18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὑφαινόμενα. Ἰστέον δὲ ὡς εἴπερ μὴ ἐγράφετο κατακλῶθές τε βαρεῖαι ἀλλὰ

κατακλώθησι βαρεῖα, ἦν ἂν τὸ ῥῆμα Ῥηγίνων διαλέκτου. οἳ καθ' Ἡρακλείδην τὰ

τρίτα τῶν ὁριστικῶν περισπωμένων τῆς πρώτης συζυγίας καὶ τῶν βαρυτόνων δὲ

ῥημάτων, κατὰ τὸ ἑνικὸν εἰς τὴν σˉι συλλαβὴν περαιοῦσι τοῦ ˉη παραλήγοντος. τὸ

γὰρ φιλεῖ καὶ νοεῖ καὶ λέγει καὶ φέρει, φίλησι φησὶ καὶ νόησι καὶ λέγησι καὶ φέρησι.

τοιοῦτον δὲ καὶ τὸ λαμπρὸν παμφαίνησι παρ' Ὁμήρῳ. ἅπαξ φησὶ χρησαμένῳ τῇ

διαλέκτῳ ἐπὶ τούτου. καλεῖται δὲ καὶ τὸ σχῆμα Ἰβύκειον ὑπὸ τῶν γραμματικῶν, διὰ

τὸν μελοποιὸν δηλαδὴ Ἴβυκον φιληδήσαντα τοιαύτῃ γλώσσῃ. εἰ δή φησι καὶ τὸ ὦ

τουτέστιν ὑπάρχω πρώτης ἐστὶ συζυγίας κατὰ τὸ φιλῶ, καὶ ἔστι τρίτον αὐτοῦ εἶ,

δωριζόμενον κατὰ Ῥηγίνους, γένοιτ' ἂν ὁμοίῳ λόγῳ ἐκ τούτου ἦσιν ὁ ἐνεστώς.

Ἰστέον δὲ ὅτι οὐ περὶ τρίτων αὐθυποτάκτων ἔστιν ὁ λόγος ὁποῖον τὸ λάβη λάχη ἐξ

ὧν λάβησι λάχησιν, αὐτὰ γὰρ καὶ ὅσα τοιαῦτα, οὐ Ῥηγίνων εἰσὶν ἀλλὰ Ἰώνων. Τὸ δὲ

ὅτέ μιν τέκε μήτηρ, πρὸς σαφήνειαν ἐῤῥέθη. ἵνα τὸ γεινομένῳ, μὴ νοηθείη ἀντὶ τοῦ

γεννῶντι καθά τινες αὐτὸ πρὸ τούτων ἐνόησαν ἐν τῷ, γαμέοντί τε γεινομένῳ τε.

ἀλλ' εἴη ἐνταῦθα γεινόμενος, ὃν τέκε μήτηρ. (ῃερς. 199.) Ὅτι θεοφιλεῖς τοὺς

Φαίακας ἐθέλων ὁ ποιητὴς εἰπεῖν, πλάττει τὸν βασιλέα λέγοντα (ῃερς. 0.) ὡς εἴπερ

τις ἀθάνατος φαντάσας ἑαυτὸν εἰς ξένον ἄρτι μετὰ δόρπον ἐνεφανίσθη, ἄλλο τι τόδε

θεοὶ περιμηχανόωνται. διὰ τὸ ἀσύνηθες δηλαδή. αἰεὶ γὰρ τὸ πάροσγε θεοὶ φαίνονται

ἐναργεῖς ἡμῖν, εὖτε τουτέστιν ὁπηνίκα ἕρδομεν ἀγακλειτὰς ἑκατόμβας. δαίνυνταί τε

πὰρ ἄμμι καθήμενοι, ἔνθά περ ἡμεῖς. εἰ δ' ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ἤγουν

συναντήσει ὁδίτης, (ῃερς. 4.) οὔτι κατακρύπτουσιν. ἀλλὰ δηλονότι ἐναργεῖς καὶ

αὐτῷ φαίνονται, ὡς καὶ τῷ Ὀδυσσεῖ πρὸ ὀλίγων ἡ Ἀθηνᾶ. (ῃερς. 5.) εἴτα καὶ τὴν

αἰτίαν τῆς τοιαύτης ἐναργείας λέγων, ἐπάγει. (ῃερς. 6.) ἐπεί σφισιν ἐγγύθεν εἰμὲν

τουτέστιν ἐσμὲν, ὥσπερ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων. ὅπερ ὅτι ὁμοιότης

