18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

σφόνδυλος, ἡ δικανικὴ ψῆφος. (ῃερς. 562.) Ὅτι ἀπόγνωσιν φράζει ἐπανόδου τῆς εἰς

τὰ οἰκεῖα τὸ φάσθε νύ που ἤγουν λέγετε ἴσως, οἶκονδε φίλην ἐς πατρίδα γαῖαν

ἔρχεσθαι. ἄλλην δ' ἡμῖν ὁδὸν τεκμήρατο ὁ δεῖνα. (ῃερς. 565.) τοῖς δὲ τοῦτο μαθοῦσιν

οἰκεῖον τὸ, τοῖσι δὲ κατεκλάσθη φίλον ἦτορ. ἑζόμενοι δὲ καταῦθι γόων τίλλοντό τε

χαίτας. (ῃερς. 568.) εἰ δὲ ἀναγκαίως ὅμως αὐτοὶ πορεύοιντο, καλὸν ἐπαγαγεῖν καὶ τὸ,

ἀλλ' οὐ γάρ τις πρῆξις ἐγίνετο μυρομένοισιν, ᾔομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ

χέοντες. (ῃερς. 570.) Γίνεται δὲ τὸ ᾔομεν, ἀπὸ τοῦ ἐΐω ἠΐομεν παρατατικός. καὶ ἐν

συναιρέσει, ᾔομεν, καθὰ καὶ πρὸ ὀλίγων, ᾔομεν ὡς ἐκέλευσες ἀνὰ δρυμά. (ῃερς. 563.)

Ἐν δὲ τῷ, ἄλλην δ' ἧμιν ὁδὸν τεκμήρατο Κίρκη, σημείωσαι ὅτι καθάπερ ἐν τῷ, μέγα

δ' ἧμιν ὄρος πόλει ἀμφικαλύψειν, οὕτω καὶ νῦν ἀναπεμφθέντος τοῦ τόνου,

συνεστάλη ἡ λήγουσα. (ῃερς. 573.) Ὅτι τὸ λεληθότως διελθεῖν, ῥεῖα παρὲξ ἐλθεῖν, ἢ

συνθέτως, ῥεῖα παρεξελθεῖν λέγεται, ὡς δηλοῖ τὸ, Κίρκη ῥεῖα παρεξελθοῦσα,

τουτέστι παρὲξ ἡμῶν ἐλθοῦσα, ἤγουν ἐγγὺς μὲν ὅμως δὲ ἠρέμα πόῤῥω. ὃ δὴ καὶ

παρεκτὸς λέγεται κοινότερον κατὰ τὴν κυρίως σημασίαν τοῦ παρέξ. Ἐνταῦθα 1.396

δὲ καί τι λέγεται γνωμικῶς τοιοῦτον, τίς ἂν θεὸν οὐκ ἐθέλοντα ὀφθαλμοῖσιν ἴδοιτο,

ἢ ἔνθα ἢ ἔνθα κιόντα; ΥΠΟΘΕΣΙΣ ΤΗΣ Λ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑΣ. Ἀπαγγέλλει πῶς

κατὰ τὰς Κίρκης ἐντολὰς εἰς Ἅιδου κατῆλθεν, καὶ ὡς ἤκουσε Τειρεσίου τοῦ μάντεως

περὶ τῆς ἑαυτοῦ καὶ τῶν ἄλλων ἑταίρων σωτηρίας, καὶ ὡς τοὺς ἥρωας καὶ τὰς

ἡρωΐδας εἶδεν ἐν Ἅιδου, καὶ τὴν μητέρα, καὶ τῶν ἐς Ἴλιον συστρατευσάντων ἐνίους,

καὶ τῶν ἐν Ἅιδου κολαζομένων τινάς. Ο∆ΥΣΣΕΙΑΣ Λ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑ. Ὅτι οὐ

νεκυομαντεία μόνον ἀλλὰ καὶ νεκύα τρισυλλάβως τὸ παρὸν ἐπιγράφεται γράμμα

διὰ τὴν ἐν αὐτῷ τοῦ Ὀδυσσέως ὁμιλίαν πρὸς τοὺς ἐν Ἅιδου νέκυας. (ῃερς. 2.) εὐθὺς

δ' ἐξ ἀρχῆς ἡ ῥαψῳδία διασκευὴν λαλεῖ ἀνάπλου ἐν τῷ, νῆα μὲν ἂρ πάμπρωτον

ἐρύσαμεν εἰς ἅλα δῖαν. ἐν δ' ἱστὸν τεθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ. ἐν δὲ καὶ αὐτοὶ

