18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τὸ ἐνταῦθα σαφὲς ἤγουν τὸ εἴσοδος ἐκεῖ ποιητικώτερον κεῖται. εἰσίθμη γάρ. καὶ αὖ

πάλιν τὸ ἐκεῖ κοινῶς λεχθὲν ἤγουν τὸ λεπτὴ, ἐνταῦθα οὐχ' οὕτως ἐφράσθη. ἀραιὴ

γὰρ ποιητικώτερον. εἶτα κοῖλον τὸν τοιοῦτον λιμένα εἰπὼν ὥσπερ δὴ ἐν τοῖς ἑξῆς

καὶ πολυβενθέα, ἐπάγει ὡς οὔποτε ἀέξετο κῦμά γ' ἐν αὐτῷ (ῃερς. 92.) οὔτε μέγ' οὔτ'

ὀλίγον λευκὴ δ' ἦν ἀμφιγαλήνη. δηλοῖ δ' ἐν τούτοις Ὅμηρος ἀγαθόν τε λιμένα τὸν

ῥηθέντα εἶναι καὶ φυσικῶς ὠχυρῶσθαι. ὃ δὴ καὶ πρὸς κακοῦ γέγονε τοῖς περὶ

Ὀδυσσέα. ἐγκλεισθέντες γὰρ ὥσπερ ἕρκει τῷ τοιούτῳ λιμένι, ἀπώλοντο. (ῃερς. 87.)

Κλυτὸν δὲ λιμένα συνήθως λέγει τὸν ἄξιον περιᾴδεσθαι καὶ ἀκούεσθαι. οὕτω καὶ

κλυτὰ μῆλα πρὸ ὀλίγων ἔφη. κλυτὸν μέντοι ὄνομα Ὀδυσσέως τὸ ἐξάκουστον. Τὸ δὲ

τετύχηκεν, ἀντὶ τοῦ κατὰ τὴν τύχην ἐστὶ καὶ οὐκ ἐξ ἐπιτεχνήσεως. (ῃερς. 88.) Τὸ δὲ

ἀμφοτέρωθεν, ἑρμηνεία ἐστὶν ἐνταῦθα τοῦ διαμπερὲς, ὥσπερ καὶ τὸ (ῃερς. 90.)

προὔχουσι σαφήνειά ἐστι τοῦ, ἀκταὶ προβλῆτες. (ῃερς. 89.) ἤτοι αἱ τοῦ λιμένος

προβεβλημέναι καὶ προέχουσαι αὐτοῦ. (ῃερς. 131.) ἃς δὴ καὶ ἐπηρεφέας ἐρεῖ, ὡς

ἐπικεκλιμένας δίκην ὀρόφου. Τὸ δὲ ἐναντίαι ἀλλήλαις, ἀντὶ τοῦ αἱ μὲν δεξιαὶ αἱ δ' ἐξ

ἀριστερῶν. Στόμα δὲ ὅτι καὶ ἐπὶ λιμένων λέγεται καθὰ καὶ ἐπὶ ποταμῶν ἔτι δὲ καὶ

λιμνῶν, ὡς δηλοῖ καὶ τὸ παρὰ Θεοκρίτῳ στομάλιμνον, δῆλόν ἐστι. (ῃερς. 90.) Τὸ δὲ

στενὸν τῆς κατὰ τὸν λιμένα εἰσόδου τὸν πολὺν ὄλεθρον τῶν τοῦ Ὀδυσσέως νηῶν

πιθανολογεῖ, οὐκ εἶχον γὰρ διεκδῦναι τῆς στενότητος. οὕτω δὲ καὶ τὸ τῶν (ῃερς.

131.) πετρῶν ἐπηρεφὲς πιθανῶς ἀπολλυμένους τοὺς προσορμισθέντας ποιεῖ,

βαλλομένους ἐκ μετεώρων, καὶ διατοῦτο ἐκπίπτοντας μὲν τῶν πλοίων εἶτα

θνήσκοντας οἴκτιστα. Ἐν δὲ τῷ, κῦμα ἄξετο, ἀστείως ἔθετο τὴν αὔξησιν ἐπὶ

ἐγέρσεως κύματος, ὡς 1.370 εἶναι λοιπὸν μείωσιν τὸ ἀνάπαλιν. (ῃερς. 93.) Τὸ δὲ

ὀλίγον, καὶ νῦν ὡς καὶ πρὸ τούτων, ἀντὶ τοῦ μικρὸν κεῖται. (ῃερς. 94.) Τὸ δὲ λευκὴ

γαλήνη, ἄριστα ἐῤῥέθη. ἐπεὶ παρὰ τὸ γάλα ἡ γαλήνη. λευκὸν δὲ τὸ γάλα φησὶ

κατεξαίρετον Ὅμηρος. εἴη δὲ ἂν καὶ μαρμαρέη θάλασσα ἡ τοιαύτην γαλήνην ἔχουσα.

