18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

μὴ ἀποδοῦναι τὴν Ἑλένην ἢ ἑκόντος τοῦ Ἀλεξάνδρου ἢ ἄκοντος, ἐν ἄλλοις

δεδήλωται. (ῃερς. 366.) Τὴν δὲ Εἰδοθέαν, Εὐρυνόμην φασὶ γράφει ὁ Ζηνόδοτος. ἣν

καὶ ἰφθίμην ὁ ποιητὴς φησὶν, ὥς που καὶ τὴν Πηνελόπην δαΐφρονα. (ῃερς. 367.) Τὸ

δὲ ἔῤῥοντι, ἀντὶ τοῦ, ἐπιπόνως ζῶντι. κατὰ τὸ, ἐνθάδε ἔῤῥων. ὅπερ Ἀχιλλεὺς ἐν

Ἰλιάδι φησὶ περὶ ἑαυτοῦ. Τὸ δὲ νόσφιν ἑταίρων, πιθανῶς πέπλασται. ἵνα σχῇ οὕτως

ἄδειαν ἡ Εἰδοθέα καταμόνας ἐντυχεῖν αὐτῷ. καθὰ καὶ ἐν Ἰλιάδι Ἀχιλλεὺς ἑτάρων

νόσφι λιασθεὶς, ὡμίλησε τῇ θαλασσίᾳ μητρὶ Θέτιδι. (ῃερς. 368.) Ὅραδὲ ὡς οἱ περὶ

Μενέλαον ἐν τῇ Φάρῳ ἰχθυῶνται ἀγκίστροις, λιμοῦ τὴν γαστέρα τείροντος. ἄλλως

γὰρ, οὐ θέμις ἁλιεύειν τοὺς ἥρωας, οἳ ἐκρεωφάγουν ὡς τὰ πολλά. διὸ καὶ ἐν

Τρινακίᾳ οἱ περὶ Ὀδυσσέα, λιμώττοντες ἐφεῖπον ἀναγκαίαν ἄγραν. ἰχθῦς. ὄρνιθάς

τε. φίλας ὅ, τι χεῖρας ἵκοιτο. Οἰκείως δὲ τὸ ἀλώμενοι ἔφη ἐπὶ τῶν ἰχθυαασκόντων,

καθὰ καὶ ἐπὶ πειρατῶν. οὐ γάρ τι μίην ὁδὸν ἵσταται ἰχθὺς κατὰ τὸν εἰπόντα.

πλανώμενος δὲ, συμπλανᾶσθαι ποιεῖ καὶ τὸν ἀσπαλιέα. (ῃερς. 369.) Τὸ δὲ γναμπτὸν

ἄγκιστρον, καθ' ὅμοιον λόγον καὶ περιηγές που λέγεται. περιάγεται γὰρ ἤτοι

περικλᾶται καὶ γνάμπτεται ὅ ἐστι κάμπτεται. (ῃερς. 371.) Ἰστέον δὲ καὶ ὅτι τριχῶς

ἀμελεῖ τις τοῦ συμφέροντος κατὰ τὸν ποιητήν. ἢ νήπιος ὤν. ἢ χαλίφρων. ἢ ἑκὼν

μεθιείς. ἔστι δὲ νήπιος μὲν, ὁ ἔτι κατὰ παῖδα φρονῶν. χαλίφρων δὲ, ὁ μὴ παῖς μὲν,

ἄλλως δὲ μὴ πυκνὸς ἀλλὰ χαῦνος καὶ τὰς φρένας κεχαλασμένος. (ῃερς. 372.) ἑκὼν

δὲ μεθιεὶς ἤτοι μεθήμων, ὁ τούτων μὲν μηδέτερον, ἄλλως δὲ ἠμελημένος καὶ

ῥάθυμος. Τὸ δὲ λίην τόσον, διπλῆ ἐπίτασις. ὅμοιον τῷ, λίαν πάνυ καὶ τοῖς τοιούτοις.

(ῃερς. 371.) Τὸ δὲ μεθίης, κοινῶς μὲν, διὰ τοῦ ˉη. ὡς γὰρ τίθημι τίθης, οὕτω μεθίημι

μεθίης. ἄλλως δὲ, κατ' ἐναλλαγὴν χρόνου γράφεται καὶ διὰ διφθόγγου. ὡς γὰρ

τίθημι ἐτίθην ἐτίθεις ἐτίθει, οὕτω μεθίημι μεθίην μεθίεις μεθίει. ὡς καὶ ἵημι ἵην ἵεις

ἵει. Τὸ δὲ τέρπεαι ἄλγεα πάσχων παρὰ φύσιν εἴρηται πρὸς ἔνδειξιν τοῦ μεθήμονος. ὃς

