18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐπέσπε, σύστοιχα, τὸ ἐπισπεῖν. καὶ ἐπισπώμενος. καὶ ἐφέψει. καὶ τὰ τοιαῦτα. Ὅτι

θέλησις τοῦ μαθεῖν βουλὴν τὸ, εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε. Καὶ ὅρα

τὸ εἴδομεν. ἐνεστὼς γάρ ἐστι κἀνταῦθα οὐκ εὔχρηστος τοῖς μὴ γράφουσι ποιητικῶς.

(ῃερς. 18.) Ὅτι ἐν τῷ, λίσσεσθαι δέ μιν αὐτὸν ὅπως νημερτέα εἴπῃ, τὸ μὶν αὐτὸν, οὐ

κεῖται ὡς ἀλλαχοῦ, ἀντὶ συνθέτου ἀντωνυμίας ἤγουν ἀντὶ τοῦ ἑαυτὸν, ἀλλὰ κατ'

ἐξοχὴν εἴρηται τὸ αὐτόν. ὡς εἴ τις εἴποι, αὐτὸν ἐκεῖνον καὶ μή τινα τῶν αὐτοῦ. ἐν

μέντοι τῷ, αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσας. τὸ αὐτόν μιν, φανερῶς ἀντὶ τοῦ

ἑαυτὸν κεῖται. (ῃερς. .) Ὅτι γνωμικὴ παίδευσις εἰς ἀλήθειαν τὸ, ψεῦδος δ' οὐκ ἐρέει,

μάλα γὰρ πεπνυμένος ἐστί. ἐπεὶ καὶ ἐνταῦθα, οὐδὲν τὸ πεῖθον τὸν Νέστορα,

ψεύσασθαι πρὸς Τηλέμαχον. ὅτι δὲ ἄλλως ψεύσεται κατὰ καιρὸν ὁ σοφὸς, δῆλον.

εἴγε καὶ Ἡρόδοτος φησὶν, ἔνθα τι δεῖ ψεῦδος λέγεσθαι, λεγέσθω. ὁ γοῦν Ὀδυσσεὺς ἐν

τοῖς ἑξῆς πλασμάτων τὴν ποίησιν ἔπλησε. καὶ ἐπαινεῖται διότι πολλὰ λέγει ἐτύμοις

ὁμοῖα. οἷς τούς τε Φαίακας ὡς φιλοτοιούτους ἐφέλκεται, καὶ τοὺς κατ' οἶκον ἐν

καιρῷ ἀπατᾷ. καί πως, οὕτω συλλογίζεται ὁ ποιητής. ὁ Νέστωρ, πεπνυμένος ἐστίν. ὁ

πεπνυμένος, οὐ ψεύσεται. ὁ Νέστωρ ἄρα οὐ ψεύσεται. ὅτι δὲ οὐ πάντῃ πάντως

ψεκτὸν τὸ ψεῦδος, καὶ Ἰσοκράτης δηλοῖ ἐν τῷ Παναθηναϊκῷ γράψας οὕτως. πολλῆς

μὲν ἐμπειρίας γέμοντα καὶ φιλοσοφίας, παντοδαπῆς τε μεστὸν ποικιλίας καὶ

ψευδολογίας, οὐ τῆς εἰθισμένης μετὰ κακίας βλάπτειν, ἀλλὰ τῆς δυναμένης μετὰ

παιδείας ὠφελεῖν ἢ τέρπειν τοὺς ἀκούοντας. Ἔνθα σημείωσαι ψευδολογίαν

ἐπαινετὴν ὁποία ἐναβρύνοιτ' ἂν καὶ ὁ τῶν μύθων καθά τις ἔφη Ὅμηρος ἢ Πλάτων ἢ

∆ημοσθένης, Αἴσωπος. εἰ δὲ ἀσύνηθες τὸ οὕτω νοῆσαι ἄψογον ψευδολογίαν,

ἐνθυμητέον ὡς ὁ αὐτὸς ῥήτωρ πολλὴν ἄνοιαν καὶ μωρίαν καταγνοὺς τῶν τὴν

ἀδικίαν πλεονεξίαν εἶναι νομιζόντων, βούλεται, τὴν πλεονεξίαν ἐπὶ εὐπορίας νοεῖν,

