18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

φασὶν οἱ νεώτεροι. τῷ ζῆτα ἀντὶ τοῦ ˉγ χρώμενοι. καὶ τὸ μὲν φύγω, φύζω λέγοντες.

τὸ δὲ πέφυγα καὶ πεφυγὼς, πέφυζα καὶ πεφυζώς. ἐρεῖ δέ τις φησὶν οὕτω καὶ ἐκ τοῦ

φυγῶ φυγήσω πεφυγηκότες, γενέσθαι τὸ πεφυζότες, ἐξαιρεθείσης τῆς μέσης

συλλαβῆς καὶ τοῦ ˉγ τραπέντος εἰς ˉζ. ὃ γίνεται καὶ ἐν τῷ φυγὴ φύζα. ὅθεν φυζινός

φασιν ὁ δειλός. εἶτα, φυζακινός. ὡς λεπτὸς λεπτινὸς λεπτακινός. Τούτων δὲ οὕτως

ἐχόντων ἰστέον καὶ ὅτι ἐπαναπαύεται ὁ Κύκλωψ οὐτιδανὸν λέγειν τὸν πλαστὸν

Οὖτιν Ὀδυσσέα. καὶ ὅτι τὸ ἄκικυς ἐκτείνει τὴν παραλήγουσαν. γράφεται δ' ἔν τισι

καὶ ἀεικής. (ῃερς. 517.) Ὅρα δὲ καὶ ὅπως ἄφρων ὁ Κύκλωψ εἰπείσεἱν ἀπὸ τῆς ἄρτι

τὸν Ὀδυσσέα ἐλπίζει ἐλθεῖν εἰς αὐτόν. καὶ ὡς πάνυ τεχνίτης μαντικῆς ὁ Τήλεμος

πρὸς ὄνομα κατευστοχήσας τοῦ τὸν Πολύφημον τυφλώσαντος. καὶ ὡς οὐ μόνον

σοφῶς ἀλλὰ καὶ εὐτυχῶς Ὀδυσσεὺς τὸ Οὖτις ἑαυτῷ πλάττεται ὄνομα. οἷον γὰρ ἂν

ἔπαθε κακὸν, μὴ ἐπικρύψας ἑαυτὸν τῷ χρησμὸν ἔχοντι ἀπολωλέναι ὑπὸ τοῦ

Ὀδυσσέως. (ῃερς. 519.) Ὅτι ὁ θαῤῥῶν ἐπὶ πατρὶ καὶ ξενίζων τινὰ, δύναται 1.361

εἰπεῖν τὸ, ἀλλ' ἄγε δεῦρο ἵνα τοι παρὰ ξείνια θείω, πομπὴν δ' ὀτρύνω δόμεναι τὸν

δεῖνα. τοῦ γὰρ ἐγὼ παῖς εἰμὶ, πατὴρ δ' ἐμὸς εὔχεται εἶναι. οὐκ ἠρκέσθη δὲ παῖς εἰπὼν,

ἀλλ' ἐπήγαγε καὶ τὸ, πατὴρ δ' ἐμός ἐστι, διὰ τὴν ὁμωνυμίαν τοῦ παῖς. οὐ μόνον γὰρ

δουλική ποτε λέξις ἐστὶν ὡς καὶ αἱ παιδίσκαι δηλοῦσιν, ἀλλὰ καὶ τὸν ἁπλῶς νέον

δηλοῖ, καὶ τὸν θέσει δὲ υἱόν. εἰ δὲ καὶ δυνατός ἐστιν εἰς βοήθειαν ὁ τοιοῦτος πατὴρ,

πρέποι ἂν καὶ τὸ ἐφεξῆς. (ῃερς. 5.) αὐτὸς δ' αἴ κ' ἐθέλῃσιν ἰήσεται, οὐδέ τις ἄλλος

θνητῶν ἀνθρώπων. ἀπαγόρευσις δὲ ἀνθρωπίνης ἐπικουρίας τὸ, (ῃερς. 523.) αἲ γὰρ δὴ

ψυχῆς τε καὶ αἰῶνος τουτέστι ζωῆς σὲ δυναίμην εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος

εἴσω, ὡς οὐχὶ ὁ δεῖνα ἰήσεταί σε. (ῃερς. 524.) λέγει δὲ εὖνιν ὡς ἀπὸ τοῦ εἷς ἑνὸς τὸν

μεμονωμένον ἤτοι ἐστερημένον. ὅθεν καὶ εὐνοῦχος ὁ ἐστερημένος ὀχείας. ψιλοῦται

δὲ τὸ εὖ, ὡς ἔχον ἀναδραμεῖν εἰς ὁμοιότητα τοῦ ἕκηλος εὔκηλος καὶ τῶν ὁμοίων.

