18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

διαφορὰ δηλοῦται τῶν λέξεων. γείτονες μὲν γὰρ, οἱ πλησιασταὶ μόνοι. ἔται δὲ, οἱ καὶ

ἄλλως συνήθεις. δῆλον δὲ ὅτι καὶ ὁ γείτων ὡς ἐθὰς, ἔτης ἂν εἴη καὶ αὐτός. διὸ πρὸ

βραχέων ἐν τῷ, δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν, οἱ ἔται, καὶ τοὺς γείτονας

περιεῖχον εἰ καὶ ἐνταῦθα διωρίσθησαν. ψιλοῦται δὲ τὸ ἔτης κατὰ τοὺς παλαιοὺς, εἴτε

ἐπὶ πολίτου εἴτε ἐπὶ ἑταίρου λέγεται. δῆλον δὲ καὶ ὅτι ἀπὸ τοῦ ἔθους, οὐ μόνον ὁ

ἑταῖρος καὶ ὁ ἔτης, ἀλλὰ φανερῶς καὶ ὁ ἐθάς. ὃν τινὲς, καὶ ἠθάδα λέγουσιν ὥς φησιν

Αἴλιος ∆ιονύσιος. ὅτι δὲ ψιλοῦται τὸ ἔτης, κάλλιον ἐν τῇ Ἰλιάδι γέγραπται. (ῃερς.

18.) Ὅτι ἐν τῷ τοῦ Μεγαπένθους γάμῳ, τοῖς δαινυμένοις ἐμέλπετο θεῖος ἀοιδὸς

φορμίζων. δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς μολπῆς ἐξάρχοντες, ἐδίνευον κατὰ

μέσσον. ὅ ἐστι κατὰ δῖνον ἐστρέφοντο. Καὶ ὅρα ὅτι τε θεῖόν τι κἀνταῦθα ὁ ἀοιδὸς, καὶ

ὡς οὐδέν τι φορτικὸν καὶ ἀπᾷδον οὐδ' ἐν τούτοις ὁ βασιλικὸς ἔχει γάμος, ἀλλ'

ἀρκεῖται ὀρχήσει καὶ μολπῇ. Τὸ δὲ ἐμέλπετο καὶ τὸ μολπὴ, τρόπος ἐτυμολογίας

ἐστίν. Ἐνταῦθα δὲ, σημείωσαι τὰ τοῦ Ἀθηναίου. εἰπόντος ἐν τῇ κατὰ τὸν Μενέλαον

γαμοποιΐᾳ μὴ συνέντες οἱ περὶ Ἀρίσταρχον ὅτι τῶν ἀκμαίων ἡμερῶν

παρεληλυθυιῶν τοῦ γάμου, μονάζοντες διῃτῶντο οἱ βασιλεῖς. ἀλλ' ἐξαπατηθέντες

ὑπὸ τοῦ πρώτου στίχου λέγοντος, τόν δ' εὗρον δαινύντα γάμον πολλοῖσιν ἔταισι,

προσσυνῆψαν τοιαῦτα ἔπη. ὣς οἱ μὲν δαίνυντο. καὶ ἑξῆς πέντε στίχους τούτους.

παραγράψαντές φησιν ἐκ τοῦ Κρητικοῦ χοροῦ τῆς ἐν Ἰλιάδι ὁπλοποιΐας σὺν αὐτῷ τῷ

περὶ τὴν λέξιν ἁμαρτήματι. οὐ γὰρ ἐξάρχοντές φησιν οἱ κυβιστητῆρες ἀλλὰ πάντως

ἐξάρχοντος τοῦ ᾠδοῦ, ὠρχοῦντο. τὸ γὰρ ἐξάρχειν, τῆς φόρμιγγος ἴδιον. διὸ Ἡσίοδος

ἐν ἀσπίδι φησί. θεαί δ' ἐξῆρχον ἀοιδῆς Μοῦσαι. Καὶ Στησίχορος δὲ, καλεῖ τὴν

Μοῦσαν ἀρχεσίμολπον. καὶ Πίνδαρος, ἀγησίχορα τὰ προοίμια. ἔτι φησὶν ἐν τοῖς

ῥηθεῖσιν, ἀνίατον παντάπασι τὸ ἐξάρχοντες, μὴ δυναμένης τῆς ἐπὶ τὸν ᾠδὸν

ἀναφορᾶς σώζεσθαι. κεῖται δέ φησιν κρεῖττον ἐν Ἰλιάδι, προηγουμένου τοῦ, πολύς δ'

ἱμερόεντα χορὸν περιΐσταθ' ὅμιλος. ∆ιόδωρος δέ φησιν ὁ Ἀριστοφάνειος, ὅλον τε

τὸν γάμον περιγράφει. ἤγουν ἀθετεῖ. ἐκβάλλει. καὶ κελεύει γράφειν, δοιὼ δὲ

κυβιστητῆρε καθ' αὐτούς. σολοικίζειν φησὶν ἀναγκάζων ὁ ῥηθεὶς δηλαδὴ ∆ιόδωρος.

