18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

θυμῆρες ἐμφαίνει. καὶ ἄλλως δὲ κατὰ τὸ, ἄγγεσιν ἄρσεν ἅπαντα, λέγεται καὶ τὸ,

ἤραρε θυμὸν ἐδωδῇ. ἵνα καὶ αὐτὴν ἄρσῃ ὁ ἐσθίων ὥσπερ ἄγγει τινὶ, τῷ σώματι.

(ῃερς. 97.) Τὸ δὲ θεὰ θεὸν, ἐντρεπτικῶς εἰρῆσθαι δοκεῖ. εἴγε θεὰ θεῷ λαλοῦσα

προσποιεῖται ἀγνοεῖν. Τὸ δὲ ἐνισπήσω, καινότερον ἐκ τοῦ ἐνισπῶ. τὸ μέντοι

κοινότερον, ἐνίπτω ἐνίψω. πλὴν, τοῦτο μὲν ἔχει τι καὶ σφοδρότητος. τὸ δὲ

ἐνισπήσω, ἀντὶ τοῦ, ἁπλῶς εἴπω. (ῃερς. 92.) Ἰστέον δὲ ὅτι ἀκολούθως Ὁμήρῳ εἰπόντι

τὸ, παρέθηκε τράπεζαν, ἔλεγον καὶ οἱ μετ' αὐτὸν, παραθέσθαι τραπέζας ἐν καταρχῇ

δαιτός. τὸ μέντοι 1.3 αἴρειν αὐτὰς, βαστάζεσθαι ἔφασκον. ἐβαστάζοντο δέ φασι

τράπεζαι, δοθείσης κράσεως ἀγαθοῦ δαίμονος. ἤγουν μετὰ τὸ δοθῆναι κράμα τὸ

οὕτω καλούμενον ἀγαθοῦ δαίμονος, ἤτοι ἀγαθῆς τύχης. πρὸς ὃ παίξας ∆ιονύσιος ὁ

Σικελιώτης ἀσεβῶς καθὰ ὁ δειπνοσοφιστὴς ἱστορεῖ, ἀνακειμένης Ἀσκληπιῷ χρυσῆς

τραπέζης ἐν Συρακούσαις, προπιὼν αὐτῷ ἄκρατον ἀγαθοῦ δαίμονος, ἐκέλευσε

βασταχθῆναι τὴν τράπεζαν. (ῃερς. 100.) Ὅτι χρήσιμον εἰς πλοῦν μακρὸν ῥηθῆναι τὸ,

τίς ἂν ἑκὼν τοσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις.

λέγει δὲ ταῦτα ὁ Ὁμηρικὸς Ἑρμῆς ἐκτετοπίσθαι δηλῶν τὴν νῆσον τῆς Καλυψοῦς.

Ἁλμυρὸν δὲ ὕδωρ ἄσπετον, τὴν θάλασσαν λέγει περιφράσας. ἄλλως γὰρ, οὐκ ἂν οὔτε

τὸ ἁπλῶς ὕδωρ εἴη ἂν θάλασσα, οὔτε τὸ ἁλμυρὸν ὕδωρ. εἰ γὰρ καὶ ὁ Λοκρὸς Αἴας

ὕδωρ ἁλμυρὸν πιὼν ἀπόλωλεν, ἀλλ' οὐ θάλασσαν ἐξέπιε, βραχὺ δέ τι αὐτῆς. ὁμοῦ

τοίνυν τὸ, ἄσπετον ἁλμυρὸν ὕδωρ, εἴη ἂν θάλασσα. Τὸ δὲ βροτῶν πόλις, ἢ παρέλκον

ἔχει τὸ βροτῶν, ἢ τὴν κατοικουμένην δηλοῖ καὶ μὴ ἁπλῶς οὕτω καὶ ὁμωνύμως

πόλιν. (ῃερς. 104.) Ὅτι τὸ περὶ ∆ιὸς ἐνταῦθα ῥηθὲν ὑπὸ τοῦ Ἑρμοῦ, ἔστι παρῳδηθὲν

οὕτως ὀρθῶς ῥηθῆναι. ἀλλὰ μάλ' οὔπως ἐστὶ θεοῦ νόον οὔτε παρὲξ ἐλθεῖν τινα, οὔθ'

ἁλιῶσαι. ἔστι δὲ παρὲξ ἐλθεῖν μὲν, τὸ μερικῶς παραβῆναι. καὶ Ὁμηρικώτερον εἰπεῖν,

