18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀλλὰ πρός τινας πολλοὺς τοὺς ἀμφὶ τὸν πατέρα. οἵ τινες ὡς ἐν τοῖς ἑξῆς ἱστορεῖται,

τὴν Πηνελόπην ἐκέλευον γήμασθαι. Ὅρα δὲ καὶ ὅτι δυνατόν τε καὶ πλούσιον

ὑπεμφαίνει ὁ ποιητὴς τὸν τῆς Πηνελόπης πατέρα Ἰκάριον. μέγα τὲ γὰρ δυνάμενον

αὐτὸν εἶπε, καὶ τὰ ἐξ αὐτοῦ τῇ θυγατρὶ ἕδνα, πολλὰ μάλα φίλῃ παιδὶ πρέποντα. Τὸ δὲ

ἀρτύνειν, ἀπὸ τοῦ ἀρτύω γίνεται πλεονασμῷ τοῦ ˉν. ὥσπερ δύω δύνω. καὶ θύω

θύνω τὸ ὁρμῶ καὶ χύω χύνω. Ἕδνα δὲ νῦν μὲν τὰ ἀπὸ τῆς γυναικὸς πρὸς τὸν ἄνδρα.

τάχα δὲ καὶ τὸ ἀνάπαλιν. δύναται γὰρ ἀμφοτέρως ἡ ἔννοια συμβιβάζεσθαι. οἱ δὲ

ἀκριβέστεροι τῶν παλαιῶν, ἕδνα λέγεσθαι κυρίως φασὶ, τὰ ὑπὸ τῶν νυμφίων

ἀλλήλοις διδόμενα. τὰ δὲ ἀπὸ τῶν πατέρων ἐπιμείλια φασὶν, ὡς ἐν τῇ Ἰλιάδι

γέγραπται. φερνὴ δὲ τὰ τῆς νύμφης. τὰ δὲ ὑπὸ τῆς νύμφης, ἐπιφέρνια. δασύνεται δὲ

τὸ ἕδνα, ὡς ἀπὸ τοῦ ἑδράζω κατὰ τοὺς παλαιούς. ἕδρανόν τι ὂν, τὸ τὸν γάμον

στηρίζον, καὶ ἐν συγκοπῇ ἕδνον. ἢ ἀπὸ τοῦ ἥδω, ἥδανόν τι ὂν, τὸ ἡδύνον τοὺς

λαμβάνοντας, καὶ ἐν συγκοπῇ καὶ συστολῇ τοῦ ˉη εἰς ˉε, ἕδνον. καθὰ καὶ μύρον

ἑδανὸν ὀξυτόνως ἐν Ἰλιάδι, τὸ ἡδύ. ὡσαύτως δασύνεται καὶ τὸ ἕεδνον, τῆς δασείας

ἀναδραμούσης εἰς τὴν ἀρχὴν, καὶ τὸ ἑεδνοῦσθαι. ὡς ἐπὶ τοῦ ὥρων ἑώρων γίνεται

καὶ ἐπὶ ἄλλων πολλῶν. ὅλως δὲ κατὰ πᾶσαν κίνησιν, τὰ ἀπὸ τοῦ ἥδω δασύνονται,

ὡς καὶ τὸ ἁνδάνω. καθὰ δηλοῖ τὰ παρὰ τῷ τραγικῷ ἀφανδάνοντα. καὶ ἀφάδιον παρὰ

Παυσανίᾳ, τὸ ἐχθρὸν καὶ ἀπαρέσκον, καὶ ἦδος δὲ τὸ μὲν ὄφελος, ψιλοῦσιν οἱ

πλείους, ὡς μεταπλασθὲν ἐκ τῆς ἡδονῆς εἰς τροχαῖον. ἐπὶ δὲ ὄξους, δασύνουσιν.