ἐστὶ πεπορισμένη ἐξ ἀνομοιότητος, προγέγραπται. ῥητέον δὲ καὶ νῦν ὅτι τοιοῦτός

ἐστιν ἐνταῦθα ὁ τῆς ὁμοιόσεως λόγος, ὡς εἴ τις εἴποι τόσον εἶναι Σωκράτην ἐγγύθι

τῷ Πλάτωνι κατ' ἀρετὴν, ὅσον Ἄνυτος καὶ Μέλιτος ἀλλήλοις κατὰ κακίαν. οὕτω καὶ

ἐνταῦθα ἐγγύθεν Φαίακες θεοῖς κατὰ δικαιοσύνην, ὡς Κύκλωπες καὶ Γίγαντες

ἀλλήλοις κατὰ ἀδικίαν. ἐνταῦθα δὲ καὶ τὸ (ῃερς. 5.) θεοῖς ἐγγύθεν εἶναι, ὅμοιόν ἐστι

τῷ, ἀγχιθέους αὐτοὺς εἶναι. ὡς ἐν τῇ ˉε ῥαψῳδίᾳ γέγραπται. (ῃερς. 199.) Ἰστέον δὲ

ὅτι παρὰ τὸν καιρὸν ἐνταῦθα τῷ Ἀλκινόῳ ἡ ἀπορία ἐστίν. οὐ γὰρ εἰ ἐπεφάνη θεὸς

τεθαύμακεν, ἀλλ' εἴπερ ἐν τοιούτῳ καιρῷ. (ῃερς. 8.) Ὅρα δὲ ὡς οὐδὲ ἡ Ναυσικάα

ὑπαίτιος εἰ θεὸν τὸν Ὀδυσσέα ὑπώπτευσεν, εἴγε καὶ Ἀλκίνοος τοιοῦτόν τι περὶ αὐτοῦ

ὑπονοεῖ. ὁ μέντοι Ὀδυσσεὺς ὑπεξαιρῶν τὴν περὶ ἑαυτοῦ θειοτέραν ὑπόνοιαν ὡς θεοῦ

μὲν ὂν τὸ μακάριον αὐτὸς δὲ ἀθλίως πεπραγώς, φησὶν ἃ δὴ ἁρμόττει παντὶ ἄλλως

μὲν δυστυχεῖ νομιζομένῳ δὲ εὐπραγεῖν, παρῳδηθέντα οὕτω πως. ἄλλο τί τοι μελέτω

φρεσίν. οὐ γὰρ ἔγωγε ἀθανάτῳ ἔοικα ὃς οὐρανὸν εὐρὺν ἔχει, οὐ δέμας οὐδὲ φυὴν,

ἀλλὰ θνητοῖσιν, οὕς τινας ὑμεῖς ἴστε μάλιστ' ὀχέοντας ὀϊζύν, τοῖσί κεν ἐν ἄλγεσιν

ἐξισωσαίμην. καὶ μᾶλλον δ' ἂν, ἐγὼ κακὰ μυθησαίμην ὅσσά γε δὴ ξύμπαντα θεοῦ

ἰότητι μόγησα. (ῃερς. 213.) τοῦτο δὲ προαναφώνησίς ἐστι τῶν ἑξῆς. ὡς πολλὰ τοῦ

Ὀδυσσέως μυθησομένου περὶ τῶν καθ' ἑαυτόν. (ῃερς. 8.) Ὅρα δὲ ὡς οὐκ εἶπεν ὅτι οὐ

γὰρ 1.273 ἔγωγε ἀθάνατός εἰμι, ἀλλ' ὅτι οὐδὲ ἔοικα οὔτε δέμας οὔτε φυήν. ἀλλ' οὐδὲ

ἀνθρώπων τοῖς μακαριωτέροις, ἀλλὰ τοῖς ἀνάπαλιν. (ῃερς. 1.) Τὸ δὲ φαίνονται

ἐναργεῖς, ἔοικέ πως ἐτυμολογικῷ τρόπῳ. ἐναργὲς γὰρ, τὸ οἱονεὶ λευκὸν καὶ διατοῦτο

φανερὸν ἢ φαεινόν. ὧν πρωτότυπον τὸ φαίνειν ἐστί. δῆλον δὲ ὡς ἐξ Ὁμήρου

κατῆρξε τὸ, θείας λέγειν ἐναργείας, τὰς θείας ἐπιφανείας. ὡς ταυτὸν ὂν ἐνάργειαν

εἰπεῖν καὶ ἐμφάνειαν. συντελεῖ δέ τι πρὸς ταῦτα καὶ τὸ, οὔτι κατακρύπτουσι. τὸ γὰρ

μὴ κρυπτόμενον, καὶ ἐναργὲς εἶναι δοκεῖ καὶ φαίνεσθαι λέγεται. (ῃερς. 2.) Τὸ δὲ

ἕρδειν ὅτι δασύνεται ὡς ἀπὸ τοῦ ῥέζω, δῆλον καὶ ἐκ τῆς ἐνταῦθα συναλιφῆς. φησὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

310

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!