18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

εἶναι ποσὶν ἤπερ γλώττῃ προσκόπτειν, ταυτὸν δ' εἰπεῖν σφάλλεσθαι. τὸ μὲν γὰρ ἔχει

ἀνέγερσιν. (ῃερς. 172.) γλώσσης δὲ ὄλισθος ἀνέγερτα κεῖσθαι πολλάκις ποιεῖ. τὸ δὲ

αἰδοῖ μειλιχίῃ ἢ τὴν ἐκ τῶν ἀκουόντων αἰδῶ λέγει, ἢ τὴν ἐκ τοῦ ἀγορεύοντος ὅτε μὴ

θρασύστομος ᾖ ἀλλὰ μειλίχιος ἐν τῷ λαλεῖν. Τὸ δὲ μεταπρέπειν δύναται καὶ

ἐκπρέπειν λέγεσθαι. εἰ δὲ μὴ αὐτὸ ἐν χρήσει κεῖται, ἀλλ' ὁ ἐκπρεπὴς πολλαχοῦ

εὕρηται, ὥσπερ καὶ ὁ ἀριπρεπὴς καὶ ὁ εὐπρεπὴς καὶ ὁ διαπρεπής. Τὸ δὲ θεὸν ὣς

εἰσορόωσιν ἐκ τοῦ θεὸς μορφὴν ἔπεσι στέφει μεταπεποίηται. (ῃερς. 176.) τὸ δὲ οὐδ'

ἂν ἄλλως οὐδὲ θεὸς τεύξειεν ἀλήθειαν δηλοῖ πράγματος. τὸ γὰρ πεπραγμένον οὐκ

ἔστιν ἀποίητον γενέσθαι, ὥς που γνωματεύει καὶ Πίνδαρος. (ῃερς. 177.) Τὸ δὲ καὶ σοὶ

εἶδος μὲν ἀριπρεπὲς νόος δὲ ἀποφώλιος, παραφρασθήσεται ἐν τῷ, οὐκ ἄρα σοί γ' ἐπ'

εἴδει καὶ φρένες ἦσαν. ἐν οἷς δηλοῦται, φαῦλόν τι τὰ φυσικὰ εἶναι δῶρα εἰ μὴ καὶ τὰ

ἐξ ἀρετῆς πάρεισιν. ἔχει δὲ τὴν τοιαύτην γνώμην καὶ ἡ Ἰλιάς. (ῃερς. 179.) Τὸ δὲ νῆις

ἀέθλων, ἀντὶ τοῦ ἄπειρος. ἀνεπιστήμων. ἄϊδρις δὲ μᾶλλον εἰπεῖν οἰκειότερον. ὡς

γὰρ ὁ ἄϊδρις, οὕτω καὶ ὁ νῆις παρὰ τὴν στέρησιν τοῦ εἰδέναι ἐτυμολογοῦνται ὡς καὶ

ἡ Ἰλιὰς ἐδήλωσε. (ῃερς. 185.) περὶ δὲ τοῦ θυμοδακὴς μῦθος, καὶ ἀλλαχοῦ ἐσημειώθη

ὅτι κάλλος τι ἐνταῦθα ἐμφαίνεται κατὰ τὸν ἀναγραμματισμὸν τοῦ θυμὸς καὶ τοῦ

μῦθος, ὡς καὶ ἐν τῷ θυμαλγέα μῦθον. (ῃερς. 186.) Ὅτι Ὀδυσσέως δριμυξαμένου οἷς

ἀντέσκωψε τὸν σκώπτην Εὐρύαλον, ἐπάγει ὁ ποιητὴς ἀσυνδέτως, οὕτως. ἔφη δή. καὶ

αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον

περ, ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισιν. (ῃερς. 189.) ὃν δὴ περιστρέψας τουτέστιν

εἰλήσας ἤτοι δινήσας, ἧκε στιβαρῆς ἀπὸ χειρός. βόμβησε δὲ λίθος. κατὰ δ' ἔπτηξαν

ποτὶ γαίῃ Φαίηκες λᾶος ὑπαὶ ῥιπῆς. ὅ δ' ὑπέρπτατο σήματα πάντα, (ῃερς. 193.) ῥίμφα

θέων ἀπὸ χειρός. τουτέστιν οὐ δι' ἀνέμου κατὰ τὴν νῆα, οὐδὲ ποσὶ κατὰ τὰ ζῷα, ἐκ

χειρὸς δὲ τῆς δισκευσάσης. καινὸν δὲ οὐδὲν εἰ θέειν ἔφη δίσκον ὃν καὶ

ὑπερπετασθῆναι τὰ τῶν ἄλλων λέγει σήματα δίκην πτηνοῦ τινος. ὥστε καὶ λίθος ἂν

εἴη τολμηρῶς εἰπεῖν ὁ τοιοῦτος δίσκος, οὐ παρὰ τὸ λίαν τεθεῖσθαι κατὰ τοὺς λοιποὺς

