18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τῶν ἀνατολικῶν δηλαδὴ ὡς ἐν τῇ ˉα ῥαψῳδίᾳ ἐγράφη. ὁ γὰρ ἐκ τοιούτων Αἰθιόπων

ἐρχόμενος, διὰ Σολύμων ἔρχεται, ὀρέων ἀνατολικῶν ὁμωνύμων τῷ τῶν Σολύμων

ἔθνει. ὁ δὲ γεωγράφος, λέγει ὅτι τὸ, ἐξ Αἰθιόπων ἀνιὼν ἐκ Σολύμων ὀρέων, ἶσόν ἐστι

τῷ, ἐκ τῶν μεσημβρινῶν τόπων. Σολύμους δέ φησιν, οὐ τοὺς ἐν Πισιδίᾳ λέγει ὁ

ποιητὴς, ἀλλὰ πλάττει τινὰς ὁμωνύμους ἐκείνοις. ὁ δ' αὐτὸς γεωγράφος καὶ ἐν τῷ,

εἰς Αἰθίοπας χθιζὸς ἔβη ὁ Ζεὺς εἰς Ὠκεανὸν, λέγει, ὡς κοινότερον Ὠκεανὸς λέγεται ὁ

καθ' ὅλον τὸ μεσημβρινὸν κλίμα τεταγμένος. καὶ οὕτω μὲν ὁ γεωγράφος περὶ τῶν

Ὁμηρικῶν Αἰθιόπων καὶ τῶν ἐνταῦθα Σολύμων. κυρίως δὲ οἱ Σόλυμοι ὡς καὶ τοῦτο

ὁ αὐτὸς ἱστορικὸς λέγει, οἱ περὶ τὰ ἄκρα τοῦ ταύρου τὰ περὶ Λυκίαν ἕως Πισιδίας εἰ

καὶ Ὅμηρος ἐξωκεανίζει φησὶν αὐτούς. διελήφθη δὲ περὶ τούτων καὶ ἐν Ἰλιάδι. ὅτι

δὲ διὰ τερατείαν, καὶ τὴν τῶν Φαιάκων γῆν ἐκτοπίσει ὡς ἄλλο τι νοεῖν τοὺς πολλοὺς

περὶ αὐτῆς παρὰ τὰ ἱστορούμενα, ἐν τοῖς ἑξῆς δηλωθήσεται. Ὅρα δὲ ὅπως 1.218

ἔπλασε τὸν Ποσειδῶνα βραδύναντα παρ' Αἰθίοψι μέχρι τῆς νῦν ῥαψῳδίας, ἵνα

εὐαφόρμως πιθανολογηθῇ ὁ τοῦ Ὀδυσσέως κίνδυνος. ὥσπερ πρὸ αὐτοῦ, καὶ ὁ

ἀπόπλους. (ῃερς. 285.) Ὅτι θυμοῦ ἔνδειξις τὸ, κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο

θυμόν. Ἔνθα σημείωσαι ὅτι τὸ κινῆσαι κάρη καὶ τὸ σεῖσαι κάρα, διαφέροι ἂν, εἴτι

προσεκτέον τῷ Σοφοκλεῖ ἐν τῷ, κάρα σείοντες οὐδ' ὑπὸ ζυγῷ νῶτον εὐλόφως εἶχον.

ζυγομαχίαν γὰρ ἡ φράσις ἐκεῖ δηλοῖ. (ῃερς. 286.) Καινὸν δὲ μετάμελον φράζει τὸ, ὦ

πόποι ἦ μάλα δὴ μετεβούλευσαν ἄλλως. ἐνεργητικῶς δὲ εἴωθε λέγειν Ὅμηρος τὸ

βουλεύειν καὶ τὰς ἀπ' αὐτοῦ κινήσεις. (ῃερς. 290.) Ἀπειλὴν δὲ ἐκφαίνει μελλούσης

κακώσεως. τὸ, ἀλλ' ἔτι μέν μιν φημὶ ἄδην ἐλάαν κακότητος. ἤγουν λέγω κατακόρως

αὐτὸν κακῶσαι. ὃ συντάσσεται καθ' ὁμοιότητα τοῦ, ἅλις ἔχειν κακότητος. δῆλον δὲ,

ὅτι ἐλάαν καὶ νῦν, τὸ πλήττειν λέγει. Ὅρα δὲ καὶ τὸ ἄδην δι' ἑνὸς ˉδ, καὶ συστολῆς

