18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀργαλέην τε. τοιαύτην δὲ ὁ Ὁμηρικὸς Μενέλαος λέγει τὴν εἰς τὸν Αἴγυπτον. τοιάνδε

οὖσαν ὡς ὁ γεωγράφος ἱστορεῖ, διὰ τὸ ἄξενον καὶ ἀλίμενον. μὴ δὲ γὰρ τὸν ὄντα φησὶ

λιμένα τὸν πρὸς τῇ Φάρῳ, ἀνεῖσθαι. φρουρεῖσθαι δὲ ὑπὸ βουκόλων λῃστῶν,

ἐπικειμένων τοῖς προσορμιζομένοις. (ῃερς. 485.) Ὅτι πειθὼ δηλοῖ τὴν πρός τινα

ἔντιμον, τὸ ταῦτα μὲν οὕτω δὴ τελέω γέρον, ὡς σὺ κελεύεις. (ῃερς. 489.) Ὅτι καὶ

ἐνταῦθα ὄλεθρος ἀδευκὴς, οὐ μόνον ὁ ἀγλευκὴς, ἀλλὰ καὶ ὁ ἀδόκητος, ἐκ τοῦ δέκω

πλεονασμῷ τοῦ ˉυ. οὐ φιλητέα δὲ τοῖς μὴ ἡρωΐζουσιν ἡ λέξις. (ῃερς. 492.) Ὅτι ὁ τῷ

ἐρωτῶντι μέλλων εἰπεῖν τινὰ δυσχερῆ, ἐρεῖ ἂν, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ

ἴδμεναι οὐδὲ δαῆναι ἐμὸν νόον. οὐδέ σε φημὶ δὴν ἄκλαυτον ἔσεσθαι ἐπὴν εὖ πάντα

πύθηαι. (ῃερς. 494.) Καὶ ὅρα τὸ ἄκλαυτον, οὐ πάθος δηλοῦν ἀλλ' ἐνέργειαν. λέγει

γὰρ, οὐ συνήθως τὸν μὴ κλαιόμενον κατὰ τὸ, ἄκλαυτος, ἄθαπτος. ἀλλὰ τὸν μὴ

κλαίοντα. Τὸ δὲ ἴδμεναι καὶ τὸ δαῆναι, διαφέρει. ἴδμεναι μὲν γὰρ, τὸ οἴκοθεν

εἰδέναι. δαῆναι δὲ, τὸ ἑτέρωθεν. (ῃερς. 495.) Ὅτι τὸ πολλοὶ μὲν τούτων ἔθανον

πολλοὶ δὲ λίποντο, μέθοδός ἐστι, πλάτος περιποιουμένη τῇ γραφῇ. ὡς τοῦ ποιητοῦ

δυναμένου ἂν πολλὰ περὶ τοῦ νόστου τῶν Ἑλλήνων εἰπεῖν, εἰ δέον αὐτὸ ἐνταῦθα

ἔκρινεν. (ῃερς. 496.) Ὅτι ἐν τῷ νόστῳ, δύο μόνοι ἀρχοὶ ἀπώλοντο λόγου δηλαδὴ τοῦ

νῦν ἄξιοι. καὶ μακρὰν τριβὴν ἔχοντες διηγήματος καὶ αὐτοὶ, καθὰ καὶ ὁ εἷς ὁ ἔτι

περιών. φησὶ γάρ. (ῃερς. 498.) εἷς δ' ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ.

ῥηθήσεται δ' ἐν τοῖς ἑξῆς, Ὀδυσσεὺς οὗτος εἶναι. ἄλλως γὰρ, τί ἔδει διατρίβειν

ἀκριβολογούμενόν φασι περὶ ἀδόξων ἀνδρῶν; (ῃερς. 496.) τίνες δὲ ἀρχοὶ; ὁ

Ἀγαμέμνων μὴ φθάσας τὸν οἶκον ἰδεῖν μὴ δὲ τοῦ υἱοῦ ἐμπλησθῆναι. καὶ ὁ Λοκρὸς

Αἴας. ὃς ταῖς γυραῖς πέτραις πελάσας καὶ τέως περισωθεὶς, εἶτα ἀπώλετο. φησὶ γὰρ

ὅτι γυρῇσί μιν πρῶτα Ποσειδάων ἐπέλασε πέτρῃσι μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης.

