18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

σέβειν. καὶ Ἡρόδοτος, δρέπειν φησί. καὶ λόγον δώσεις ὧν μετεχείρισας 1.76

χρημάτων. Σημείωσαι δ' ἐν τούτοις, καὶ ὅτι οὐδὲ ὁ ὕπνος τῷ σπουδαίῳ ἀνδρὶ

ἄφροντις. Τηλέμαχος γοῦν, παννύχιος βούλευε φρεσὶν ἃ ὑπέθετο αὐτῷ ἡ Ἀθηνᾶ.

ἐκεῖνο φρονῶν καὶ αὐτὸς, ὡς οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Β. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑΣ. Συναγαγὼν ἐκκλησίαν Τηλέμαχος,

παραγγέλλει τοῖς μνηστῆρσιν ἐξιέναι τῆς οἰκίας τοῦ Ὀδυσσέως. καὶ λαβὼν παρὰ μὲν

Εὐρυκλείας τὰ πρὸς τὴν ἀποδημίαν ἐπιτήδεια, παρὰ δὲ τῆς Ἀθηνᾶς ἑταίρους τε καὶ

ναῦν, εἰς πλοῦν ἀνάγεται ἡλίου δύναντος. Ο∆ΥΣΣΕΙΑΣ Β. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑ. Ὅτι

τῆς ˉβ ῥαψῳδίας ἐπιγραφὴ, αὕτη. Ἰθακησίων ἐκκλησία καὶ Τηλεμάχου. Ὅτι ὅτε μέν

που κροκόπεπλον ἠῶ τουτέστι πρωΐαν λέγει ὁ ποιητὴς, διὰ τοῦ κρόκου, τὸ πολὺ μὲν

τῆς νυκτὸς ὀλίγον δὲ τοῦ φωτὸς αἰνίττεται. ἡ μέντοι ῥοδοδάκτυλος Ἠὼς ἤγουν

πρωΐα, τὸ πλεῖον μὲν τῆς ἡμέρας ἔλαττον δὲ τῆς νυκτὸς ὑποδηλοῖ. ὡς πάσης Ἠοῦς

προηγεῖσθαι μὲν τὴν κροκόπεπλον, μετ' αὐτὴν δὲ εἶναι τὴν ῥοδοδάκτυλον. ἄλλως δέ

γε μυθικῶς καὶ κατὰ σῶμα, κροκόπεπλον μὲν, ἡ κρόκεον ἤτοι κιῤῥὸν πέπλον

φοροῦσα, ῥοδοδάκτυλος δὲ, ἧς οἱ δάκτυλοι ῥόδεοι ὡς ῥόδοις ἐοικότες. αἵματος

φυσικοῦ χυμῷ καλῷ ἐρευθόμενοι. καθὰ καὶ ἡ Σαπφὼ τοὺς τῶν μυθικῶν χαρίτων

πήχεις γυμνοῦσα, ῥόδοις εἰκάζει. ὡς εἶναι αὐτὰς ῥοδοπήχεις. εἶεν δὲ ἂν Ἠοῦς

δάκτυλοι κατὰ ἀλληγορίαν, αἱ τοῦ ἡλίου ἀκτῖνες. ὃς καὶ ἑκατόγχειρ ἀλληγορικῶς ἐν

Ἰλιάδι ἐῤῥέθη. ὅπου δὲ χεῖρες, οὐκ ἀπεοικῶς ἐκεῖ καὶ δακτύλους τὴν ἀλληγορίαν

προσφύειν. ὡς καὶ αὐτὸ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται. καὶ τοιαῦτα μὲν ἡ

κροκόπεπλος καὶ ἡ ῥοδοδάκτυλος. ἡ δὲ ἠριγένεια Ἠὼς, ἔστιν οἱονεὶ ἠεριγένεια.

