18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

εὑρεῖν δαινυμένους τοὺς περὶ τὸν Αἴολον, οἵπερ, εἰ καὶ ἔδει αὐτοὺς ἱλαρῶς

διατεθῆναι τῷ Ὀδυσσεῖ διὰ τὸ καὶ ἄλλως φιλοξένους εἶναι, ἀλλ' ὡς οἷα θεομισῆ

αὐτὸν ἀποπέμπονται. ὡς δὲ καὶ ἡ πρὸς τὸν Κύκλωπα ἐπιδόρπιος ἱκετεία εἰς μάτην τῷ

Ὀδυσσεῖ ἐκπέπτωκε, δῆλόν ἐστιν. ὥσπερ καὶ ὅτι παρὰ τοῖς Φαίαξιν ἀνάπαλιν ὁ

τοιοῦτος καιρὸς ἀγαθὸς ἀπέβη. Ἰστέον δὲ ὅτι οὐκ ἔστι δέος τῷ Ὀδυσσεῖ μή ποτε

ὑποκινήσῃ καὶ τοὺς Φαίακας μιμήσασθαι τὸν Αἴολον καὶ μὴ δ' αὐτοὺς ἀποπέμψαι

τοῦτον ὡς οἷα θεομισῆ. οὐκέτι γὰρ τοιοῦτός ἐστιν, ὡς ἤδη περατωθείσης τῆς κατ'

αὐτοῦ μήνιδος ἣν ὁ Κύκλωψ κατηύξατο. Ὅτι τὸ παρὰ τοῖς δώματος σταθμοῖς ἐπ'

οὐδοῦ ἕζεσθαι πτωχικὸν ἦν καὶ δυσωπικόν, ὃ καὶ νῦν ἐν τοῖς τοῦ Αἰόλου δώμασιν

Ὀδυσσεὺς ποιεῖ παλιμπλαγχθεὶς ἐκεῖ τὸ δευτέρον, καὶ ὅτε δὲ εἰς τὴν Ἰθάκην ἀπέλθῃ.

οὕτω δὲ καὶ Πηνελόπη ἐπ' οὐδοῦ ἷζε πολυκλείτου θαλάμου ὅτε τὸν κατὰ τοῦ υἱοῦ

λόχον ἔμαθεν. (ῃερς. 63.) Ὅτι ἐπὶ δυστυχοῦς ὑποστροφῆς οἰκεῖον τὸ, οἱ δ' ἀνὰ θυμὸν

ἐθάμβεον ἔκ τ' ἐρέοντο. πῶς ἦλθες; τίς τοι κακὸς ἔχραε δαίμων; ὅ ἐστιν ἐπεβάρησεν

ὡς καὶ ἀλλαχοῦ δηλοῦται. (ῃερς. 70.) Ὅτι Ὀδυσσεὺς μὲν μαλακοῖσι καθαπτόμενος

ἐπέεσσιν ἤγουν ἱκετεύων λέγει τοῖς περὶ τὸν Αἴολον ὑποστραφεὶς, ὅτι ἄασσάν μ'

ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος σχέτλιος. εἶτα καὶ ἱκετεύει. (ῃερς. 69.) ἀλλ'

ἀκέσασθε φίλοι. δύναμις γὰρ ἐν ὑμῖν. ὅ πέρ ἐστι περίφρασις τοῦ, δύνασθε γάρ. καὶ

οὕτω μὲν ὁ Ὀδυσσεύς. (ῃερς. 72.) ἀκούει δὲ πρὸς τοῦ Αἰόλου, ὅ περ ἄν τις ἀκούσοι

δυσωπῶν μὲν διὰ πομπὴν μετ' ὀργῆς δὲ ἀποπεμπόμενος. ἔῤῥε θᾶσσον ἐλέγχιστε

ζωόντων. οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ' ἀποπέμπειν ἄνδρα ὃς ἂν θεῷ

ἀπέχθηται. (ῃερς. 73.) ἔῤῥε. ἐπεὶ ἄρα θεῷ ἀπεχθόμενος τόδ' ἱκάνεις. ἤγουν ἐνταῦθα,

κατὰ τόδε τὸ δῶμα ἐλλειπτικῶς, ὅ περ κοινότερον τῇδε λέγεται ὅ ἐστιν ἐνταῦθα

ἐλλειπτικῶς καὶ αὐτὸ πάντως. τὸ γὰρ τῇδε ἱκάνεις, ὅμοιον ὡς εἴπερ λέγοι τις ἐν τῇδε

τῇ οἰκείᾳ ἢ τῇ ὁδῷ, ἢ τοιοῦτόν τι. (ῃερς. 67.) Τοῦ δὲ ἄασα ὃ λέξις μέν ἐστι ποιητικὴ,

