18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐκλήθησαν, οὗ μνῆμα ἦν ἐν τῇ Λεπρεατικῇ, κείμενοι ἐν τῇ Τριφυλίᾳ μεταξὺ Ἠλείας

καὶ Πύλου. ὁ δὲ γεωγράφος εἰπὼν ὅτι τὸ τῶν Καυκώνων γένος ἐξέφθαρται νῦν

πάντοθεν τελέως, προσιστορεῖ καὶ ὅτι ποταμός ἐστιν ἐν ∆υμαίᾳ Καύκων λεγόμενος

θηλυκῶς, ἀφ' οὗ οἱ Καύκωνες. πλάνητες τὸ ἔθνος τοῦτο καθὰ καὶ τὸ Πελασγικὸν

φῦλον. ἔτι δὲ καὶ τὸ τῶν οὕτω κληθέντων Λελέγων, διὰ τὸ συλλέκτους εἶναι φασὶ

καὶ μιγάδας. ἢ ἀπὸ Λέλεγος, οὗ θυγατριδοῦς ὁ Τηλεβόας, ᾧ παῖδες εἰκοσιδύο

γενέσθαι λέγονται. Ὅτι δὲ πλάνητες καὶ οἱ Καύκωνες, δῆλον. καὶ ὅτι οὐ μόνον

Ἀρκαδικοὶ οὗτοι Καύκωνες, ἀλλὰ καὶ ἐκ Παφλαγωνίας, Τρώων σύμμαχοι, ὅμοροι

Μαριανδινοῖς, ἐφεξῆς τῇ ἐκεῖ παραλίᾳ μέχρι παρθενίου ποταμοῦ. καὶ τῶν τοιούτων

Καυκώνων, ἔστι πόλις τὸ Τήϊον. Οὐκ ἐθέλει δέ φασιν ἡ Ἀθηνᾶ συναφικέσθαι τῷ

Τηλεμάχῳ εἰς Σπάρτην, διότι γάμους ἐτέλει ὁ Μενέλαος τοῦ υἱοῦ καὶ τῆς θυγατρός.

ἀλλοτρία δέ φασι τούτων ἡ Ἀθηνᾶ. (ῃερς. 371.) Ὅτι ἔπαινος ἵππων τὸ, ἵππους οἵ τοι

ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι. (ῃερς. 372.) Ὅτι ἀετώδης ἡ φήνη ὡς δηλώσει

ἐν τοῖς ἑξῆς που καὶ ὁ ποιητὴς ἐν τῷ, οἰωνοὶ φῆναι αἰγυπιοὶ γαμψώνυχες. ἀετοῦ γὰρ

εἶδος οἱ αἰγυπιοί. ταύτῃ τὴν Ἀθηνᾶν ὁ ποιητὴς εἰκάζει ὅτε ἀπέβη ἐκ τῆς Πύλου. καὶ

ἔστι σεμνότερον τοῦτο τοῦ, ὄρνις δ' ὣς ἀνόπαια διέπτατο. φήνη γὰρ παρὰ τὸ φαίνειν

ἔοικε παρῆχθαι. φωσφόρος δὲ ἡ Ἀθηνᾶ. ὅτι δὲ καὶ φιλότεκνον ἡ φήνη, δηλοῦσιν οἱ

παλαιοί. Ὅτι ἐκπλήξεως παραστατικὸν τὸ, θάμβος δ' ἕλε πάντας. θαύμαζεν δ' ὁ

γεραιὸς ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν. ἔστι δὲ καὶ μέχρι νῦν λέγειν πρὸς τὸν αἴφνης

ἀσυντάκτως ὑποχωροῦντα, ὡς οὐχ' οὕτως ἡ Ὁμηρικὴ Ἀθηνᾶ φήνης ἀναλαβοῦσα

πτερὰ ἐξ ὀφθαλμῶν ᾤχετο, ὡς σὺ σεαυτὸν ἠφάνισας ἐξ ἡμῶν. (ῃερς. 375.) Ὅτι τὸ, ἆ

φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι εἰ δή τοι νέῳ ὧδε θεὸς πομπὸς ἕπεται,

θεοφιλεῖ ἀνδρὶ ἐπιλεχθήσεται παρῳδηθέν. τὸ μέντοι Ὁμηρικὸν, θεοὶ πομπῆες

ἕπονται. λέγει γὰρ Ἰωνικῶς πομπεὺς, ὁ πομπός. ὥσπερ ὁ Αἰθίοψ, Αἰθιοπεύς. καὶ ὁ

ἄριστος, ἀριστεύς. καὶ ὁ ἡνίοχος, ἡνιοχεύς. καὶ ὁ ἡγεμὼν, ἡγεμονεύς. (ῃερς. 373.)

