18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

συνοικήσασα ἔσχε παῖδας Μελικέρτην καὶ Λέαρχον ἢ Κλέαρχον. Ἀθάμας δὲ κατὰ

μῆνιν Ἥρας τὰς φρένας ληφθεὶς, ἐπεὶ ἔθρεψε τὸν ∆ιόνυσον, ἀναιρεῖ τὸν Λέαρχον.

ἐπεὶ δὲ καὶ τὸν λοιπὸν ἔμελλε παῖδα διαχειρίσασθαι, βαστάζει αὐτὸν ἡ μήτηρ Ἰνώ.

καὶ διὰ τοῦ λευκοῦ πεδίου τῆς Μεγαρίδος θεύσασα ὅ ἐστι δραμοῦσα, ὅθεν καὶ

Λευκοθέα ἐκλήθη, συγκατέῤῥιψεν ἑαυτὴν τῷ βασταζομένῳ παιδὶ ἐς θάλασσαν. καὶ

ἰσόθεον ἔλαχε τιμὴν σὺν αὐτῷ, κληθέντι Παλαίμονι διὰ τὸ κατὰ τὸν μῦθον

συλλαμβάνεσθαί τι τοῖς ἁπλῶς παλαίουσι ἢ τοῖς κατὰ θάλασσαν παλαίουσιν, ὅ ἐστι

πονουμένοις περὶ τὰ ναυτικά. ἐπεὶ καὶ ἡ παλαισμοσύνη, παλαιμοσύνη γραφομένη

εὑρίσκεται παρὰ τοῖς παλαιοῖς. θυγάτηρ δὲ ἡ Ἰνὼ τοῦ Κάδμου, ὃς περὶ τὰς θυγατέρας

ἐδυστύχησε. Σεμέλη μὲν γὰρ, ἐφλέχθη κεραυνῷ. Ἀγαυὴ δὲ μανεῖσα, διεσπάσατο τὸν

υἱὸν Ἀκταίωνα. Λευκοθέα δὲ, εἰς θάλασσαν ἥλατο. οἰκτίζεται δέ φασιν αὕτη τὸν

Ὀδυσσέα, ἢ ὡς ἄνθρωπος γενομένη ποτέ. ἢ καὶ ὡς φιλογύνην ὄντα. ἢ καὶ ὡς

ὁμοιοπαθῇ. θαλάσσῃ γὰρ καὶ αὐτὸς εἰ καὶ μὴ ἑκὼν ἐμπέπτωκεν ὡς ἐκείνη, ἀλλ' οὖν

δυστυχῶς ἐγκυβιστᾷ. (ῃερς. 337.) οὐκ ἐμορφώθη δέ φασιν εἰς αὐτὸ τοῦτο αἴθυιαν.

πῶς γὰρ λαλεῖ, πῶς δὲ καὶ φορεῖ ἢ καὶ χειρίζει τὸ κρήδεμνον; ἀλλὰ τῷ τρόπῳ τῆς

ἀναδύσεως, ἔοικεν εἰς αἴθυιαν. οὐκ ἐναντιοῦται δέ φασι τῷ Ποσειδῶνι, ἐπεὶ

κἀκεῖνον οἶδεν εἰδότα ὡς χρὴ σωθῆναι τὸν Ὀδυσσέα. διὸ καὶ προαναφωνεῖ δι' αὐτῆς

ὁ ποιητὴς ὡς οὐ καταφθίσει τὸν Ὀδυσσέα ὁ Ποσειδῶν. (ῃερς. 334.) Αὐδήεσσα δὲ, ἢ ἡ

διαβόητος κατὰ τοὺς παλαιοὺς ὅ ἐστιν ἀοίδιμος διὰ τὰ ἐπ' αὐτῇ συμβάντα. ἢ ἡ

ἔνδοξος, εὐγενὴς γάρ. ἢ κατὰ Ἀριστοφάνην, ἡ χρωμένη ἀνθρωπίνῃ φωνῇ. οὕτω γὰρ

αὐδήεντες οἱ ἄνθρωποι πρὸς διαστολὴν τῶν λοιπῶν ζῴων. γράφεται δὲ καὶ

οὐδήεσσα τουτέστιν ἐπίγειος. νύμφη γὰρ ἦν καὶ οὐκ ἐκ τῶν οὐρανιώνων.