τῆς ἀρχούσης. ὅτι δὲ καὶ ἐδασύνετο, οἱ παλαιοί φασι. Σημείωσαι δὲ ὅτι

προαναφωνήσας νῦν ὁ ποιητὴς διὰ τοῦ Ποσειδῶνος ὡς ἄδην Ὀδυσσεὺς

κακωθήσεται, ἐπαγωνίσεται τοιοῦτον ἐπὶ τῷ Ὀδυσσεῖ φιλοτίμως φράσαι κίνδυνον,

ἵνα μὴ ταπεινώσῃ τῇ φράσει τὴν θεομηνίαν. διὸ καὶ μέγα πλάσει τὸ ἐπὶ τῷ Ὀδυσσεῖ

κακόν. διαλύσει μὲν γὰρ τὴν σχεδίαν, κῦμα δεινὸν καὶ ἀργαλέον καθάπερ ἄνεμος

σφοδρὸς ἀχύρων θημῶνα τινάξει. καὶ Ὀδυσσεὺς μόλις ἰσχύσει κἂν γοῦν ἀποδῦναι τὰ

βαρύνοντα ἱμάτια. εἶτα κινδυνεύσει, νηχόμενος δύο νυχθήμερα καὶ ἐγγίσας δὲ ὀψέ

ποτε τῇ ξηρᾷ, παραβραχὺ παντελῶς ἐλεύσεται τοῦ κακῶς παθεῖν. ὅτε καὶ κήτους

φόβος αὐτὸν ὑπελεύσεται. καὶ περισωθεὶς δὲ, πτοήσεται εἰ μὲν ἐν ποταμῷ τὴν νύκτα

φυλάξει, τά δέ τινα παθεῖν δεινά. εἰ δὲ καὶ εἰς τὴν παρακειμένην ὕλην ἀναβῇ, μὴ

τάδε τὰ κακὰ ἐπισυμβαίη αὐτῷ. καὶ οὕτω φοβερὸν ὅλον τὸ τοῦ κινδύνου χωρίον. καὶ

ἡ ἐκ Ποσειδῶνος κάκωσις, παθεῖν τὲ ἀφόρητος καὶ εἰπεῖν δυσμίμητος. ὅθεν εἰδὼς ὁ

ποιητὴς ὡς πάνυ μεγαλοφώνως τὸν λόγον ὕψωσε καὶ εἰς ὅσον ἐνεχώρει προήγαγε

τὴν κινδυνώδη περιπέτειαν, πλάσει τὸν Ποσειδῶνα εἰπόντα πρὸς Ὀδυσσέα. ὡς οὔ σε

ἔολπα ὀνόσεσθαι κακότητος. οἱονεὶ λέγων πλαγίως, ὡς οὐδείς μοι ἐπιμέμψεται οἷα

κακῶς καὶ μικροπρεπῶς πλάσαντι καὶ φράσαντι κολασθῆναι τὸν Ὀδυσσέα. τῆς δὲ

τοιαύτης κακώσεως τοῦ Ὀδυσσέως τὰ μὲν αὐτὸς λέγει ὁ ποιητής. τὰ πλείω δηλαδή.

τινὰ δὲ, καὶ τὸν Ὀδυσσέα ποιεῖ ὡς ἐν ἠθοποιΐᾳ λέγοντα. εἰ δὲ χρὴ τὰ τοιαῦτα πάντα

ὁμοῦ ἐκ τῶν σποράδην κειμένων συναγαγόντα εἰπεῖν, ἔστιν ἐν τούτοις ἡ Ὁμηρικὴ

φράσις τοιαύτη. Ὡς εἰπὼν ὁ Ποσειδῶν δηλαδὴ, σύναγε νεφέλας. ἐτάραξε δὲ πόντον;

(ῃερς. 292.) χερσὶ τρίαιναν ἑλών. ἣν φόρημα φασὶν εἶχεν ἀχώριστον. πάσας δ'

ὀρόθυνεν ἀέλλας παντοίων ἀνέμων. σὺν δὲ νεφέεσσι κάλυψε γαῖαν ὁμοῦ καὶ

πόντον. ὀρώρει δ' οὐρανόθεν νύξ. σὺν δ' Εὖρός τε Νότος ἔπεσε Ζέφυρός τε δυσαής,

καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων. εἶτα φησὶν ἀκολούθως Ὀδυσσεύς.

ᾤμοι ἐγώ. οἵοισι νέφεσσι περιστέφει οὐρανὸν εὐρὺν Ζεύς. ἐτάραξε δὲ πόντον.

ἐπισπέρχουσι δ' ἄελλαι παντοίων ἀνέμων. καὶ μετ' ὀλίγα πάλιν ὁ ποιητής. ὣς ἄρα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

248

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!