βαίνομεν ἀχνύμενοι, (ῃερς. 5.) θαλερὸν κατὰ δάκρυ χέοντες, ὡς εἰκὸς διὰ τὸ εἰς

Κωκυτοῦ πλέειν. ἡμῖν δ' αὖ κατόπισθε νεὼς κυανοπρώροιο ἴκμενον οὖρον ἵει

πλησίστιον ἐσθλὸν ἑταῖρον θεός. ἡμεῖς δ' ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα

ἥμεθα. τὴν δ' ἄνεμός τε κυβερνήτης τ' ἴθυνε. τῆς δὲ πανημερίης τέταθ' ἱστία

ποντοπορούσης. (ῃερς. 11.) Καὶ ὅρα τὸ ποντορούσης, ἐν ᾧ δηλοῦται ὡς εἰ καὶ

ποταμὸν ἡ ποίησις τὸν Ὠκεανὸν λαλεῖ, ἀλλὰ πόντον αὐτὸν ἄλλως οἶδε, τουτέστι τὴν

ἔξω θάλασσαν. διὸ καὶ ποντοπορεῖ ναῦς ἡ δι' αὐτοῦ πλέουσα. (ῃερς. 7.) Ἑταῖρον δὲ

καὶ νῦν οὖρον λέγει τὸν ἁπλῶς βοηθόν. (ῃερς. 12.) εἶτα μετρῶν τὸν διὰ μέσου πλοῦν

καὶ ἐμφαίνων ὡς οὐ μακρὰν ἦν τῶν πρὸς τῷ Ἅιδῃ τόπων ἡ τῆς Κίρκης νῆσος Αἰαίη

ἐπάγει· δύσετό τ' Ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί. (ῃερς. 13.) ἡ δ' ἐς πείραθ' ἵκανε

βαθυῤῥόου Ὠκεανοῖο, ὃν καὶ βαθυδίνην πρὸ ὀλίγων ἔφη. πέρατα δὲ Ὠκεανοῦ νῦν

οὐχὶ τοῦ πρὸς Γαδείροις, ἀλλὰ τοῦ ἐπέκεινα πρὸς ἑσπέραν ἄκρου, κατὰ τὸ πλάσμα

τοῦ Ὀδυσσέως ἤτοι κατὰ τὸ μυθικὸν αἴτημα, ὅ που γῆς μὲν πέρας τῆς ἑσπερίας, ἀρχὴ

δὲ τῶν ὑπὸ γῆν, ὅ ἐστι, τοῦ Ἅιδου καταρχή. (ῃερς. 14.) ἔνθα πλάττει καὶ τοὺς

Κιμμερίους οἰκεῖν, ἀθλίους τινὰς τούτους ἀνθρώπους. φησὶ γάρ· ἔνθα δὲ Κιμμερίων

ἀνδρῶν δῆμός τε πόλις τε, ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι. οὐδέ ποτ' αὐτοὺς Ἠέλιος

φαέθων καταδέρκεται ἢ ἐπιδέρκεται ἀκτίνεσσιν. (ῃερς. 17.) οὔθ' ὁπόταν στείχῃσιν

ἤγουν ἄνεισι πρὸς οὐρανὸν ἀστερόεντα, οὔθ' ὅτ' ἂν ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόθεν

προτράπηται. ἀλλ' ἐπὶ νὺξ ὀλοὴ τέταται (ῃερς. 19.) δειλοῖσι βροτοῖσιν, ἤγουν

δειλαίοις, δι' αὐτὸ τοῦτο δηλαδὴ τὸ ἐν νυκτὶ εἶναι. (ῃερς. 14.) Ἰστέον δὲ ὅτι καθάπερ

ποταμοὺς ὑπὲρ γῆς ὄντας καὶ ἱστορουμένους μετήγαγεν ἡ μυθικὴ αὐτονομία εἰς

Ἅιδην, ὀνόματα ἐπιλεξαμένη τοῖς κάτω προσήκοντα, ὡς καὶ προδεδήλωται, οὕτω

καὶ τοὺς Κιμμερίους, ἔθνος ὄντας ἱστορίαις γνωστὸν, μετοικίζειν ἐθέλει πρὸς

παροικίαν Ἅιδου διὰ ὁμοιότητα καὶ αὐτοὺς ὀνόματα ἐπιλεξάμενος. δοκεῖ γὰρ

παραδηλοῦν κατὰ τὸν ἦχον τῆς προφορᾶς ἡ λέξις, τοὺς περὶ ἠρία κειμένους ἢ περὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

451

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!