18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

αἰψηρὸς ὁ τοῦ γόου κόρος, ἀλλὰ 1.2 τῷ Ὀδυσσεῖ οὐδέποτε ὄσσε δακρυόφιν τέρσοντο

διὰ τὸν τῆς πατρίδος πόθον. Βλέπει δὲ ἐπὶ πόντον Ὀδυσσεὺς καθὰ καὶ Ἀχιλλεὺς ἐν

Ἰλιάδι, ὡς δι' αὐτοῦ τε καταπλεύσας, καὶ δι' αὐτοῦ ἐθέλων ἀναχθήσεσθαι. καὶ φιλῶν

μὲν αὐτὸν, μισῶν δὲ τὴν ἐφ' ἧς διάγει. (ῃερς. 83.) Τὸ δὲ δάκρυσι καὶ στοναχῇσι καὶ

ἄλγεσι, κάλλος μὲν ἔχει διὰ τὰ πάρισα. ἐντελῶς δὲ φράζει λύπην μεγάλην. ἐν ᾗ καὶ

δακρύει τις καὶ στενάζει καὶ ἀλγεῖ παθαινόμενος τὴν ψυχήν. (ῃερς. 84.) Ἰστέον δὲ ὅτι

κοινοῦ μὲν ὄντος τοῦ λείβειν Ἰωνικοῦ δὲ τοῦ εἴβειν περιαιρέσει τῆς ἀρχῆς ὃ δὴ

θεωρεῖται καὶ ἐν τῷ, σῦς καὶ ὗς καθ' Ἡρῳδιανόν, ἀμφοῖν κεῖται χρῆσις ἐν τοῖς

εἰρημένοις, τὸ μὲν γὰρ δάκρυα λείβων, κοινόν ἐστιν. Ἰωνικὸν δὲ, τὸ, κατείβετο

αἰών. Περὶ δὲ τοῦ ἁνδάνειν, εἴρηται μὲν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ῥητέον δὲ καὶ

ἐνταῦθα τὰ τοῦ Ἡρακλείδου. ᾧ δοκεῖ, ἀπὸ τοῦ ἅδω γενέσθαι αὐτὸ καθ' ὁμοιότητα

τοῦ λάβω λαμβάνω καὶ τῶν ὁμοίων. οὗ δὴ ἅδω, χρῆσις καὶ παρ' Ὁμήρῳ ἐν τῷ, ἅδε δ'

Ἕκτορι μῦθος ἀπήμων, ἤγουν ἤρεσκεν. εἰπὼν γὰρ ὅτι τὸ δάκνω συγκοπήν τινές

φασιν εἶναι τοῦ δαγκάνω, ἐπάγει ὡς τὸ, δάκω μάθω λάχω ἅδω φύγω καὶ ὅσα

τοιαῦτα ὑποτακτικὰ, τρισὶ γράμμασιν ὑστερεῖ καὶ μιᾷ συλλαβῇ, τῶν ἐξ αὐτῶν

ὁριστικῶν ὧν τὸ ἄλφα παρατέλευτον. τοιοῦτον γὰρ τὸ φύγω ὑποτακτικὸν πρὸς τὸ

φυγγάνω. καὶ ἐρύγω πρὸς τὸ ἐρυγγάνω. καὶ τὸ δάκω μάθω λάχω ἅδω, πρὸς τὸ

δαγκάνω μανθάνω λαγχάνω ἁνδάνω. ταύτῃ τοι καὶ τοῦ ἁμαρτάνω, ὑποτακτικόν

φησιν εἶναι φαμὲν, ἁμάτω δίχα τοῦ ˉρ, ὅπως καὶ αὐτὸ τρισὶ γράμμασιν ἐκείνου

λείπηται. διὸ ἀναλογώτερον, τὸ κιγχάνω καὶ ἱγκάνω, τοῦ κιχάνω καὶ ἱκάνω. ἵνα καὶ

αὐτὰ λείπωνται τρισὶ γράμμασι, τοῦ κίχω καὶ ἵκω. (ῃερς. 87.) Ὅτι χρυσόῤῥαπιν ὅ ἐστι

χρυσεόῤῥαβδον Ὁμήρου ὡς καὶ προεῤῥέθη πλασαμένου τὸν Ἑρμῆν, ἐντεῦθεν οἱ

ὕστερον ὁρμηθέντες, κηρύκειον αὐτῷ διδόασιν, ὁποίῳ καὶ τὸ θεῖον γένος οἱ ἐξ

Ἑρμοῦ κήρυκες ἐχρῶντο εἰς παράσημον. Ὅτι ἔνθα μὲν ἡνία λέγει καὶ εἵματα

σιγαλόεντα, ἔστιν ἐκεῖ νοῆσαι τοιαῦτα, καὶ τὰ εὐαφῆ καὶ ἁπαλά. νῦν δὲ ἐν τῷ, ἐν

θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι, οὔκουν τοιοῦτος ὁ σιγαλόεις θρόνος, ἀλλ' ἢ ὁ

