18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

εἰναλίῳ κήτεϊ, περιφραστικῶς φώκην δηλοῖ, οὐ μὴν τὸ ἁπλῶς κῆτος. (ῃερς. 446.) Τὸ

δὲ ὤλεσε κήτεος ὀδμὴν, ἀντὶ τοῦ ἠλλοίωσεν ἢ ὀλίγωσεν. οὐ γὰρ ἦν αὐτὴν ἄλλως

ἀπολωλέναι τέλεον. (ῃερς. 447.) Ὅτι ἐν τῷ, πᾶσαν ἠοίην μένομεν τετληότι θυμῷ,

ἠοίαν λέγει, τὴν ἀπὸ πρωΐας ἕως ἕκτης ὥρας ἡμέραν. ὁμοίως τῷ ὄφρα μὲν ἠὼς ἦν

καὶ ἀέξετο ἱερὸν ἦμαρ. ταυτὰ γὰρ ἐκεῖ τὸ ἠὼς καὶ ἐνταῦθα τὸ ἠοίη. πλὴν ὅσον ἐκεῖνο

μὲν, πρωτότυπον καὶ ἀνελλιπές. τοῦτο δὲ, παράγωγον καὶ κατ' ἔλλειψιν νοούμενον.

ἀπὸ γὰρ τοῦ ἠὼς ἠόος, γίνεται ἠοῖος ὁ πρωϊνός. ὡς τὸ, πρωΐ δ' ὑπ' ἠοῖοι. ἔτι δὲ καὶ ὁ

ἀνατολικός. ὡς τὸ, οἴχονται πρὸς τοὺς ἠοίους τῶν λιβύων. καὶ ἠὲ, πρὸς ἠοίων ἢ

ἐσπερίων ἀνθρώπων. ἐκ δὲ τοῦ ἠοῖος, ἠοίη ἐλλειπτικῶς, ἡ τῆς ῥηθείσης ἠοῦς

κατάστασις ἢ αὔξησις ἤτι τοιοῦτον. Ὅτι κατὰ τὸν Πρωτέα οὕτω φράζει. ἔνδιος δ' ὁ

γέρων ἦλθ' ἐξ ἁλός. εὗρε δὲ φώκας ζατρεφέας. πάσας δ' ἂρ ἐπῴχετο λέκτο δ'

ἀριθμόν. ἐν δ' ἡμέας πρώτους λέγε κήτεσσιν. οὐδέ τι θυμῷ ὠΐσθη δόλον εἶναι. ἔπειτα

δὲ λέκτο καὶ αὐτός. (ῃερς. 454.) ἡμεῖς δ' ἰάχοντες ἐπεσσύμεθα, διὰ τὸ φοβερώτερον,

ἀμφὶ δὲ χεῖρας βάλλομεν. οὐδ' ὁ γέρων δολίης ἐπελήθετο τέχνης. ἀλλ' ἤτοι

πρώτιστα, λέων γένετ' ἠϋγένειος. αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς.

γίνετο δ' ὑγρὸν ὕδωρ, καὶ δένδρεον ὑψιπέτηλον. περὶ ὧν προεῤῥέθη τὸ κατὰ τόπον

ἀρκοῦν. (ῃερς. 450.) Ἐνταῦθα δὲ, προσθετέον εἰπεῖν, ὅτι καθάπερ ἐκεῖ τὸ τοῦ μύθου

καχεκτοῦν εὗρέ τι θεράπευμα, οὕτω καὶ τὰ ἐκεῖσε παραπεπηγότα τέρατα τὸ

πολυκέφαλον τὸ μυριόφθαλμον καὶ τὸ τῶν ἑκατογχείρων, ἔχουσι καὶ αὐτὰ τοὺς

θεραπεύοντας. ὁποῖοί τινες, ὁ Παλαίφατος. ὁ Ἡράκλειτος οὐχὶ ὁ σκοτεινὸς ἀλλ'

ἕτερός τις ὁ τοῖς ἀπίστοις προθέμενος ἐμφῆναι πίστιν. ὁ Χάραξ. καὶ ἄλλοι, καὶ οἱ μὲν

πολλοῖς ὀφθαλμοῖς βλέπον τοῖς διὰ παντὸς δηλαδὴ σώματος, ὀξυωπίᾳ σεμνύνεται.