(ῃερς. 529.) Οἰκειότητος δὲ λόγος τὸ, εἰ ἐτεόν γε σός εἰμι πατὴρ δ' ἐμὸς ἢ ἑταῖρος ἢ

ἀδελφὸς εὔχεαι εἶναι, δὸς μὴ τόδε τι γενέσθαι. (ῃερς. 532.) εἰ δὲ καὶ πρὸς κάκωσιν ἡ

ἀξίωσις, οἰκεῖον ἐπαγαγεῖν ποτὲ τὸ, δὸς μὴ τὸν δεῖνα οἴκαδ' ἱκέσθαι. ἀλλ' εἴ οἱ μοῖρ'

ἐστὶ φίλους τ' ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐϋκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν, ὀψὲ

κακῶς ἔλθοι. Ὅτι οἶδε μὲν Ὀδυσσεὺς ἀπογόνους Ποσειδῶνος τοὺς Κύκλωπας. οὗπερ

υἱὸς ὢν ὁ Κύκλωψ πρὸς αἵματος ἦν τοῖς Φαίαξιν. οἶδε δὲ ὅμως καὶ κακῶς

διατεθεῖσθαι αὐτοὺς τοῖς Κύκλωψιν. οἵ ποτε σφέας σινέσκοντο. διὸ οὐδὲ ὑποπτεύει

βλαβήσεσθαι διηγούμενος παρὰ τοῖς φιλοξένοις μισοκύκλωψι τὴν τοῦ κακοξένου

Κύκλωπος τύφλωσιν, τοῦ καὶ κακοῦ καὶ μετὰ κακῶν. εἰ δὲ καὶ φιλίως οὗτοι

διέκειντο οἷα πρὸς συγγενῆ ὡς ἐῤῥέθη, ἀλλὰ τὴν ἐκείνου ἀρὰν τελειουμένην ἄρτι

προβάλλεται εἰς πειθώ. ὡς ἐκεῖνα πάσχων, ἅπερ ὁ Κύκλωψ εὔξατο. ποῖα ἐκεῖνα; εἰ

καὶ μοῖρα ἐστὶν Ὀδυσσῆα πτολιπόρθιον οἴκαδε ἱκέσθαι, ὀψὲ κακῶς ἔλθοι ὀλέσας ἀπὸ

πάντας ἑταίρους, νηὸς ἐπ' ἀλλοτρίας, ὁποία νῦν ἡ τῶν Φαιάκων, εὕροι δ' ἐν πήματα

οἴκῳ. ὥστε τὰ ἐκεῖνα κατεύγματα γίνονται εἴπερ οἱ Φαίακες αὐτὸν εἰς Ἰθάκην νηῒ

πέμψουσι. Προεκθετικὴ δὲ ἀναφώνησις τῶν ἐφεξῆς τοῦ Ὀδυσσέως παθῶν καὶ ταῦτα

εἰσί. (ῃερς. 530.) Τὸ δὲ πτολιπόρθιον οὗ πρωτότυπον ὁ πτολίπορθος ὡς τοῦ κάπρος

τὸ κάπριος, εἰκῇ παρέῤῥιπται. τί γὰρ ἔδει τὸν Κύκλωπα ἔπαινον Ὀδυσσέως εἰπεῖν;

ἴσως δὲ καὶ εἰρωνικῶς αὐτὸ εἶπεν ὁ Κύκλωψ, ὡς τοῦ Ὀδυσσέως πρὸ βραχέων οὕτως

ἑαυτὸν καλέσαντος. μονονουχὶ μυκτηρίζων εἴπερ ὁ ὀλίγος καὶ οὐτιδανὸς καὶ

ἄναλκις πτολιπόρθιον ἑαυτὸν ἀποκαλεῖ. Ἰστέον δὲ ὅτι τε ἀνάλογα τὸ, πτολιπόρθιος.

καὶ τὸ, αἰδοῖος αἰδοίϊος. ὁμοῖος ὁμοίϊος. ὀρθὸς ὄρθιος. λοῖσθος λοίσθιος. καὶ ὅτι πρὸς

τοιαύτην ἀκολουθίαν καὶ οἱ ∆ωριεῖς τὸ ἆσσον ἄσσιον φασὶν, ὡς παραδέδοται, καὶ τὸ

αἶψα αἴψιον, καὶ τὸ μᾶλλον μάλλιον. οὕτω δὲ καὶ τὸ ἐγγὺς ἔγγιον. (ῃερς. 543.) Ὅτι

ναύσταθμον φράζει τὸ, ἔνθα περ ἄλλαι νῆες ἐΰσσελμοι μένον ἀθρόαι, ἐλλιμενισμὸν

δὲ τὸ, νῆα μὲν ἔνθ' ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν. ἐκ δ' αὐτοὶ βῆμεν ἐπὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

411

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!