(ῃερς. 91.) Ὅτι ἐλλιμενισμὸν φράζει τὸ, ἔνθα ἔχον νέας ἀμφιελίσσας. αἱ μὲν ἄρ'

ἔντοσθεν λιμένος κοίλοιο δέδεντο πλησίαι. διὰ τὸ ὡς ἐῤῥέθη ἀκύμαντον τοῦ

λιμένος. (ῃερς. 93.) Τοῦ δὲ πλησίαι, δῆλον ὡς εὐθεῖα ἐστὶν ἡ πλησία, ἧς ἡ γενικὴ

παρὰ Σοφοκλεῖ ἐν τῷ, παρούσης τῆσδε πλησίας ἐμοί. (ῃερς. 95.) Ὅτι εὐτυχῶς ὁ

Ὀδυσσεὺς ἔξω τοῦ ῥηθέντος λιμένος ἔσχε τὴν ἑαυτοῦ νῆα, ἐπ' ἐσχατιᾶς δηλαδή. μὴ

κατασχὼν εἴς τι κοῖλον ἀλλὰ πέτρης ἐκ πείσματα δήσας. ὡς εἰ μὴ τοῦτο ἐποίησεν,

οὐκ ἂν οὐδ' αὐτὸς διέδρα τὸν κίνδυνον. (ῃερς. 96.) Ὅρα δὲ καὶ νῦν ὡς οὐ μόνον ἐπ'

ἀγροῦ ἡ ἐσχατιὰ ἢ ἐπ' ἐρημίας. ἰδοὺ γὰρ νῦν ἐσχατιὰ τὸ τοῦ λιμένος ἔσχατον. Ὅτι

ἀνελθόντι τῷ Ὀδυσσεῖ καὶ στάντι σκοπιὴν ἐς παιπαλόεσσαν οὔτε βοῶν οὔτ' ἀνδρῶν

φαίνετο ἔργα, (ῃερς. 99.) καπνὸς δὲ μόνος ὁρᾶτο ἀπὸ χθονὸς ἀΐσσων, δηλῶν εἶναι

τὸν τόπον οἰκούμενον. (ῃερς. 98.) Ἔργα δὲ βοῶν, τὰ κατὰ γεωργίαν λέγει, καθὰ καὶ

Ἡσίοδος, ἔργα βοῶν δ' ἀπόλοιτο. εἰ καὶ ἄλλως ὑπούργουν βόες τοῖς ἐκεῖ. (ῃερς. 104.)

ἅμαξαι γὰρ ἄστυ δ' ἀφ' ὑψηλῶν ὀρέων καταγίνεον ὕλην. Ἔστι δὲ ἀγινεῖν κυρίως

μὲν τὸ ἄγειν, ἐκ τῆς τοῦ ἄγω παραγωγῆς. νῦν δὲ τὸ καταφέρειν. οὐ μακρὰν δὲ τῆς

περὶ τὴν γῆν τῶν Κυκλώπων διαγωγῆς καὶ τὰ τῶν Λαιστρυγόνων, εἴγε καὶ τούτοις

ἀπραγμάτευτος ἡ ζωή, πλὴν ὅσον οὐ προσμαρτύρεται καὶ αὐτοῖς τὸ καὶ ἀρότου δίχα

καὶ σπορᾶς εὔφορον εἶναι τὴν κατ' αὐτοὺς γῆν. Ὅτι δὲ καὶ ἀγριώτεροι Κυκλώπων οἱ

Λαιστρυγόνες, ἔστι ἐνταῦθα ἐκ τῶν τοῦ ποιητοῦ συναγαγεῖν. βασιλεύονται μὲν γὰρ,

ἀλλ' οὐ θεμιστεύονται, οὔτε κοινῶς κατὰ τοὺς ἡμετέρους ἀνθρώπους,

ἀνθρωποφαγοῦσι γάρ· οὔτε μὴν ἰδίᾳ κατὰ τοὺς Κύκλωπας. οὐ γὰρ ἱστόρησεν ὡς ἐκεῖ,

οὕτω καὶ ἐπὶ τούτων ὁ ποιητὴς, ὡς ἕκαστος θεμιστεύει παίδων ἠδὲ γυναικῶν. ἔτι

Λαιστρυγόνες μὲν ἐνταῦθα τοὺς περὶ τὸν Ὀδυσσέα ὀλλύντες δαῖτα πένοντο. περὶ δὲ

Κυκλώπων ὡς ἀνθρωποφαγούντων οὐδὲν ἐξέφῃνεν ὁ ποιητὴς, μόνον δὲ τὸν

Πολύφημον τοιοῦτον ἱστόρησε. πολύθηρος δὲ καὶ ἄλλως πολύζωος καὶ ἡ τῶν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

421

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!