18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

λοφνίδων, ὧν χρῆσις καὶ παρὰ Λυκόφρονι, πρωτότυπον ἡ λοφνία ὡς δηλοῖ

Ἀθήναιος εἰπὼν ὅτι λοφνία ἡ ἐκ φλοιοῦ λαμπάς. (ῃερς. 171.) Θηρία δὲ κοινῶς πάντα

τὰ ἄλογα. διὸ καὶ τὸν ἀράχνην θηρίον φησὶν ὁ Αἰλιανός. σημειοῦνται δὲ οἱ παλαιοὶ

μὴ εἶναι παρὰ τῷ ποιητῇ μηδὲ τὸ θηρίον τύπου ὑποκοριστικοῦ, παρωνυμεῖσθαι δὲ τῷ

θηρί. μηδὲ γὰρ κεῖσθαι τὸ τοῦ ὑποκορισμοῦ ταπεινὸν παρ' Ὁμήρῳ διὰ τὸ

ὑψηλόφωνον καὶ ἡρωϊκὸν τῆς αὐτοῦ ποιήσεως. εἰ δέ τις φασὶ καὶ θείη μὴ

παρώνυμον εἶναι τοῦ θηρὸς τὸ θηρίον ὡς τοῦ ἴχνους τὸ ἴχνιον ἀλλ' ὑποκοριστικὸν,

ἐξεγήγερταί φασιν ἄλλως τῆς ταπεινότητος, διά τε τοῦ, μέγαν ἔλαφον, καὶ τοῦ,

δεινοῦ πελώρου, καὶ τοῦ, μάλα μέγα. διὸ καὶ 1.375 μετὰ στίχους ὀκτὼ, πάλιν ἐρεῖ τὸ,

μάλα μέγα θηρίον εἶναι τὸ πεσόν. οὕτω καὶ ἀλλαχοῦ τειχίον εἰπὼν

ὑποκοριστικώτερον ὕψωσεν εἰπὼν ἐκεῖνο μέγα. οἷον. παρὲκ μέγα τειχίον αὐλῆς. καὶ

τὸ οἰκίον δὲ, οὐδ' αὐτὸ σμικρόν τι δηλοῖ ἐν τῷ, οἰκία δ' αὔτε μητέρι δοῖμεν. πῶς γὰρ

ἂν σμικρὰ εἴη τὰ μέγαρα τοῦ Ὀδυσσέως ἅπερ ἐξ ἑτέρων ἕτερα ἐστίν; οὐ μὴν οὐδὲ ὅτε

οἰκία λέγει Ἅιδου ἐν Ἰλιάδι, ὑποκοριστικῶς ἂνἐκεῖνα οὕτω λέγοι, ἀλλὰ μάλιστα

παρωνύμως. ἵνα μὴ καὶ αὐτὸ σκῶμμα εὕροι καθὰ καὶ τὸ, αἰθέρα ∆ιὸς δωμάτιον, καθ'

οὗ Ἀριστοφάνης ἔπαιξε, συγκαταπαίξας ἅμα καὶ τὸ, χρόνου πόδα, ὅπερ δοκεῖ

παραξεσθῆναι ἀπὸ τοῦ, περιπλομένων ἐνιαυτῶν. Ἰστέον δὲ καὶ ὅτι ἐξ Ὁμήρου

λαβὼν Εὐριπίδης μέθοδον τὴν βασιλικὴν παῖδα Πολυξένην μόσχον μὲν εἰπὼν

εὐτελῶς ἔφρασε. σκύμνον δὲ προσειπὼν ἐπηύξησεν. ἐπὶ λεόντων γὰρ κυρίως τὸ

σκύμνος. εἰ καὶ οἱ παλαιοὶ ἐξαιροῦσι τῆς Ὁμηρικῆς ποιήσεως οἷα σμικροπρεπὲς τὸ

ὑποκορίζεσθαι, ἀλλ' ὅμως ἔστιν οὗ κεῖσθαι καὶ τοιαῦταί τινες λέξεις δοκοῦσι

προσφυῶς τοῖς ὑποκειμένοις πράγμασιν. ἐν αἷς καὶ ἀγκαλὶς ἡ ἀγκάλη ἐν Ἰλιάδι.