καὶ περιέργου δὲ ὄψεως ἁλίσκεται. ὁ δὲ χερσὶ πολλαῖς πεπλουτισμένος, εἰς

πολυδύναμον ἢ καὶ ἄλλως πρακτικώτατον ὑπενοήθη καθὰ καὶ ἡ Ἰλιὰς ἔδειξεν. ἡ δὲ

τῶν πολυκεφάλων θεραπεία, πλατεῖαν τὲ φιλαρχίαν ὑποβάλλει νοεῖν, καὶ τὸ ἐν

σκέμμασι πολύβουλον. καὶ τὸ ποικίλον ἐν μηχαναῖς. καὶ μάλιστά φασι ταῖς

κακοποιοῖς. φαντάζει δέ που, καὶ κόλακας ἐπιτρίπτους. οἳ ὅσα καί τινες κεφαλαί

φασιν ἀρχικαὶ, τοῖς αὐτῶν ἡττωμένοις ἐπίκεινται. τοιοῦτον γάρ τι ὡς εἰκὸς, ὁ τυφὼς

καὶ ἡ ὕδρα. καθὰ τὰ ἐς πολυμορφίαν, εἰς ὅμοιον ἥκουσι Πρωτεύς τε καὶ Ἔμπουσα.

Ἑρμῆς δὲ τρικέφαλος, ἄλλως τὸ τριττὸν τοῦ φιλοσόφου λόγου αἰνίττεται. δοκοῦσι

δὲ πολυκέφαλοι, καὶ οἱ μεθύοντες καὶ οἷον πολλὰ βλέποντες τῇ συγχήσει τῆς

ὁράσεως. ἔμπορος γοῦν τις μέθυσος παρὰ Μενάνδρῳ παίζει κατὰ τὴν ἱστορίαν τοῦ

Ναυκρατίστου σοφοῦ, οὕτως. ὅλην ἐπίνομεν τὴν νύκτα. καὶ σφόδρα ἄκρατόν μοι

δοκῶ. ἀνίσταμαι γοῦν τέσσαρας κεφαλὰς ἔχων. ὅτι δὲ τὰς ὄψεις ὁ οἶνος πλανᾷ ὥς

φησι Τίμων, δειχθήσεταί που ἐν τοῖς ἑξῆς. καὶ οὕτω μὲν καὶ ταῦτα. (ῃερς. 460.)

Ὅμηρος δὲ τὴν τοῦ Πρωτέως δολίαν τέχνην δι' ὀλίγων φράσας, εἶτα ἐπάγει καὶ ὡς

ἐπεὶ ἀστεμφέως εἶχον αὐτοὶ καὶ ὁ γέρων ἀνίαζε, καὶ τότε δὴ γνοὺς μαντικῶς τὸν

λοχήσαντα, ἀνείρετο. τίς δή τοι Ἀτρέος υἱὲ θεῶν συμφράσατό φησι βουλὰς, ὄφρά μ'

ἕλοις ἀέκοντα λοχησάμενος; ὅπερ δύναται παρῳδῆσαι εἰς ἑαυτὸν, ὁ πρός τινος

ἐπιβουλευθείς. (ῃερς. 463.) Καὶ 1.177 ὅρα τὸ, τίς συμφράσατο, οὐ δι' ἄγνοιαν

ἐρωτηθέν. οὐ γὰρ εἰκὸς ἀγνοεῖν τὸν μαντικώτατον Πρωτέα τίς ὁ συμφρασάμενος

τὸν ἐπ' αὐτῷ λόχον, ἀλλ' ἁπλῶς οὕτω κατὰ θάμβος ῥηθέν. εἰ δὲ καὶ μὴ προέγνω

ἐλλοχώμενος, καινὸν οὐδὲν εἶναι δοκεῖ, οὐ γὰρ προεσκέψατό φασιν. οὐκ ἂν οὖν εἴη

μὴ εἰδὼς ὁ προειπὼν υἱὸν Ἀτρέος τὸν λοχήσαντα Μενέλαον ὃν οὔπω εἶδε. διὸ καὶ ὁ

Μενέλαος φησίν. οἶσθα γέρον. οὕτω καὶ ἡ Θέτις ἐν Ἰλιάδι γινώσκουσα, ὅμως ἐρωτᾷ

τὸν υἱὸν Ἀχιλλέα. καὶ αὐτὸς, οἶσθα φησί. (ῃερς. 450.) Τὸ δὲ ἔνδιος, δηλοῖ μὲν τὸν

μεσημβρινὸν, ἤτοι τὸν ἐλθόντα περὶ μεσημβρίαν, ὥραν ταύτην θερμὴν, ὅτέ ἐστιν

ἰδίειν ὅ ἐστιν, ἱδροῦν ἡλίου καίοντος, ἵνα εἴη ἔνδιος, ὁ οἱονεὶ ἐνίδιος. ὅθεν καὶ ἴδος

φασὶ τὸ θερινὸν κατάστημα. οἷον, ἴδει ἐν αἰνοτάτῳ. καὶ καῦμα ἰδάλιμον. ὅτι δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

201

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!