γεννᾷ δὲ τὴν ἀάτην, ἐκτείνεται καὶ νῦν ἡ ἄρχουσα. (ῃερς. 69.) Τὸ δὲ ἀκέσασθε ἀφ' οὗ

καὶ τὸ, ἀκεσταί τοι φρένες ἐσθλῶν, καὶ τὸ, νῆας ἀκειόμενον, δηλοῖ μὲν ἄρτι τὸ

ἰάσασθαι. σημαίνει δέ ποτε καὶ τὸ ῥάψαι. λαβεῖν μέντοι τὴν λέξιν ἀντὶ τοῦ

ἠπήσασθαι ὅθεν κατά τινας καὶ ἀκέστρια ἡ ἠτρία καὶ ἀκέστριον τὸ ἠπητήριον, οὐκ

ὀρθῶς ἔχει. φησὶ γοῦν Αἴλιος ∆ιονύσιος ἀκέστριαν οὐκ ἠπήτριαν. Μένανδρος.

ἐξακεῖσθαί μοι δοκῶ τὸ δίκτυον. καὶ ἱμάτιον ἀκούμεθα. τὸ δὲ ἠπήσασθαι παντελῶς

φησὶ βάρβαρον. συμφθέγγεται δὲ τῷ ∆ιονυσίῳ καὶ ἡ συνήθεια, παρ' ᾗ τὸ, σουβλίῳ

τρυπᾶν ἠπᾶν λέγεται. καὶ τὸ τῆς ἠπήσεως ὄργανον ἠπητήριον. (ῃερς. 70.)

Καθάπτεσθαι δὲ ἔπεσι καὶ νῦν τὸ ἀποτείνεσθαι καὶ καθικνεῖσθαι. (ῃερς. 79.) Τὸ δὲ

ἔῤῥε καίριον ὂν, δὶς ἐλέχθη κατὰ θυμικὴν διάθεσιν. ἑρμηνεύουσι δὲ αὐτὸ οἱ

Ἀριστάρχιοι, μετὰ φθορᾶς ἄπιθι, ἐξηγούμενοι ἐκεῖνοι οὕτω καθ' Ἡρακλείδην, ἐπειδὴ

ἐκ τοῦ φθείρω γίνεται τὸ ἔῤῥω, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, παρέσει τοῦ ˉφ καὶ ˉθ.

ἴδιον γὰρ Ἰώνων καὶ Αἰολέων, τὰ τῶν λέξεων πρῶτα σύμφωνα αἴρειν εἴτε ἓν τύχοι

ὂν οἷον λαιψηρὸς αἰψηρὸς, εἴτε δύο, πλευρὰξ εὐρὰξ ἐπίῤῥημα ποιότητος, τὸ παρὰ

πλευρὰν ἤτοι πλάγιον. οὕτω γοῦν, καὶ φθείρω εἴρω, ἐξ οὗ Αἰολικῶς, ἔῤῥω. ὡς κείρω

κέῤῥω. δείρω δέῤῥω. Αἰολεῖς γάρ φασι τῶν τοιούτων θεμάτων τὴν παρατέλευτον

δίφθογγον ἀλλοιώσαντες καὶ μεταθέντες τὸ ἰῶτα εἰς ˉρ ἴδια ποιοῦσι ῥήματα.

παραγὼν δὲ Ἡρακλείδης πρὸς ὁμοιότητα τοῦ φθείρω εἴρω καὶ τὸ πλάνη ἄνη καὶ

ἀντιθέσει τοῦ ˉν εἰς ˉλ ἄλη, καὶ εἰπὼν ἀντιστοιχεῖν τὸ ˉλ καὶ ˉν ∆ωρικῶς ὡς ἐν τῷ

ἄνη ἄλη οὕτω καὶ ἐν τῷ φίντατος φίλτατος. ἦνθεν ἦλθεν, ὃ δὴ καὶ ἐν τῷ Φίντης

γίνεται παρὰ Πινδάρῳ, καὶ παρ' Ἀττικοῖς δὲ καὶ ἐν τῷ νίτρον λίτρον καὶ πνεύμων

πλεύμων, λέγει καὶ ὡς ἐκ τοῦ φθείρω, γίνεται κατὰ ∆ωριεῖς φθαίρω, ἀφ' οὗ τὸ

ἔφθαρκα. καὶ ἐκ τοῦ κτείνω, κταίνω ∆ωρικώτερον παρὰ Ἀλκαίῳ. ὅμοια δὲ καὶ τὸ

μεσόγειον μεσόγαιον. καὶ κύπειρον κύπαιρον παρὰ Ἀλκμᾶνι. καὶ εἴθε αἴθε. καὶ

δεινὸς αἰνὸς παρέσει τοῦ ˉδ Ἰωνικῇ διαλέκτῳ. καὶ οὕτω μὲν φθείρω φθαίρω

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

418

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!