18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ταύτης λέγεται. (ῃερς. 534.) Ἐν δὲ τῷ, οὔτε βεβλημένος οὔτε αὐτοσχεδίην

οὐτασμένος, διαφορὰ ὡς καὶ ἐν ἄλλοις φαίνεται τοῦ τε πόῤῥωθεν βάλλεσθαι καὶ τοῦ

ἐγγύθεν οὐτάζεσθαι. (ῃερς. 536.) Τὸ δὲ ἐπιμὶξ μαίνεται Ἄρης τὸ τοῦ Ἄρεος δηλοῖ

ἀλλοπρόσαλλον καὶ ὅπως κοινὸς ὁ ἐνυάλιος. Τὸ δὲ μαίνεται ἀντὶ τοῦ κινεῖται. τοῦτο

δὲ οὐχ' ἁπλῶς, ἀλλ' ὡς τῆς κατὰ μάχην κινήσεως μανίᾳ ἐοικυίας διὰ τὸ ἐνθουσιᾶν.

(ῃερς. 538.) Τὸ δὲ ἐφοίτα μακρὰ βιβῶσα γηθοσύνη χαρᾶς παραστατικόν. Τὸ δὲ κατ'

ἀσφοδελὸν λειμῶνα οἱ μὲν συναλείφουσι καὶ φασὶ τετρασυλλάβως ἀσφοδελὸν, εἰσὶ

δὲ οἳ καὶ χωρὶς τοῦ ˉα γράφουσι σφοδελὸν, καὶ φέρεται ἀμφοτέρως, ὡς καὶ ἀσταφὶς

καὶ σταφὶς, καὶ ἄσταχυς καὶ στάχυς, ἄλλοι δὲ σποδελὸν διὰ τὴν σποδὸν τῶν

καιομένων νεκρῶν. διὸ καὶ ὁ ἀσφοδελὸς ἢ σφοδελὸς ᾠκείωται νεκροῖς διὰ τὸ πρὸς

τὴν σποδὸν ὁμοιόφωνον καὶ ἐφυτεύετο ἐν τοῖς τάφοις τὸ τοιοῦτον φυτὸν, ὡς δηλοῖ

καί τι τῶν παρὰ τῷ Πορφυρίῳ ἐπιγραμμάτων, λέγον, ὡς ἀπό τινος τάφου, ὅτι νώτῳ

μὲν μαλάχην καὶ ἀσφόδελον πολύριζον, κόλπῳ δὲ τὸν δεῖνα ἔχω. ὅτι δὲ καὶ

πολύριζον ὁ ἀσφόδελος, ἡ πεῖρα δηλοῖ. γνώριμος δέ ἐστι καὶ ἐξ ὀνόματος εἰ καὶ

βαρβαρίζεται παρά τισιν. ὀξύνεται δὲ ὁ Ὁμηρικὸς οὗτος ἀσφοδελὸς πρὸς διαστολὴν,

ὡς περιεκτικὸς ὢν ἀσφοδέλων. ἀσφόδελος μὲν γὰρ προπαροξυτόνως τὸ φυτὸν κατὰ

Ἐρέννιον Φίλωνα, ἀσφοδελὸς δὲ ὀξυτόνως, ὁ αὐτοῦ τόπος. Τρύφων δέ φασι

προκρίνει ὁμοτονεῖν ἄμφω, ἐπεὶ πολλάκις ὁμότονα τοῖς περιέχουσι τὰ περιεχόμενα.

σκόροδον γοῦν καὶ ὁ τόπος ἐν ᾧ τὸ φυτὸν πωλεῖται καὶ αὐτὸ τὸ φυτόν. ὁμοίως καὶ

κρόκος ὁ τόπος τε καὶ τὸ ἐν αὐτῷ πεφυκός. Ἀττικοὶ δὲ οὕτω ποιοῦσιν ἐπὶ πολλῶν.

Σημείωσαι δὲ καὶ ὅτι ὥσπερ ἀσφοδελὸς ὀξυτόνως κατά τινας περιεκτικῶς ἐῤῥέθη,

οὕτω καὶ ἀχυρὸς κατὰ Αἴλιον ∆ιονύσιον ὁ ἀχυροβολών. ἕτερος δέ τις καὶ χρῆσιν εἰς

τοῦτο φησίν· Ἑκάβην ὀτοτύζουσαν καὶ καιόμενον τὸν ἀχυρόν. οὕτω δὲ καὶ ὁ ἐν

Ἰλιάδι Τρωϊκὸς ἐρινεὸς περιεκτικοῦ τύπου ἐστί. τόπον γὰρ δηλοῖ περιέχοντα

ἐρινεούς. ὅμοιον δέ πως καὶ τὸ ἄστρον κατά γε τὸ περιεκτικὸν εἶναι ἀστέρων, εἰ καὶ

μὴ ἐσχημάτισται μήδ' αὐτὸ κατὰ τὰ περιεκτικὰ ὧν εἰς ˉων ὀξύτονος ἡ κατάληξις. ἐν

οἷς καθ' Ἡρῳδιανὸν καὶ ὁ πλαταμὼν, ἔτι δὲ πρὸς ἄλλοις καὶ ὁ ἑορτὼν, μὴν Ἀττικός.