ποικίλος διὰ τὸ κατεστιγμένος εἶναι. ἢ ὁ σιγὴν ἐμποιῶν διὰ τὸ ἀξιοθέατον. Ὅτι

φιλοξένου καὶ φιλόφρονος ἐρωτήσεως τε καὶ ὑποσχέσεως τὸ, τίπτε μοι εἰλήλουθας

αἰδοῖός τε φίλος τε; αὔδα ὅ, τι φρονέεις. τελέσαι δέ με θυμὸς ἄνωγεν. εἰ δύναμαι

τελέσαι γε καὶ εἰ τελεσμένον ἐστί. περὶ οὗ ὅτι πρωθύστερόν ἐστι, καὶ ἐν τοῖς εἰς τὴν

Ἰλιάδα δεδήλωται. πρῶτον γὰρ ἐξεταστέον εἰ τετελεσμένα ζητούμεθα, εἶτα καὶ εἰ

τελέσαι δυνάμεθα. οἰκεῖον δὲ ἐν ὑπερθέσει τοιαύτῃ, ἐπαγαγεῖν καὶ τὸ, ἀλλ' ἕπεο

προτέρω, ἤτοι πρὸ καὶ ἐπὶ τὰ ἔμπροσθεν ἢ καὶ προσωτέρω, ἵνα τοι πὰρ ξείνια θείω.

(ῃερς. 90.) Ὅρα δὲ ὅτι τετελεσμένον, οὐ τὸ ἤδη τελεσθὲν φησὶν, ἀλλὰ τὸ τελεσθῆναι

πεφυκὸς καὶ δυνάμενον. (ῃερς. 93.) Ὅτι παρέθηκε τράπεζαν ἡ Καλυψὼ τῷ μυθικῷ

Ἑρμῇ, ἀμβροσίης πλήσασα. κέρασε δὲ νέκταρ ἐρυθρόν. αὐτὰρ ὃ πῖνε καὶ ἦσθεν. αὐτὰρ

ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ, καὶ τότε δὴ προσεῖπε τὴν Καλυψὼ ἀφελῶς

οὕτως. (ῃερς. 97.) ἐρωτᾷς μ' ἐλθόντα θεὰ θεὸν; αὐτὰρ ἐγώ τοι νημερτέως τὸν μῦθον

ἐνισπήσω. κέλεαι γάρ. εἴπομεν δὲ ἀφελῶς, ἀκολούθως τοῖς παλαιοῖς. οἵ φασιν ὅτι

εὐτελεῖς οἱ δύο στίχοι οὗτοι καὶ κατὰ συνθήκην καὶ κατὰ διάνοιαν. (ῃερς. 93.)

Σημείωσαι δὲ ὅτι τὸ ἐπιτραπέζιον τοῦτο νέκταρ καὶ ἡ ἀμβροσία, τὴν φιλοτήσιον

αἰνίττεσθαι δύνανται ὁμιλίαν τὴν συμποτικήν. ἣ ἀμβροσίας ἂν εἴη καὶ νέκταρος

ἀποῤῥώξ. Τὸ δὲ κέρασε νέκταρ, οὐ δηλοῖ κράμά τι, ἀλλ' ἀντὶ τοῦ ἐνέχεε κεῖται ὡς

ἀπὸ παλαιᾶς χρήσεως. καθ' ἣν ὡς καὶ ἀλλαχοῦ σαφῶς ἐδηλώθη, κέρασι ζῴων

ἐγχέοντες ἔπινον. Ἐρυθρὸν δὲ νέκταρ καθ' ὁμοιότητα τοῦ, οἶνος ἐρυθρός. ἴσως δὲ

σκεύασμά τι καὶ τὸ νέκταρ ἦν καθὰ καὶ ἡ ἀμβροσία. καὶ γὰρ οὐδ' αὐτὴ κατὰ μόνην

ἀλληγορίαν ὑφίσταται, ἀλλὰ καὶ ἄνθος τι ἀμβροσία ἐλέγετο κατὰ Παυσανίαν. ὃς

λέγει καὶ ὅτι ἀμβροσία, γένος τι συνθέσεως ἐξ ὕδατος ἀκραιφνοῦς καὶ μέλιτος καὶ

ἐλαίου παγκαρπίας. (ῃερς. 95.) Τὸ δὲ ἤραρε θυμὸν ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη, τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

230

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!