δέον ὂν λυπεῖσθαι ἐφ' οἷς ἀλγεῖ πάσχων, ὁ δὲ, τέρπεται. (ῃερς. 377.) Τὸ δὲ οὔτι ἑκὼν

κατερύκομαι συντομωτάτη ἀπόκρισις. δι' ἧς ἀποφήσας ὁ Μενέλαος τὸ μὴ ἑκὼν

μεθιέναι, συνεξέβαλε καὶ τὸ νήπιος εἶναι, καὶ τὸ χαλίφρων. (ῃερς. 379.) Τὸ δὲ θεοὶ δέ

τε πάντα ἴσασιν ἑνικῶς ῥηθὲν, ὀρθὸν ἔσται γνωμικόν. τοιοῦτον γὰρ τὸ, θεὸς δέ τε

πάντα ἴσησι. Τὸ δὲ πεδῶ, δευτέρας ἐνταῦθα συζυγίας τῶν περισπωμένων εὕρηται, ὡς

δηλοῖ τὸ πεδάα. ὅμοιον ὂν τῷ βοάα καὶ ὁράα. τὸ μέντοι πρὸ βραχέων ῥηθὲν

ἀνειρώτευν. ἀνάπαλιν ἐκ δευτέρας συζυγίας εἰς πρώτην ἦλθεν. ὅμοιον γάρ ἐστι τῷ

ἐποίευν. καίτοι οἶδε καὶ τὴν δευτέραν συζυγίαν ὁ ποιητὴς, ὡς πρὸ βραχέων δηλοῖ τὸ,

ἅ, μ' εἰρωτᾷς καὶ λίσσεαι οὕτω καὶ τὸ ἔλουον βαρύτονον, ἐλόευν ἔφη, ἀπὸ θέματος

τοῦ λουέω. καὶ τὸ πιέζον δὲ, πιέζευν λέγεται. τοῦτο δὲ καὶ οἱ πολιτικοὶ ῥήτορες. ἐπεὶ

καὶ Πλούταρχος, πιεζοῦντες φησί. καὶ ἕτεροι δὲ ὁμοίως αὐτῷ, χρῶνται τῷ τοιούτῳ

ῥήματι. (ῃερς. 384.) Ὅτι προδιδοῦσα ἐπίτηδες ἡ ῥηθεῖσα Εἰδοθέα τὸν πατέρα Πρωτέα

ἵνα γνωστὸς διὰ Μενελάου πολλοῖς γένηται, λέγει πρὸς τὸν ἱκέτην Μενέλαον τὰ

ῥηθησόμενα. πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς, ἀθάνατος, Πρωτεὺς

Αἰγύπτιος, ὅστε θαλάσσης πάσης βένθεα οἶδε. Ποσειδάωνος ὑποδμώς. τόν δ' ἐμόν

φασι πατέρα ἔμμεναι ἠδὲ τεκέσθαι. εἶτα λέγει καὶ ὡς εἴπως αὐτὸν σὺ δύναιο

λοχησάμενος λελαβέσθαι, εἴποι ἄν σοι ὁδὸν καὶ μέτρα κελεύθου καὶ νόστον. εἴπῃ δὲ

ἂν αἴ κ' ἐθέλῃσθα, ὅττι τοι ἐν μεγάροισι κακόν τ' ἀγαθόν τε τέτυκται οἰχομένοιο

σέθεν δολιχὴν ὁδὸν, ἀργαλέην τε. (ῃερς. 395.) Καὶ οὕτω μὲν αὕτη. ὁ δὲ Μενέλαος

εὐλαβηθεὶς πρὸς τὸ, εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι, φησίν. αὐτὴν νῦν

φράζευ σὺ λόχον θείοιο γέροντος, μήπως με προϊδὼν ἠὲ προδαεὶς, ἀλέηται. (ῃερς.

397.) Εἶτα ἐπάγει γνωμικὸν ἀργαλέος γάρ τ' ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι. Ἔνθα

ὅρα ὅτι τὸ θείοιο, εἰς ταυτὸν ἤγαγε τῷ, θεοῦ. ὃν γὰρ ἀνωτέρω θεῖον ἔφη γέροντα,

τοῦτον ἐνταῦθα θεὸν εἶπεν. ἐπὶ δὲ τούτοις ἡ Εἰδοθέα ὠφελῆσαι προθεμένη τὸν

Μενέλαον ἐπὶ τιμῇ καὶ τοῦ πατρὸς, ὑποτίθησιν ὅπως λοχηθήσεται ὁ Πρωτεὺς, ὡς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

195

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!