι διακόψαντος Ὀδυσσέως τοὺς τοῦ Ἀγαμέμνονος λόγους, καὶ εἰπόντος·ὢ

πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος Ζεὺς ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς, ἐξ

ἀρχῆς. ὃ δύναταί ποτε παρῳδηθῆναι εἴ τις ἀνέκαθεν ὑπὸ γυναικῶν βλάπτοιτο. καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

486

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!