δῆλον δὲ ὅτι καὶ ἡ πτερὺξ κατὰ τὴν Ἀριστάρχειον ἔκδοσιν περιεκτικῆς ἐννοίας ἐστὶν,

ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. κοινοῦ δὲ πάντως τύπου περιεκτικοῦ καὶ τὸ

ᾠδεῖον σχολεῖον μουσεῖον βαλανεῖον κουρεῖον χαμαιτυπεῖον καὶ ὅσα τοιαῦτα. καὶ ὁ

νομὸς δὲ περιεκτικόν τι ἐστί. τόπον γὰρ δηλοῖ ἐν ᾧ ἡ νομή. καὶ ἡ ἀχυρμιὰ δὲ καὶ ἡ

μυρμηκιὰ, μιᾶς λέξεως προφορᾷ, τόπον τε δηλοῦσι καὶ τὸ ἐν αὐτῷ περιεχόμενον.

(ῃερς. 543.) Ὅτι ἐπὶ ἐχθρῷ νικηθέντι καὶ διὰ μῖσος ἀφεστηκότι ἔστιν εἰπεῖν τὸ,

νόσφιν ἀφεστήκει κεχολωμένος εἵνεκα νίκης ἥν μιν ἐγὼ νίκησα. Ὀδυσσεὺς δὲ τοῦτο

φησὶ περὶ Αἴαντος ὃν ἐνίκησε δικαζόμενος παρὰ νηυσὶ τεύχεσιν ἀμφ' Ἀχιλῆος. (ῃερς.

545.) ἔθηκε δὲ αὐτὰ Θέτις. παῖδες δὲ Τρώων (ῃερς. 548.) δίκασαν καὶ Παλλὰς Ἀθήνη,

τουτέστι φρόνησις, καθ' ἣν καὶ περιεγενέτο τοῦ ἀνδρείου Αἴαντος ὁ συνετὸς

Ὀδυσσεὺς καὶ διατοῦτο τῇ Ἀθηνᾷ φίλτατος. (ῃερς. 547.) ὃς καὶ δυσχεραίνων ἐπὶ

τῷφόνῳ τοῦ ἥρωός φησιν ἐνδιαθέτως, ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδ' ἐπ' ἀέθλῳ, ὃ

δὴ ἔστι λέγεσθαι ὅτε τις 1.434 νικήσει ἐφ' οἷς οὐ χρή. τοίην γάρ φησι κεφαλὴν ἕνεκ'

αὐτῶν γαῖα κατέσχεν. ἐφ' οἷς εἰπόντος τοῦ ποιητοῦ (ῃερς. 549.) ὅτι ὁ Αἴας πέρι μὲν

εἶδος πέρι δ' ἔργα τετύκτο ἤγουν περιττὸς καὶ πολὺς ἦν κατά τε εἶδος κατά τε

πράξεις, καὶ ἐπαγαγόντος τὸ, (ῃερς. 550.) τῶν ἄλλων ∆αναῶν μετ' ἀμύμονα

Πηλείωνα, γέγραπται σχόλιον παλαιὸν σύμφωνον τοῖς τοῦ ποιητοῦ, τὸ, παῖ τε

Τελαμῶνος Αἴας αἰχμητὰ, λέγουσί σ' ἐς Τροῖαν ἄριστον ἐλθεῖν ∆αναῶν καὶ Ἀχιλλέα.

συλλαλεῖ δὲ τῷ τοιούτῳ λόγῳ καὶ ἡ Ἰλιάς. (ῃερς. 546.) Ἰστέον δὲ ὡς οἱ μὲν

ἁπλοϊκώτερον φασὶ Τρῶας καὶ Ἀθηνᾶν δικάσαι Ὀδυσσεῖ καὶ Αἴαντιπερὶ τῶν

Ἀχιλλέως ὅπλων ἐρίζουσι. καὶ δὴ Κόϊντος διασκευάζει ἐν τοῖς αὐτοῦ τὴν δίκην

ῥητορικῶς. ἕτεροι δέ φασιν ὅτι ἐπίτηδες Ἀγαμέμνων φυλαττόμενος τὸ δόξαι θατέρῳ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

494

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!