διὰ τὸ φύσει βρίθον, ἀλλὰ διὰ τὸ λίαν θέειν ἀπὸ χειρός. (ῃερς. 186.) τὸ δὲ ἀσυνδέτως

εἰπεῖν, ἔφη δὴ καὶ ἀναΐξας ἐδίσκευσε, τῇ τοῦ ἥρωος σπουδῇ τὸν λόγον

συνεσχημάτισε. συντομώτερος γὰρ καὶ ὁ ἀσύνδετος λόγος τοῦ μετὰ συνδέσμων

προφερομένου. τὸ δὲ αὐτῷ φάρει ἀναΐξας, δηλοῖ μὲν Ἀττικῶς τὸ, σὺν αὐτῷ ἱματίῳ,

ἐμφαίνει δὲ, τὸ τοὺς ἄλλους ἡμιγύμνους δισκεύειν. ἐκ δὲ τοῦ ἀΐξαι, οὐ μόνον αἲξ τὸ

ζῷον, ἀλλὰ καὶ κύριον ὁ Αἴξων, ἐξ οὗ καὶ δῆμος Ἀττικὸς οἱ Αἰξωνεῖς. ∆ίσκος δὲ,

ἄλλως μὲν, ἐκ σιδήρου. ὁποῖος ὁ ἐν Ἰλιάδι σόλος. ἢ ξύλινος. ἴσως δὲ καὶ χαλκοῦς.

καί που καὶ λίθινος. ἐνταῦθα δὲ, λίθος τετρημένος καὶ ἔχων ἐκ μέσου καλώδιον οὗ

ἐχόμενοι οἱ ἀγωνιζόμενοι ἔδισκον ὅ ἐστιν ἔβαλλον. ἔῤῥιπτον. ὅθεν ὁ δίσκος γίνεται.

τὸ δὲ ῥῆμα τούτου, δισκέω ἐνταῦθα. ὡς δηλοῖ τὸ, ἐδίσκεον ἀλλήλοις. ἐξ αὐτοῦ δὲ τὸ

δισκεύειν. (ῃερς. 190.) Ὅτι δὲ λίθος ἦν ὁ Φαιακικὸς δίσκος, ἡρμήνευσεν Ὅμηρος

ἐπαγαγὼν τὸ, βόμβησε δὲ λίθος, καὶ τὸ, λᾶος ὑπαὶ ῥιπῆς. Σημείωσαι δ' ἐνταῦθα καὶ

Τρύφωνος τὸ, δίσκος, λίθος τετρημένος. σόλος δὲ, χαλκοῦν ὅλον σφαιρωτόν.

Ὅμηρος. σόλον αὐτοχόωνον. ἔοικε δὲ ὁ Τρύφων ἐν τούτοις, χαλκοῦν, τὸ σιδηροῦν

εἰπεῖν. ἐπεὶ σιδήρεος δοκεῖ ὁ Ὁμηρικὸς εἶναι σόλος. φέρει δὲ ὁ Τρύφων ἐπὶ τῷ κατ'

αὐτὸν δίσκῳ, καὶ Πινδάρου χρῆσιν τὸ, λιθίνοις ὁπόταν δίσκουσι. Σημείωσαι δὲ ὅτι ὁ

δίσκον εἰπὼν ἐπὶ ἡλίου, πάνυ ἐτόλμησεν. εἰ καὶ ἄλλως, ἧττον τοῦ φαμένου σκάφος

τὴν ὅλην οἰκουμένην. τολμᾷ δὲ ἀκολούθως, καὶ ὁ λέγων φῶς ἐξ ἡλίου ἢ ἀκτῖνας

ἀποδισκεύεσθαι. δισκεύεται μὲν γὰρ, δίσκος. τὰ δὲ ἐξ ἡλίου ἤγουν τὸ φῶς καὶ αἱ

ἀκτῖνες, οὐκ εἰσὶ δίσκοι ὡς λέγεσθαι ἀποδισκεύεσθαι. (ῃερς. 187.) Στιβαρὸν δὲ δίσκον

λέγει, ὡς καὶ αὐχένα στιβαρὸν καὶ χεῖρα στιβαρήν. (ῃερς. 190.) Ὁ δὲ βόμβος, δῆλον

ὡς ὠνοματοπεποίηται. λεγόμενός ποτε καὶ ἐπὶ βροντῆς. καὶ ἐπί τινων δὲ εὐτελῶν.

ὡς δηλοῖ καὶ τὸ ζωΰφιον ὁ βομβυλιὸς, κληθεὶς οὕτω διὰ τὸ βομβητικὸς εἶναι. Τὸ δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

330

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!