παρὲκ ∆ιὸς νόον ἐλθεῖν, ἁλιῶσαι δὲ, τὸ παντελῶς ματαιῶσαι καὶ ἀφεῖναι διεκπεσεῖν

ἄπρακτον. (ῃερς. 105.) Ὅτι τὸ μὲν ὀϊζυρὸς ἐκτείνει κοινῶς τὸ παραλῆγον δίχρονον,

οἷον, ἐπεί μιν ὀϊζυρὸν τέκε μήτηρ. ἐνταῦθα δὲ τὸ ὀϊζυρότατος, δοκεῖ μὴ ἐκτείνειν

τὴν ζˉυ συλλαβήν. ὡς δηλοῖ τὸ ἄνδρα παρεῖναι ὀϊζυρώτατον ἄλλων. ὅπερ ἐκτείνει

τὴν ἀπὸ τέλους τρίτην συλλαβὴν κατὰ τὸ ὀχυρώτατος. εἰ δὲ καὶ νῦν ἐκτείνεται τὸ ˉυ

συνήθως ὥσπερ δὴ καὶ ἐκτέταται, καὶ δι' αὐτὸ συστέλλεται ἡ προπαραλήγουσα τοῦ

ὀϊζυρότατος ὡς ἰσχυρότατος, ζήτει πάθος ὅμοιον καὶ ἐν τῷ λαρώτατος, καὶ ἐν τῷ

κακοξεινώτερος. περὶ ὧν ἐν τῇ ˉβ ῥαψῳδίᾳ προδεδήλωται. (ῃερς. 106.) Ὅτι πάνυ

γοργῶς ὁ ποιητὴς συντεμὼν τὰ τοῦ Τρωϊκοῦ πολέμου ἕως τῶν κατὰ τὸν Ὀδυσσέα

καὶ τὴν Καλυψὼ, φησίν. ἀνδρῶν, οἳ ἄστυ περὶ Πριάμοιο μάχοντο εἰνάετες. δεκάτῳ

δὲ, πόλιν πέρσαντες, ἔβησαν οἴκαδε. ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο. ἥ σφιν

ἐπῶρσ' ἄνεμόν τε κακὸν, καὶ κύματα μακρά. ὅτε οἱ μὲν ἑταῖροι τοῦ Ὀδυσσέως,

ἀπέφθιθον. τὸν δὲ, ἄνεμός τε φέρων καὶ κῦμα, ἐπέλασεν ἐκεῖ. (ῃερς. 108.) Ὅρα δὲ ὡς

καὶ νῦν σεμνῶς ἐῤῥέθη τὸ, Ἀθηναίην ἀλίτοντο. σεσίγηται γὰρ ἡ τοῦ Λοκροῦ

ἀσέλγεια καθὰ καὶ ἐχρῆν. Τοῦ δὲ ἔφθιθον πρωτότυπον ἐν χρήσεσι κείμενον, τὸ φθίω.

ἐξ οὗ κατὰ πλεονασμὸν, οὐ μόνον τὸ φθίθω, ἀλλὰ καὶ τὸ φθίνω. οὗ περ αὖθις, τὸ

φθινύθω παράγωγον. (ῃερς. 113.) Ὅτι ἐλπίδος ἀγαθῆς ἐπὶ ἀποδήμῳ τὸ, οὐ γάρ οἱ

αἶσα φίλων ἀπὸ νόσφιν ὀλέσθαι. ἀλλ' ἔτι οἱ μοῖρ' ἐστὶ φίλους τ' ἰδέειν καὶ ἱκέσθαι

οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν. πρωθύστερον δὲ καὶ τοῦτο. πρῶτον

γάρ τις εἰς πατρίδα εἶτα καὶ εἰς οἶκον ἱκνεῖται. Ὅρα δὲ ὅτι Ὁμήρου ταυτὰ ἔχοντος

τὴν αἶσαν καὶ τὴν μοῖραν ἐπὶ τοῦ πεπρωμένου, ἐκεῖθεν δὲ τὰς αὐτὰς λέξεις

τιθεμένου καὶ ἐπὶ καθήκοντος, ὡς δηλοῖ τὸ αἴσιον καὶ τὸ κατὰ μοῖραν, μεταλαβόντες

οἱ ὕστερον, καὶ ἐπί τινος τάξεως αὐτὰ τιθέασι. λέγοντες ἐν μοίρᾳ ἢ αἴσῃ τοιᾷδε,

τετάχθαί τινας. (ῃερς. 116.) Ὅτι ἀκούσασα Καλυψὼ ἃ εἶπεν Ἑρμῆς, ἐῤῥίγησε μή ποτέ

φασι κληθεὶς ἀνὴρ αὐτῆς ἀναιρεθείη πρὸς ∆ιὸς καὶ θάνατον τοῦ γάμου ἀλλάξηται

ὡς καὶ ἄλλοι ἔπαθον οὓς καὶ ἀπαριθμήσεται. λέγει δὲ ἡ αὐτὴ πρὸς τὸν Ἑρμῆν, καὶ ὡς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

231

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!