τὸ μὲν γὰρ κατ' αὐτοὺς, κατὰ σφᾶς ἔστιν αὐτούς. τὸ δὲ λέγειν ἑαυτοὺς, σόλοικον. Καὶ

ὅρα ὅτι λελήθασι σολοικίζοντες ὡς Ἀθήναιος βούλεται, οἱ λέγοντες ἑαυτοῖς καὶ

ἑαυτοὺς καὶ ἑαυτῶν. αἴτιον δ' ὅτι ἐν ἑνικοῖς μὲν, τὸ ἑαυτοῦ καὶ ἑαυτῷ καὶ ἑαυτὸν, ἐκ

δύο ἕκαστον ὁμοιοπτώτων γενικῶν σύγκεινται, οἷον ἕο αὐτοῦ. ἑοῖ αὐτῷ. ἓ αὐτόν.

ὁποῖόν τι καὶ τὸ, ἓ ἕδ' αὐτὸν ἐποτρύνει μάχεσθαι. συναιρεθέντα δὲ, ποιοῦσι τὸ

ἑαυτοῦ ἑαυτῷ ἑαυτὸν. ἐπὶ δέ γε πληθυντικῶν πτώσεων τοῦ, αὐτῶν αὐτοῖς αὐτοὺς,

οὐκ ἔχει χώραν συνθέσεως ἡ ἀντωνυμία τὸ ἓ. ἀλλ' ὁ προσθέμενος αὐτὴν

ἀνομοιόπτωτον οὖσαν τοῖς τοιούτοις πληθυντικοῖς, οὐ ποιεῖ καθ' Ἕλληνας. ὥσπερ

οὐδὲ ὁ τολμήσας εἰπεῖν ἐμαυτοὺς ἢ σαυτῶν ἤ τι τοιοῦτον. διὸ κάλλιον ἐν τοῖς

τοιούτοις ἀρκεῖσθαι τῇ τῆς ἀρχούσης δασείᾳ. καὶ ἀντὶ τοῦ, ἑαυτοῖς καὶ ἑαυτοὺς,

δασύνειν τὸ ἄλφα πρὸς διαστολὴν τῶν κατ' ἄλλην ἔννοιαν ψιλουμένων. ὃ δὴ

ποιοῦσιν ἀξιολόγως, οἱ γράφοντες τὸ καθ' αὑτοὺς καὶ καθ' αὑτὸ καὶ καθ' αὑτά. καὶ

ὅσα τοιαῦτα. πλὴν ἐπειδὴ πολλῶν καὶ πολλοῦ λόγου ἀξίων ἀνδρῶν χρωμένων καὶ

ταῖς εἰρημέναις συνθέτοις πληθυντικαῖς ἀντωνυμίαις, οὐκ ἔστι σολοικίαν

καταλέγειν ἁπάντων, ῥητέον ὅτι οὐκ ἀναμφιλέκτως σύνθεσις ἀντωνυμιῶν δύο

προήγαγε τὸ, ἑαυτῶν ἑαυτοῖς ἑαυτοὺς. ἀλλ' ὡς ἁπλαὶ λογίζονται μετὰ πάθους

πλεονασμοῦ, δοκεῖ γὰρ δασυνθέντων ὡς ἐῤῥέθη τοῦ, αὑτῶν αὑτοῖς αὑτοὺς,

προκαθεσθῆναι πλεονάσαν τὸ ˉε. καὶ αὐτίκα ἐφελκύσασθαι εἰς ἑαυτὸ τὴν δασεῖαν

τῆς ˉαˉυ διφθόγγου πρὸς ὁμοιότητα τοῦ, ὥρακα ἑώρακα. καὶ τῶν ὁμοίων. καὶ οὕτω

παῤῥησιάσασθαι ὁμοίως ταῖς ὡς λέλεκται δασυνομέναις δισυλλάβοις ἀντωνυμίαις,

καὶ τὰς τρισυλλάβους. (ῃερς. 24.) Ὅτι βιωτικὸν καὶ ἀφελὲς τὸ διὰ θεράποντος αὐτῷ

δὴ τῷ βασιλεῖ ἀγγελθῆναι τὴν τῶν 1.144 ξένων ἔλευσιν. φησὶ γὰρ ὅτι κρείων

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

163

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!