Αἴλιος γοῦν ∆ιονύσιος φησίν. ἧδος τὸ ὄξος, δασύνουσιν Ἀττικοὶ καὶ πάντα τὰ

τοιαῦτα, οἷον καὶ τὸν ἡδυλισμόν. ὃς εἶδός τι κολακείας ἐστίν. ἀφ' οὗ καὶ τὸ

ἡδυλίζειν παρὰ Μενάνδρῳ. Παυσανίας δὲ εἰπὼν ὅτι ἦδος τὸ ὄφελος καὶ τὸ ὄξος,

οὐδέν τι περὶ πνεύματος ἔφη. ἐκ τοῦ ἥδω δὲ γινομένη καὶ ἡ ἥβη καὶ τὰ ἐξ αὐτῆς ὡς

καὶ ἀλλαχοῦ ἐῤῥέθη, εὐλόγως δασύνονται. Ἰστέον δὲ καὶ ὅτι ὁ ἀνωτέρω ῥηθεὶς τῆς

Πηνελόπης πατὴρ Ἰκάριος, ἀδελφὸς ἦν Τυνδάρεω τοῦ Λάκωνος, τοῦ πατρὸς τῆς

Ἑλένης. οἳ τῆςοἰκείας ἐκπεσόντες ὑπὸ Ἱπποκόωντος, ἦλθον εἰς Θέστιον

Πλευρωνίων ἄρχοντα. καὶ τὴν πέραν Ἀχελῴου συγκατεκτήσαντο. ὕστερον δὲ,

Τυνδάρεως μὲν τὴν Θεστίου θυγατέρα Λήδαν λαβὼν, ἐπανῆλθεν. 1.59 ἀφ' ἧς

ἐγένοντο αὐτῷ Ἑλένη καὶ οἱ ∆ιόσκουροι. Ἰκάριος δὲ ἐπέμεινε μέρος φασὶν ἔχων τῆς

Ἀκαρνανίας.ἔνθα καὶ τεκνωσάμενος Πηνελόπην ἐκ Πολυκάστης, τῷ Ὀδυσσεῖ πρὸς

γάμον ἐξέδοτο. (ῃερς. 281.) Ὅτι νῆα ἐεικόσορον ἐμφαίνων ἅμα καὶ ἐτυμολογῶν,

φησί. νῆ' ἄρσας ἐρέτῃσιν ἐείκοσιν. ὅθεν δηλονότι ναῦς εἰκόσορος. τί δὲ τὸ ἄρσαι, ἐν

τῇ Ἰλιάδι δεδήλωται. Ὅρα δὲ τὸ, ἄρσας ἐρέταις. διττὸν γὰρ τὸ ἄρσαι νῆα. τὸ μὲν, ἐπὶ

ναυπηγίας. τὸ δὲ ἐπὶ ἐξαρτίσεως τὴν εἰς πλοῦν ὥσπερ ἐνταῦθα. Ὅτι δὲ καὶ εἴκοσι

δίχα τοῦ ˉν λέγεται καὶ εἴκοσιν μετὰ τοῦ ˉν, ὡς καὶ πέρυσι πέρυσιν. καὶ ὡς ἐν

συνθέσει ποτὲ μὲν, φυλάττει τὸ ˉι. ποτὲ δὲ αὐτὸ εἰς ˉα τρέπει, οἷον, εἰκοσιστάδιον

καὶ εἰκοσαστάδιον, Αἴλιος ∆ιονύσιος λέγει. οὕτω δέ φησι καὶ τὸ πέντε ἐν συνθέσει

φυλάττον τὸ ˉε. οἷον. πεντέπηχυ. πεντέκλινον. πεντέχαλκον. πεντέμηνον.

πεντεσύριγγον ξύλον, ὅμως παρ' ἑτέροις διὰ τοῦ ˉα λέγεται. πεντάπηχυ καὶ τὰ λοιπὰ

ὁμοίως. ὅμοιον δέ τι πάσχει καὶ ὁ ὀκτὼ ἀριθμός. (ῃερς. 284.) Ὅτι τὴν τοῦ ∆ιὸς ὄσσαν

ἐπαινῶν, φησίν. ἢ μάλιστα φέρει κλέος ἀνθρώποισιν, ἤγουν φήμην καὶ ἀκοὴν τοῦ

μέλλοντος. κλέος γὰρ παρ' Ὁμήρῳ, ἡ φήμη. ἔστι δὲ ὅτε, καὶ ἡ τιμὴ ἐὰν προσθήκην ὁ

λόγος λάβῃ τινά. οἷον κλέος ἐσθλόν. ἢ κλέος μέγα. ἢ εὐρύ. λέγει δὲ τὴν ὄσσαν ἐκ

∆ιὸς εἶναι, διότι πᾶσαν ὄσσαν καὶ ὀμφὴν, εἰς τὸν ∆ία οἱ παλαιοὶ ἀνάγουσι, διὸ καὶ

πανομφαῖος ἐλέγετο, καθὰ καὶ ἐν Ἰλιάδι γέγραπται. ∆ιὸς δὲ ἡ ὄσσα, ἢ ἡ τῆς

προμάντιδος εἱμαρμένης, δηλωτικὴ γάρ ἐστι τοῦ μέλλοντος, ἢ καὶ ἄλλως, ἡ τοῦ

ἀέρος, ὃς αἴτιός ἐστι φωνῶν διηχὴς τυγχάνων. Ἰστέον δὲ ὅτι παρ' Ὁμήρῳ οὐχ'

ἁπλῶς ἡ φωνὴ λέγεται ὄσσα καθὰ παρὰ τοῖς ὕστερον, ἀλλὰ καὶ ἡ ὄσσα καὶ ἡ κληδὼν

καὶ ἡ ὀμφὴ καὶ ἡ φήμη ὡς πολλαχοῦ φανήσεται, θεῖόν τι ἐστὶ καὶ σημαντικὸν τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

67

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!