18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

προσθεμένου ὡς δι' Ἑλένην μὲν ἀπωλόμεθα πολλοὶ, σοὶ δὲ Κλυταιμνήστρη δόλον

ἤρτυε τηλόθι ἐόντι, ἔνθα συννοητέον καὶ τὴν τοῦ Ἀτρέως γυναῖκα Ἀερόπην, δι' ἣν

καὶ αὐτὴν μοιχευθεῖσαν ὑπὸ Θυέστου πολλὰ ἐγένετο δεινὰ, φησὶν ὁ ἐν Ἅιδου

Ἀγαμέμνων παραινετικῶς τῷ Ὀδυσσεῖ ταῦτα διὸ νῦν μή ποτε (ῃερς. 440.) καὶ σὺ

γυναικίπερ ἤπιος εἶναι, ἤγουν ἔσο. μὴ δέ οἱ μῦθον ἅπαντα (ῃερς. 441.) πιφασκέμεν

ἤγουν φάσκε ὃν ἂν εὖ εἰδῇς, ἀλλὰ τὸ μὲν φάσθαι, (ῃερς. 442.) τὸ δὲ κεκρυμμένον

εἶναι, ἤγουν τὸ μὲν εἰπὲ διὰ τὴν κατὰ βίον κοινωνίαν, τὸ δὲ ἐπίκρυψον δι' ὑπόνοιαν

ἀπιστίας. καὶ ὅρα τὸ κεκρυμμένον εἶναι ἐλλειπτικῶς ῥηθὲν ἀντὶ τοῦ ἐθέλησον

κεκρυμμένον εἶναι, ἢ καὶ ἄλλως ἀντὶ τοῦ κεκρυμμένον ἔστω. (ῃερς. 443.) ἐπεὶ δὲ ἦν

ὁ Φαίαξ βασιλεὺς ἕτοιμος ἐπέχειν τῷ Ὀδυσσεῖ τὴν πομπὴν, εἰ οὕτως ἔχει τὰ κατὰ τὴν

γυναῖκα ὑπόπτως, ἐπάγει· ἀλλ' οὐ σοί γ' Ὀδυσσεῦ φόνος ἔσται ἔκ γε γυναικὸς, εἰ καὶ

τυχὸν ἄλλοθέν ποτε κεῖταί σοι δηλαδὴ τοιοῦτον κακόν. (ῃερς. 444.) λίαν γὰρ πινυτή

τε καὶ εὖ φρεσὶ μήδεα οἶδεν. ὃ δὴ ἔπαινός ἐστι σώφρονος γυναικός. (ῃερς. 446.) εἶτα

καὶ ἱστορῶν εὐμεθόδως τὰ κατ' ἐκείνην φησίν· ὡς νύμφην μὲν αὐτὴν νέην

κατελείπομεν ἡμεῖς ἐρχόμενοι (ῃερς. 447.) πόλεμόνδε τὸν εἰς Τροίαν δηλαδή. πάϊς δέ

οἱ ἦν ἐπὶ μαζῷ νήπιος. (ῃερς. 448.) ὅ που νῦν γε μετ' ἀνδρῶν ἵζει ἀριθμῷ, τουτέστι

συντιμᾶται τοῖς ἀνδράσι ἢ ἐν ἀνδράσι τελείοις τέτακται αὐξηθείς. ὄλβιος, ἦ γὰρ τόν

γε πατὴρ φίλος ὄψεται ἐλθὼν, καὶ κεῖνος πατέρα προσπτύξεται, ᾗ θέμις ἐστί. (ῃερς.

449.) καὶ ὅρα ὡς ὄλβιον εἶπεν υἱὸν ἐνταῦθα, ὃς ἂν ἀξιωθῇ ἀγαθὸς ὢν ἀγαθῷ

συνεῖναι πατρί. (ῃερς. 451.) ὃ μὴ σχὼν ὁ Ἀγαμεμνονίδης Ὀρέστης εἴη ἂν ἄνολβος.

φησὶ γοῦν, ἡ δ' ἐμὴ οὐδέ περ υἷος ἤγουν τοῦ υἱοῦ ἐμπλησθῆναι ἄκοιτις ὀφθαλμοῖσιν

ἔασε, πάρος δέ με πέφνε καὶ αὐτόν. (ῃερς. 453.) οἷς πάλιν ἐπιπλέκων παραίνεσιν καὶ

τῷ παθητικῷ εἴδει τοῦ λόγου συγκεραννὺς βουλὴν φησίν· ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ

φρεσὶ βάλλεο σῇσι, κρύβδην μὴ δ' ἀναφανδὰ φίλην ἐς πατρίδα γαῖαν νῆα

κατισχέμεναι, ἤτοι κάτισχε καὶ ἐλλιμένιζε, ἐπεὶ οὐκέτι πιστὰ γυναιξί. (ῃερς. 455.)