Ἀριστοτέλους δέ φασι καὶ Χαμαιλέοντος ἡ τοιαύτη γραφή. (ῃερς. 337.) Τὸ δὲ ποτῇ, ἢ

κατὰ δοτικὴν, ἵνα λέγῃ ὅτι πετομένῃ αἰθυίῃ ἐοικυῖα. ἢ κατὰ εὐθεῖαν πτῶσιν, ἵνα ᾖ

ποτὴ ἀνεδύσατο λίμνης, ἤγουν πετασθεῖσα ἐκ θαλάσσης ἀνέδυ. γράφεται δὲ καὶ σὺν

τῷ νῦ, ποτήν. ὃ δηλοῖ τὴν πτῆσιν. ὡς ἂν λέγῃ, ὅτι ἐοικυῖα αἰθυίῃ κατὰ τὴν πτῆσιν

ἤγουν κατὰ τὴν ὁρμήν. καὶ ἀπαλλαττομένη δὲ ἡ μυθικὴ αὕτη Λευκοθέα, αἰθυίᾳ

εἰκάσθη. ὡς καὶ ἡ Ἀθηνᾶ, ὄρνις ὡς ἀνόπαια διέπτατο. καὶ φήνῃ εἰδομένη. (ῃερς.

340.) Τὸ δὲ ὠδύσατο, ἐνθύμιον δίδωσι τοῦ ἐτυμολογεῖσθαι τὸν Ὀδυσσέα ἐκ τοῦ

τοιούτου ῥήματος ὡς καὶ προγέγραπται. διὸ καὶ αὐτὸς ἐν τοῖς ἑξῆς, λέγει ὅτι οἶδα ὥς

μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος, ὃ ταυτόν ἐστι τῷ, κλυτὸς Ἀμφιτρίτη. Ἀττικὸς δὲ

παρακείμενος τὸ ὀδώδυσται κατά τι ὅμοιον τοῦ ὀρώρυκται. (ῃερς. 341.) Τὸ δὲ κακὰ

πολλὰ φυτεύειν, τὸ δολιεύεσθαι καὶ νῦν δηλοῖ. καθὰ καὶ τὸ ὑφαίνειν δόλον ἐν τοῖς

ἐφεξῆς. (ῃερς. 342.) Ὅτι παραμυθία ἐπὶ βουλῆς τὸ, οὐ μὲν δή σε καταφθίσει μάλα περ

μενεαίνων. παραινετικὸν δὲ τὸ, ἀλλὰ μάλ' ὧδ' ἔρξον. δοκέεις δέ μοι οὐκ ἀπινύσσειν.

ὅ ἐστιν ἀφραίνειν καὶ ἐστερῆσθαι τοῦ πινυτὸς εἶναι. (ῃερς. 344.) παίδευσις δὲ τοῦ μὴ

ἑτέροις θαῤῥεῖν ἀλλὰ τοῖς οἰκείοις ἔργοις τὸ, σχεδίην μὲν ἀνέμοισι φέρεσθαι

κάλλιπ'. ἀτὰρ χείρεσσι νέων, ἐπιμαίεο νόστου. ἤτοι ἐπιθύμει. ἐπιμελοῦ, ἐκ τοῦ μῶ

μαίω τὸ ζητῶ. Τὸ δὲ νέων, κεῖται μὲν καὶ ἐν τῷ, ποταμοῦ κατὰ στόμα ἷξε νέων. ἔχει

δὲ ἐνεστῶτα τὸ νέω νῶ. ἐξ οὗ τὸ νήχω παράγωγον. (ῃερς. 346.) Ὅτι κρήδεμνον ἡ

Λευκοθέα δίδωσι τῷ 1.229 Ὀδυσσεῖ ὡς ἂν ὑπὸ στέρνοιο τανύσας αὐτὸ ὃ καὶ ἄβροτον

λέγει, μηκέτι παθεῖν δέος ἔχῃ μὴ δ' ἀπολέσθαι. ἔοικε δὲ τὸ τοιοῦτον κρήδεμνον,

περίαπτόν τι ποθὲν περιγενέσθαι τῷ Ὀδυσσεῖ, φυλακτήριον θαλαττίου κακοῦ καθά

που καὶ τὸ μῶλυ πρὸς ἀποτροπὴν φέρει κακοπιοῦ ἀλογίας. ἔοικε γὰρ εἰδέναι καὶ τὴν

φύσιν τῶν περιάπτων ὁ ποιητὴς ὡς δηλοῖ καὶ τὸ φόρημα τοῦ κεστοῦ. καὶ ἄλλως δὲ

τὸ ῥηθὲν, αἴνιγμά τι ἐστὶ τοῦ εἶναι τὸν Ὀδυσσέα τλημονέστατον, διά τε τὸ φύσει

ἀγχίνουν, καὶ τὸ τλησικάρδιον. διὸ κρήδεμνον μὲν, τὸ φυλακτήριον. καὶ διατοῦτο

φρονήσεως σύμβολον. περὶ τὰ στέρνα δὲ τίθεται, κατὰ τὸ, τέτλαθι κραδίη. ὃ καὶ

ἀλλαχοῦ λέγει αὐτός. καὶ ἄλλως δὲ τὸ αὐτὸ εἰπεῖν, τὸ οὐδέ τι σοι παθεῖν δέος, τοῦτό

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

260

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!