18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐκ τοῦ Ἡλίου, βῆ ῥ' ἴμεν εἰς χαλκεῶνα, κακὰ φρεσὶ βυσσοδομεύων. ἐνδ' ἔθετ'

ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς ἀῤῥήκτους, ἀλύτους. (ῃερς. 275.) ὄφρ'

ἔμπεδον αὖθι μένοιεν, οἱ δεσμηθέντες δηλαδή. αὐτὰρ ἐπειδὴ τεῦξε δόλον

κεχολωμένος Ἄρει, βῆ ῥ' ἴμεν εἰς θάλαμον ὅθι οἱ φίλα δέμνια κεῖτο. ἀμφὶ δ' ἂρ

ἑρμῖσι χεῦε δέσματα κύκλῳ ἁπάντῃ πολλὰ δὲ καὶ καθύπερθεν μελαθρόφιν

ἐξεκέχυντο ἠΰτ' ἀράχνια λεπτὰ, τάγ' οὐ κέ τις οὐδὲ ἴδοιτο οὐδὲ θεῶν μακάρων, περὶ

γὰρ δολόεντα τέτυκτο. αὐτὰρ ἐπειδὴ πάντα δόλον περὶ δέμνια χεῦεν (ῃερς. 283.)

εἴσατο τουτέστι προσεποιήσατο καὶ ἐφάνη, ἀπιέναι ἐς Λῆμνον ἐϋκτίμενον

πτολίεθρον. οὐδ' ἀλαοσκοπιὴν ἔχε χρυσήνιος Ἄρης ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην

νόσφι κιόντα. βῆ δ' ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο, ἰσχανόων φιλότητος

ἐϋστεφάνου Κυθερείης. ἡ δὲ, νέον παρὰ ∆ιὸς ἦλθεν. ὅ δ' εἴσω δώματος ᾔει ἔν τ' ἄρα

οἱ φῦ χειρί. καὶ ἔφη. (ῃερς. 292.) δεῦρο φίλη λέκτρονδε τραπείομεν εὐνηθέντε. οὐ

γὰρ ἔθ' Ἥφαιστος μεταδήμιος ἀλλά που ἤδη οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας

ἀγριοφώνους. ὣς φάτο τῇ δ' ἀσπαστὸν ἐείσατο κοιμηθῆναι. τὼ δ' ἐς δέμνια βάντε,

κατέδραθον. ἀμφὶ δὲ δεσμοὶ τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο. οὐδέ τι

κινῆσαι μελέων ἦν οὐδ' ἀναεῖραι. καὶ τότε δὴ γίνωσκον ὅτ' οὐκέτι φυκτὰ πέλονται.

ἀγχίμολον δ' αὐτοῖς ἦλθεν Ἥφαιστος αὖτις ὑποστρέψας πρὶν Λῆμνον γαῖαν ἱκέσθαι,

Ἠέλιος γάρ οἱ σκοπιὴς ἔχεν, εἶπέ τε μῦθον. (ῃερς. 305.) ἔστη δ' ἐν προθύροισι, χόλος

δέ μιν ἄγριος ᾕρει. σμερδαλέον δ' ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσι. Ζεῦ πάτερ ἠδ' ἄλλοι

μάκαρες θεοὶ αἰὲν ἐόντες, δεῦθ' ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε. ὡς ἐμὲ

χωλὸν ἐόντα ∆ιὸς θυγάτηρ Ἀφροδίτη αἰὲν ἀτιμάζει, φιλέει δ' ἀΐδηλον Ἄρηα, οὕνεχ'

ὁ μὲν, καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἔγωγε ἠπεδανὸς γενόμην. αὐτὰρ οὔ τι μοι αἴτιος

ἄλλος ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον. ἀλλ' ὄψεσθε ἵνα τώ γε

καθεύδετον ἐν φιλότητι, εἰς ἐμὰ δέμνια βάντες. ἐγὼ δ' ὁρόων ἀκάχημαι, οὐ μέν σφας

ἔτ' ἔολπα μίνυνθά γε κειέμεν οὕτω, καὶ μάλα περ φιλέοντε. (ῃερς. 316.) τάχ' οὐκ

ἐθελήσετον ἄμφω εὕδειν, ἤγουν οὐ δυνήσονται τὰ σφίσι φίλα ποιεῖν, ἀλλά σφωε

δόλος καὶ δεσμὸς ἐρύξει, εἰσόκε μοι μάλα πάντα πατὴρ ἀποδῶσι ἔεδνα ὅσσά (ῃερς.