τοῦτο δὲ ὡς οἷον γνωμικῶς ῥηθὲν ἐλλειπτικῶς πέφρασται, ἵνα λέγῃ ὅτι οὐκέτι πιστὰ

ἐστὶ τὰ τῶν γυναικῶν, ὃ ταυτόν ἐστι τῷ, οὐκέτι πιστευτέον γυναιξί, μηδὲ

συγχωρητέον αὐταῖς ἐξονυχίζειν ὃ δὴ λέγεται, πάντα τὰ προσπίπτοντα τοῖς

ἀνδράσιν. ἔχει δὲ ὁ λόγος καὶ προαναφώνησιν τῶν εἰσέπειτα, ὡς τοῦ Ὀδυσσέως μὴ

παῤῥησιασομένου τὴν οἴκοι ἔλευσιν. (ῃερς. 457.) εἶτα καὶ ἐρωτᾷ ὁ ἐν Ἅιδου

Ἀγαμέμνων ὡς εἰκὸς περὶ τοῦ υἱοῦ, εἴ που ἔτι ζῶν ἐκεῖνος ἀκούεται, ἤ που ἐν

Ὀρχομενῷἢ ἐν Πύλῳ ἤ που παρὰ Μενελάῳ ἐν Σπάρτῃ. οὐ γάρ που φησὶ τέθνηκεν ἐπὶ

χθονὶ δῖος Ὀρέστης, ὃ πρὸ τούτων ἔφη τις ἐπὶ Ὀδυσσέως. λέγει δὲ ὁ Ἀγαμέμνων

οὕτως οὐ μαντευόμενος. Τειρεσίᾳ γὰρ τοῦτο καὶ μόνῳ δέδοται, ὃς οἶος ἐν Ἅιδου

πέπνυται, ἀλλ' ὅτι οὐκ οἶδε τὸν υἱὸν ἔτι αὐτὸς ἐν Ἅιδου, διὸ οἶδε ζῆν ἐκεῖνον. (ῃερς.

458.) Ἰστέον δὲ ὅτι ἐν Πύλῳ μὲν στοχάζεται κατὰ τὸ εἰκὸς εἶναι τὸν Ὀρέστην ὁ πατὴρ

διὰ τὴν τοῦ φιλοβασιλέως Νέστορος φιλίαν. (ῃερς. 459.) παρὰ δὲ Μενελάῳ διὰ τὴν

ἀδελφικὴν συγγένειαν, ἐν Ὀρχομενῷ δὲ διὰ τὸ πάνυ ἀσφαλὲς τοῦ τόπου καὶ ἄσυλον.

ἔνθα καὶ τὰ τῶν πέριξ πόλεων ἀπετίθεντο χρήματα ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσε. τῷ ὄντι

γὰρ ἐχρῆν τὸν Ὀρέστην ἢ παρὰ γνησίῳ συγγενεῖ φυλάττεσθαι, ἢ παρὰ φίλῳ ἀγαθῷ,

ἢ παρὰ ἀλλοτρίῳ ἐν τόπῳ ἐχυρῷ, οἷος καὶ ὁ Ὀρχομενός. καὶ τοῦτο μὲν κατὰ φύσιν

ἐνταῦθα ἐγράφη. Ὅμηρος δὲ προτάσσει μὲν τὸν Ὀρχομενὸν, δεύτερον δὲ τίθησι τὴν

Πύλον, τρίτην δὲ τὴν τοῦ Μενελάου Σπάρτην, οὕτω δόξαν αὐτῷ διὰ τὸ καινότερον.

Ἰστέον δὲ ὡς εἰ καὶ πιθανῶς ἐνταῦθα στοχάζεται ὁ βασιλεὺς, ἀλλ' οὐχ' εὑρίσκει τὸ

ἀληθὲς, οἷα σκιά τις ἀΐσσων 1.428 καὶ αὐτός. ὁ γάρ τοι Ὀρέστης ἐν τῇ πατρίδι ἐστὶν,

ἀνύσας ἅπερ ἤθελεν. (ῃερς. 462.) Ὀδυσσεὺς δὲ μηδὲν εἰδὼς μήδ' αὐτὸς φησὶν, ὡς οὔ

τι οἶδα, ζῴει ὅ γε ἢ τέθνηκε, τουτέστιν ὡς καὶ ἀλλαχοῦ κεῖται, ἢ ζῇ ὁ Ὀρέστης ἢ

τέθνηκεν. (ῃερς. 463.) ἀπὸ κοινοῦ γὰρ νοητέον τὸ ἢ καὶ ἐν τῷ ζῴει. τοιοῦτόν τι καὶ

παρὰ Σοφοκλεῖ ἐν Φιλοκτήτῃ τὸ, ἑκόντα μήδ' ἄκοντα, ἤγουν μήτε ἑκόντα μήτε

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

487

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!