οἷον. ἐν ἀγκαλίδεσσι τιθήνης. καὶ, παῖδες ἐν ἀγκαλίδεσσι φέρον. ὅτι δὲ

ὑποκοριστικῶν τύποι διάφοροι, δῆλον ἐκ τῶν παλαιῶν. παρ' οἷς κεῖται καὶ

ἀρσενικῶν τύπος ὁ μὲν κατὰ τὸ πλεονάζον. οἷον. Ἡφαιστίων Ἡφαιστίωνος ὁ

Ἥφαιστος. ὁ δὲ, κατὰ τὸ ἐλλεῖπον. οἷον. Βάκχων Βάκχωνος καὶ Σίμων Σίμωνος, ὁ

Βακχυλίδης δηλαδὴ καὶ ὁ Σιμωνίδης. ὧν καὶ φυλάσσεται τὸ ˉω τῆς εὐθείας ἐν τῇ

γενικῇ. (ῃερς. 172.) Τὸ δὲ ἀνέγειρα μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον

ἀνθρώπου ἦθος δηλοῖ πρᾴως ὀτρύνοντος. (ῃερς. 174.) Ὅτι παρηγόρημα τῶν ὡς ἐπὶ

κινδύνῳ λυπουμένων τὸ, ὦ φίλοι, οὐ γάρ που καταδυσόμεθ' ἀχνύμενοί περ εἰς

Ἀΐδαο δόμους πρὶν (ῃερς. 175.) μόρσιμον, ἢ καὶ ἄλλως εἰπεῖν, θεόθεν ἦμαρ ἐπελθεῖν.

ἀλλ' ἄγετε μνησόμεθα βρώμης, (ῃερς. 177.) μηδὲ τρυχώμεθα λιμῷ. ἃ δὴ περίφρασίς

ἐστι τοῦ φάγωμεν. ἢ καὶ ἄλλως δηλωτικὰ τοῦ φαγεῖν, ἐκ τῶν πρὸ αὐτοῦ καὶ μετ'

αὐτό. πρῶτον γάρ τις μνησάμενος βρώμης, εἶτα φαγὼν οὐκέτι τρύχεται λιμῷ. καὶ

ἔστι τοιαύτη μέθοδος καὶ ἀλλαχοῦ παρ' Ὁμήρῳ, ἣν καὶ ὁ Ἑρμογένης ἐπισημαίνεται,

διδάσκων εἶναί ποτε καὶ μάλιστα ἐπὶ τῶν μὴ σεμνῶν σιγᾶσθαι μὲν τὸ πρᾶγμα,

δηλοῦσθαι δὲ ὅμως ἐκ τῶν πρὸ αὐτοῦ καὶ τῶν μετ' αὐτό. (ῃερς. 174.) Τὸ δὲ

καταδυσόμεθα, σεμνοτάτη λέξις ἐπὶ ἀνθρώπου, ὡς δύνοντος καὶ αὐτοῦ ἡλίου δίκην

ὅτε ὑπὸ γῆν γένηται. (ῃερς. 176.) Ἐκ δὲ τοῦ βέβρωμαι ἡ βρώμη, ὡς ἐκ τοῦ τέτρωμαι ἡ

τρώμη Ἰωνικῶς ἤγουν ἡ τρῶσις, καὶ ἐκ τοῦ ἔῤῥωμαι, ἡ ῥώμη. τὸ δὲ ὅλον εἰπεῖν

τριῶν τούτων τοῦ, βέβρωμαι βέβρωσαι βέβρωται, ἐκ τοῦ πρώτου μὲν ἡ βρώμη καὶ τὸ

βρῶμα, ἐκ τοῦ δευτέρου δὲ ἡ βρῶσις. οἷον. δότ' ἀμφίπολοι βρῶσίν τε πόσιν τε. καὶ

ἐνταῦθα δὲ, ὄφρα ἐν νηὶ βρῶσίς τε πόσις τε. ἔκ τε τοῦ τρίτου τὸ βρωτὸν καὶ ἡ

βρωτύς. (ῃερς. 174.) Σημείωσαι δὲ τὸ, ὦ φίλοι, οὐ γάρ που καταδυσόμεθα εἰς Ἅιδην,

ἀλλὰ μνησόμεθα βρώμης, ἐν πολλοῖς γὰρ ὁ ποιητὴς ἀρχόμενος ἀπὸ τοῦ γˉαρ, εἶτα

ἐπάγει τὸν ἀλλˉα σύνδεσμον ταυτοδυναμοῦντα τῷ δὴ, οὕτω γοῦν καὶ μετ' ὀλίγα

φησίν· (ῃερς. 190.) ὦ φίλοι, οὐ γάρ τ' ἴδμεν ὅπῃ ζόφος, οὐδ' ὅπῃ Ἠὼς, οὐδ' ὅπῃ

Ἠέλιος φαεσίμβροτος εἶσιν ὑπὸ γῆν, οὐδ' ὅπῃ ἀννεῖται, ἀλλὰ φραζώμεθα θᾶσσον.

ἔνθα ζόφον μὲν τὴν δύσιν εἰπὼν Ἠῶ δὲ τὴν ἀνατολὴν ἡρμήνευσε τὰς λέξεις εὐθὺς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

427

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!