319.) οἱ ἐγγυάλιξα, τουτέστιν, ἐχείρισα περὶ τὰ γυῖα ἤτοι τὰς χεῖρας δοὺς, κυνώπιδος

εἵνεκα κούρης. οὕνεκά οἱ καλὴ θυγάτηρ ἀτὰρ (ῃερς. 3.) οὐκ ἐχέμυθος. τουτέστιν οὐκ

ἔχουσα λογισμόν. ἢ οὐκ ἐπέχουσα τὰς ἐπιθυμίας. οὐ σώφρων. οὐκ ἐγκρατής. ἐνταῦθα

δὲ (ῃερς. 321.) συντελέσας ὁ ποιητὴς τὴν ἐπὶ τῷ Ἡφαίστῳ ἠθοποιΐαν, ἐμελέτησε γὰρ

ποίους ἂν ὡς εἰκὸς ἐκεῖνος εἶπε λόγους ἐφ' οἷς εἶδεν, ἐπάγει καὶ ὡς πρὸς τὴν τοῦ

Ἡφαίστου βοὴν ἦλθε Ποσειδάων. (ῃερς. 322.) ἦλθεν ἐριούνης Ἑρμείας. ἦλθε δὲ ἄναξ

Ἀπόλλων. τρὶς ἐπαναγαγὼν εἰς τὸ ἦλθε κατὰ λόγον κάλλους. πλείους μέντοι θεοὺς

ἀριθμῆσαι ὀκνεῖ, διὰ τὸ μηδὲν εἶναι δέον. θηλύτεραι δέ φησι θεαὶ μένον αἰδοῖ οἴκοι

ἑκάστη. ἔσταν δ' ἐν προθύροισι θεοὶ δωτῆρες ἐάων. ἄσβεστος δ' ἂρ ἐνῶρτο γέλως

μακάρεσσι θεοῖσι, τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο. (ῃερς. 328.) εἶτα καὶ

ἑτέραν ἐπιπλέκων ἠθοποιΐαν στενὴν καὶ βραχύλογον ὡς εἴωθεν ἐπὶ λαοῦ ποιεῖν,

ἐπιφέρει σεμνῶς. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον. οὐκ ἀρετᾷ κακὰ ἔργα.

κιχάνει τοι βραδὺς ὠκὺν, ὡς καὶ νῦν Ἥφαιστος, ἐὼν βραδὺς, εἷλεν Ἄρηα ὠκύτατόν

περ ἐόντα θεῶν, χωλὸς ἐὼν, τέχνῃσι. τὸ, καὶ μοιχάγρι' ὀφέλλει. (ῃερς. 335.) ἐφ' οἷς

μεταβαίνων εἰς τὸ γελοιωδέστερον διὰ τοὺς οὕτω φιληδοῦντας ἀκούειν Φαίακας,

φησὶν ὡς τῶν ἄλλων τοιαῦτα λαλούντων, Ἀπόλλων τὸν Ἑρμῆν προσέφη. Ἑρμεία

∆ιὸς υἱὲ διάκτορε δῶτορ ἑάων, ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς

εὕδειν ἐν λέκτροισι παρὰ χρυσῇ Ἀφροδίτῃ; ὁ δὲ, αἲ γὰρ τοῦτο φησὶ γένοιτο ἄναξ

ἑκατηβόλε Ἄπολλον. δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν, ὑμεῖς δ'

εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι, αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσῇ Ἀφροδίτῃ. ὣς

ἔφατ'. ἐν δὲ γέλως ὦρτ' ἀθανάτοισι θεοῖσι. καὶ ἔστι σημειώσασθαι ὡς ἐν τῷ χωρίῳ

τούτῳ συνέμιξεν Ὅμηρος σπουδαῖα καὶ γελοῖα καὶ πικρά. καὶ πικρίας μὲν πολύ τι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

338

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!