ἤγουν ὑπὸ ἠέρος γεννωμένη. ἀὴρ γὰρ πεφωτισμένος ἡ ἡμέρα. ὁ δὲ πλείων λόγος καὶ

καθωμιλημένος, ἠριγένειαν λέγει, τὴν ἐν τῷ ἦρι ἤτοι τῷ ὄρθρῳ γεννωμένην. ὡς γὰρ

τὸν ἡμερινὸν ἁπλῶς Ἀπόλλωνα εἴτουν Ἥλιον ἡ Λητὼ γεννᾷ τουτέστιν ἡ νὺξ ὡς καὶ

Σοφοκλῆς ἐν Τραχινίαις ἀλληγορεῖ, οὕτω καὶ τὴν τῆς ἡμέρας ἀρχὴν, ὁ τὴν νύκτα

περατῶν ὄρθρος ποιεῖ. δύναται μὲν οὖν Ἠριγένεια ῥηθῆναι καὶ ἡ τὸν ὄρθρον

γεννῶσα. μάλιστα δὲ, παθητικὸς ὁ τῆς λέξεως ταύτης σχηματισμὸς, ὡς ἡ Ἰφιγένεια

δηλοῖ καὶ ἡ Τριτογένεια. αἱ γεννηθεῖσαι δηλαδὴ ἡ μὲν, ἀπὸ ἰσχυροῦ καὶ βασιλικοῦ

γένους. ἡ δὲ ἀπὸ τριτοῦς ὅ ἐστι κεφαλῆς. ἦρ δὲ ὁ ὄρθρος λέγεται, ἢ ἀπὸ τοῦ αἴρω,

τότε γὰρ αἰρόμεθα καὶ εἰς ἔργον ὀρθούμεθα ὅθεν καὶ ὄρθρος ἡ τοιαύτη ὥρα λέγεται.

ἢ μάλιστα παρὰ τοῦ ἔαρ, πρὸς ὃ ἀναλογίαν σώζει ὁ ὄρθρος. μικρὸς γάρ τις ἐνιαυτὸς ἡ

ἡμέρα. ἧς οἷα μὲν ἔαρ, ἡ πρωΐα, διὰ τὸ τηνικαῦτα εὔκρατον. θέρος δὲ οἷον, τὸ τῆς

ἡμέρας μέσον. φθινοπώρῳ δὲ τὰ περὶ δείλην ἔοικε. χειμῶνος δὲ δίκην, σκυθρωπάζει

τὰ πρὸς ἑσπέραν καὶ ἐπέκεινα. ἡ δὲ χρῆσις τοῦ ἦρ ἤτοι ὄρθρος, καὶ ἀλλαχοῦ μὲν, καὶ

ἐν τῇ ˉυ δὲ τῆς Ὀδυσσείας. ∆ῆλον δὲ ὅτι τὲ πρωΐας ἐπίθετα ὡς καὶ ἐνταῦθα καὶ ἡ

ἠριγένεια καὶ ἡ ῥοδοδάκτυλος καθὰ καὶ ἡ κροκόπεπλος, καὶ ὅτι ἑξαχῶς λέγεται ἡ

ἠώς. καὶ γὰρ, ἡ πρωΐα. καὶ αὖθις, τὸ ἐξ αὐτῆς μέχρι μέσης ἡμέρας. καὶ πάλιν, τὸ ἐκ

πρωΐας ἕως ἑσπέρας. καὶ τὸ πρωΐθεν δὲ, ἕως ἑτέρας πρωΐας, ὅ ἐστι νυχθήμερον.

λέγεται δὲ ἠὼς, καὶ ἡ ἀνατολή. ἔτι δὲ, καὶ ἡ σωματοειδὴς θεά. ἣν ὁ μῦθος ἔποχον

ἅρματι ἢ κελητίζουσαν ἐπὶ τοῦ Πηγάσου, ἔτι δὲ καὶ λαμπαδηφόρον, πλάττει. καὶ

ταῦτα μὲν ἓξ τῆς ἠοῦς σημαινόμενα. ὧν πάντων αἱ χρήσεις παρὰ τῷ ποιητῇ. ὅτε δὲ

εἴπῃ ἐν τῇ ˉρ ῥαψῳδία δείελον ἦμαρ ὁ ποιητὴς, δίδωσι νοεῖν ὅτι καθάπερ ἡ πρωΐα

ἠὼς λέγεται, οὕτω καὶ τὸ δειλινόν. ὡς εἶναι σὺν τούτῳ, ἑπτὰ σημαινόμενα τῆς ἠοῦς.

Ὅτι δὲ κανονικῶς ὀξύνεται ἡ Ἠὼς, δηλοῖ ὁ γράψας ὡς τῶν εἰς ˉως τὰ μὲν ὑπὲρ μίαν

συλλαβὴν, βαρύνεται. τῶν δὲ μονοσυλλάβων, ἓν ὀξύνεται, μένον καὶ ἄκλιτον, ἡ

δὼς, ὅ ἔστιν ἡ δωρέα. τὰ δ' ἄλλα, περισπῶνται καὶ κλίνονται. Κρῶς πόλις. Τλῶς

ὁμοίως. Κῶς νῆσος 1.77 καὶ πόλις. (ῃερς. 3.) Ὅτι τὸ, εἵματα ἑσσάμενος, τρόπος

ἐτυμολογίας ἐστίν. ἀπὸ τοῦ ἕω γὰρ τὸ εἷμα γίνεται, ἀπὸ δ' αὐτοῦ, τὸ ἱμάτιον.

γράφεται δὲ διὰ διφθόγγου τὸ εἷμα, ἢ ἀπὸ τοῦ ἕμα προσλήψει τοῦ ἰῶτα, ἢ ὡς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

87

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!