καὶ δὴ ἂν ἔκφυγε κῆρα καὶ ἀχθόμενός περ Ἀθήνῃ, εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ

μέγ' ἀάσθη. φῆ ῥ' ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης. τοῦ δὲ Ποσειδάων

μεγάλ' ἔκλυεν αὐδήσαντος. (ῃερς. 506.) Αὐτίκ' ἔπειτα τρίαιναν ἑλὼν χερσὶ

στιβαρῇσιν, ἣν ἀεὶ δοκεῖ φέρειν ἐν χερσὶν, ἤλασε γυραίην πέτρην. ἀπὸ δ' ἔσχισεν

αὐτήν. καὶ τὸ μὲν, αὐτόθι μεῖνε. τὸ δὲ τρύφος, ἔμπεσε πόντῳ. τῷ, Αἴας τὸ πρῶτον

ἐφεζόμενος, μέγ' ἀάσθη. τόν δ' ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα. (ῃερς.

511.) Εἶτα συμπληρῶν τὸ διήγημα, φησίν. ὣς ὁ μὲν, ἔνθ' ἀπόλωλεν ἐπεὶ πίεν

ἁλμυρὸν ὕδωρ. τοῦτον δὲ τὸν στίχον φασὶν οἱ παλαιοὶ, ἐν οὐδεμιᾷ ἐκδόσει φέρεσθαι,

διὰ τὸ λίαν εὐτελές. διὸ θαυμάζουσι πῶς ἔλαθεν Ἀρίσταρχον ὀβελίσαι αὐτόν. ἔχει δ'

εὐτέλειαν ὁ στίχος οὐ διὰ τὴν φράσιν, ἀλλὰ διὰ τὸν νοῦν. μὴ χρῆναι γὰρ δοκεῖ

ἀπαθῶς οὕτω τὸν Πρωτέα φράσαι καὶ οἷον ὡς ἐν ἀστεϊσμῷ. ἀστείως γὰρ πάντως καὶ

οὐ κατά τι σπουδαῖον, ἐῤῥέθη ἔξω καιροῦ τὸ, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ. ἁλμυρὸν δὲ,

οὐ μόνον τὸ φύσει τοιοῦτον, ἀλλὰ καὶ τὸ πρὸς αὐτὸν τὸν πιόντα. οὗ ἀνάπαλιν οἱ

Σικελοὶ ἀστεϊζόμενοι, γλυκεῖαν ἐν τοῖς ὕστερον τὴν παρ' αὐτοῖς εἶναι θάλασσαν

ἔλεγον, χαίροντες τοῖς παρ' αὐτῆς ἐδέσμασιν. ὃ καὶ σημείωσαι εἰς τὸ Ἰάνειρα. ὅπερ

ὄνομά ἐστι Νηρηΐδος ἐν Ἰλιάδι, ταυτοδύναμον τῷ Ἰάνασσα, ὡς ἀπὸ τοῦ ἰαίνω τὸ

εὐφραίνω εἴτουν γλυκαίνω. δῆλον γοῦν ὅτι ᾧ λόγῳ γλυκεῖα θάλασσα Σικελικῶς

φάναι, οὕτω καὶ ἰαίνουσα ἤγουν εὐφραντικὴ κατὰ τὰς εἰρημένας ποιητικὰς

ὀνοματοθεσίας. ὅτι δὲ ἅλμη λαμβάνεταί ποτε καὶ ἐπὶ ἀγαθοῦ, δηλοῖ παροιμία

εἰποῦσα τὸ, ἅλμη οὐκ ἔνεστιν αὐτῷ. ἤγουν ἀγλευκής ἐστι καὶ ἀηδής. ταυτόν δ'

εἰπεῖν, οὐ νόστιμος. ἡ δὲ τοιαύτη ἅλμη, ἐκ τοῦ παρ' Ὁμήρῳ θείου ἁλὸς παρῆκται. ἀφ'

οὗ καὶ ἁλίαρον παρὰ τοῖς παλαιοῖς, τὸ ἠρτυμένον ἅλα τι. οὗ ἡ σύνθεσις, κατὰ τὸ

ἁλίμικτον καὶ ἁλίπαστον. παλαιὸς δέ τις ἁλμίων ἐπικαλούμενος, παρὰ τὴν πικρὰν

ἅλμην οὕτως ἐσκώπτετο. καθότι καὶ χολὴ ὁ αὐτὸς ἐπεκαλεῖτο. τοιαύτης δὲ σύνθεσις

ἅλμης, καὶ παρὰ Σωπάτρῳ ἐν τῷ, δηξίθυμος ἅλμη. ἔνθα τὸ δηξίθυμος, ταυτόν ἐστι

τῷ δακέθυμος οἷον δακέθυμος ἄτη. τινὲς δὲ, καὶ τὸν ἐντοῖς ἑξῆς που ῥηθησόμενον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

203

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!