Θαυμάζει δέ φασιν ὁ γέρων, οὐ τὴν ἐπιφάνειαν τῆς Ἀθηνᾶς, πολλὰς γὰρ ὡς εἰκὸς

ἐναργείας θεῶν ἑώρακεν, ἀλλ' ὅτι οὕτω νεωτέρῳ τῷ Τηλεμάχῳ παρῆν θεός. (ῃερς.

375.) Τὸ δὲ ἔολπα, γίνεται ἀπὸ τοῦ ἔλπω ἔλψω, μέσος παρακείμενος ὄλπα κατὰ

κανόνα τὸν τρέποντα τὸ ˉε τοῦ δισυλλάβου μέλλοντος εἰς ˉο ἐν τῷ μέσῳ

παρακειμένῳ. εἶτα κατὰ Ἀττικὸν πλεονασμὸν, ἔολπα. ἵνα σχῇ ὁ παρακείμενος

αὔξησίν τινα. τὸ δ' ὅμοιον, καὶ ἐπὶ τοῦ ἔοργα ὡς ἀπὸ τοῦ ἔργω ἐνεστῶτος. αὐτὸ

μέντοι καὶ ἄλλως κανονίζουσιν οἱ παλαιοί. ῥέζω γάρ φασι ῥέξω. μέσος παρακείμενος

ἔρογα. καὶ μεταθέσει, ἔοργα. καὶ ταῦτα μὲν, ποιητικώτερα. ὥσπερ καὶ τὸ ἧκεν ἕηκεν.

ὅθεν τὸ ξυνέηκε καὶ ἐφέηκε. τὸ δὲ ἔοικεν, ἐξορθοῦ κοινὸν Ἀττικόν. Ὅτι δὲ τὸ ἔοργα

καὶ ἐκ τοῦ ἐέργω κανονίζουσί τινες, ἀλλαχοῦ ἐδηλώθη. καὶ εἰκὸς οὕτω παρῆχθαι καὶ

τὸ ἔολπα ὡς ἀπὸ τρισυλλάβου ἐνεστῶτος τοῦ ἐέλπω. (ῃερς. 378.) Ὅτι ὡς ἐν Ἰλιάδι,

οὕτω καὶ ἐνταῦθα ἡ Ἀθῆνα ἀγελείη μὲν, ἡ ἄγουσα λείαν, ὡς ληῖτις 1.134 ἡ ἄγουσα

λεὼν, τουτέστι λαόν. Τριτογένεια δὲ, ἢ ὡς ἐκ τριτοῦς κατὰ Κρῆτας ὅ ἐστι κεφαλῆς

τῆς τοῦ ∆ιὸς γεννηθεῖσα. ἢ ὡς ἐν τρίτῃ μηνός. ἢ ἐκ Τρίτωνος Λιβυκοῦ ποταμοῦ. ἢ καὶ

ἄλλως ὡς ἐν Ἰλιάδι γέγραπται. ὅτι δὲ οἱ περὶ τὴν Τριτωνίδα λίμνην τῇ Ἀθηνᾷ

μάλιστα ἔθυον, ἐγράφη καὶ τοῦτο ἐκεῖ. Τὸ δὲ ἀγελείη Τριτογένεια, γράφεται καὶ

κυδίστη Τριτογένεια, ὑφ' ἧς ὁ Νέστωρ τὸν Ὀδυσσέα τιμᾶσθαι φησίν. ὃν καὶ πρὸ

τούτων ἀναφανδὰ θεοῖς εἶπε φιλεῖσθαι. ὅπερ τὸ θεοφιλές τε δηλοῖ τοῦ ἀνδρὸς, καὶ

τὴν ἄκραν σύνεσιν, ἣν καὶ ἡ Ἰλιὰς ἐπεμαρτύρησεν. ἐντεῦθεν δὲ μίμησιν ὁ Σοφοκλῆς

λαβὼν πλάττει ὡς καὶ ἐκ μόνης φωνῆς Ὀδυσσεὺς ἐγνώριζε τὴν Ἀθηνᾶν. (ῃερς. 380.)

Ὅτι εὐκτικὸς λόγος πρὸς μέγαπρόσωπον τὸ, ἀλλὰ ἄνασσ' ἵληθι, ἢ ἀλλὰ ἄναξ. δίδωθι

δέ μοι κλέος ἐσθλόν. τοῦ δὲ ἵληθι, ὃ καὶ ἵλαθι λέγεται, οὐκ ἀπέοικε τὸ ἱλήκοις, ἀντὶ

τοῦ, ἵλεως εἴης. Ἰστέον δὲ ὅτι στρυφνῶς μὲν καὶ ὑποδυσκόλως, βούλεται δ' οὖν ὁ

δειπνοσοφιστὴς τὸ ἵληθι καὶ τὰ τούτῳ σύστοιχα τὸν ἱλαρὸν καὶ τὸν ἵλεων, καὶ ὅσα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

152

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!