ἀσυνήθως πάντως. Ἰστέον δὲ ὅτι τὸν Ὁμηρικῶς εἰρημένον λόγον ὃς τῇ Ἀθηνᾷ

ἐνταῦθαπροσπλάττεται, καὶ ὁ συνετὸς Νέστωρ ἀπαραποιήτως ἐν τοῖς ἑξῆς ἐρεῖ τῷ

Τηλεμάχῳ, εἰς Μενελάου στέλλων αὐτόν. δηλοῦντος τοῦ ποιητοῦ, ὡς οὐδὲν

διαφέρει Ἀθηνᾶν εἰπεῖν καὶ φρόνησιν καὶ ἄνδρα φρόνιμον, ταυτόν δ' εἰπεῖν,

πεπνυμένον, καὶ πυκινόν. ἔτι δὲ καὶ δριμύν. Εὐριπίδης γὰρ, ἐπὶ συνετοῦ 1.111 εἴρηκε

τὸ δριμὺ ὡς λέγει Ἀριστοφάνης ὁ γραμματικός. ἃ γοῦν Ἀθηνᾶ φρόνησις ἐνταῦθα

ὑποτίθεται τῷ νεανίᾳ, τὰ αὐτὰ ὑποθήσει καὶ Νέστωρ ὁ φρόνιμος. (ῃερς. 22.) Ὅτι

ἀπειρίαν ἐπὶ φιλικῇ συντυχίᾳ δηλοῖ τὸ, πῶς τ' ἂρ ἴω. πῶς τ' ἂρ προσπτύξομαι αὐτόν.

οὐδέ τι πω μύθοισι πεπείρημαι πυκινοῖσιν. περὶ δὲ τοῦ προσπτύξομαι καὶ τοῦ

πεπείρημαι, προδεδήλωται. (ῃερς. 26.) Ὅτι πεποίθησις εἰς τὸ θεῖον τὸ, ἄλλα μὲν

αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις. ἄλλα δὲ καὶ θεὸς ὑποθήσεται. Καὶ ὅρα ὅτι νοεῖν μὲν, τὸ

αὐτόθεν καὶ οἴκοθεν. ὑποθέσθαι δὲ, τὸ ἐκ παραινέσεως νοῦν ἐμποιεῖν. ὅθεν καὶ τὸ

νουθετεῖν σύνθετον. καὶ ὑποθήκη ἡ παραίνεσις. τὸ δὲ ὑποθήσεται, καὶ ὑποθήσει

λέγεται ἐνεργητικῶς. (ῃερς. 28.) Ὅτι ἐν τῷ, οὐ γὰρ ὀΐω οὔ σε θεοῦ ἀέκητι γενέσθαί τε

τραφέμεν τε, φασί τινες λέγειν τὸν ποιητὴν, ὡς οὐκ οἴομαι νόθον σε εἶναι τῇ

Πηνελόπῃ. οἷα τῶν νόθων, μὴ θείως γεννωμένων διὰ τὸ τῆς μίξεως οὐκ ἔνθεσμον.

ὅθεν φασὶ τεθεῖσθαι καὶ τὸ νόθος ὄνομα, παρὰ τὴν νˉο στέρησιν καὶ τὸ θεῖον. ἵνα ᾖ

νόθος, ὁ τοῦ θειοτέρου ἐστερημένος. ὅ ἐστι τῆς ἐξ ἐννόμου γάμου γεννήσεως. εἰ δέ

γε σκοτίους τινὰς καὶ παρθενίους παῖδας ἡ ποίησις περιφέρει σεμνόν τι ἔχοντας, καὶ

τῷ Πριάμῳ δὲ πλείους τῶν γνησίων οἱ νόθοι, ἔχει τι καλὸν καὶ περὶ τῶν τοιούτων

λέγειν ἀνὴρ λόγιος. ἄλλως δὲ ἀέκητι θεοῦ γενέσθαί τις καὶ τραφῆναι λέγεται, εἰ διὰ

βίου ἄθλιος εἴη καὶ θεῷ ἀνεπισκόπητος. Τὸ δὲ γενέσθαί τε τραφέμεν τε, ὀρθῶς

κεῖται. ἀνάπαλιν δὲ ἀλλαχοῦ ὡς πρωθύστερον τὸ, τράφεν ἠδὲ γένοντο. (ῃερς. 30.)

Ὅτι ἐπί τινος θείου ἀνδρὸς ῥηθήσεται τὸ, ὅ δ' ἔπειτα μετ' ἴχνια βαῖνε θεοῖο. (ῃερς.

31.) Ὅτι ἀκολούθως τῷ, ἐννέα δ' ἕδραι ἔσαν, εἴρηται καὶ τὸ, Ἷξον δ' ἐς Πυλίων

ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας. τί δὲ ἡ ἄγυρις, προδεδήλωται. ὅθεν καὶ ἡ ὁμήγυρις. Ἐκ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

126

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!