18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

(ῃερς. 141.) Τὸ δὲ σχομένη, ἐνταῦθα μὲν, μέσως ἐῤῥέθη ὡς ἀνωτέρω ἡρμηνεύθη. ἐν

δὲ τῷ, σχομένη λιπαρὰ κρήδεμνα, ἐνέργειαν δηλοῖ ὡς προδεδήλωται. (ῃερς. 143.)

Ὅτι μερμηρίξας Ὀδυσσεὺς ἢ γούνων λίσσοιτο λαβὼν εὐώπιδα κούρην ἢ αὔτως

ἤγουν οὕτως ὡς ἔχει ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι λίσσοιτο εἰ δείξειε πόλιν καὶ

εἵματα δοίη, ἔκρινε κέρδιον εἶναι, λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι. Καὶ ὅρα

ὡς παρὰ τρεῖς λέξεις, δὶς τὸν αὐτὸν ἔφη στίχον, τὸ ἐπέεσσιν ἀποσταδὰ μελιχίοισι, διὰ

τὸ τῶν λέξεων καίριον καὶ τὸ τῆς συνθήκης εὐάρμοστον. (ῃερς. 147.) αἰτία δὲ τῆς

κερδίονος κρίσεως, αὕτη. μὴ οἱ φησὶ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη, διὰ τὸ

ἐνταῦθα ἴσως μὴ τοιοῦτον ἔθος εἶναι. πῶς δὲ τὸ τοιοῦτον σκέμμα κέρδιον τῷ

Ὀδυσσεῖ, αὐτίκα μετ' ὀλίγα δηλωθήσεται. Καὶ ὅρα ὅτι τὸ λαβεῖν καὶ γενικῇ

συνέταξεν ἐν τῷ, γούνων λαβὼν, καὶ αἰτιατικῇ ἐν τῷ, γοῦνα λαβόντι. οἱ δὲ μεθ'

Ὅμηρον, λαβέσθαι φασὶ μετὰ γενικῆς. ὅτι δὲ τὸ, γούνων λαβὼν ἀντὶ τοῦ ἁψάμενός

ἐστι, δηλοῖ μετ' ὀλίγα τὸ, δείδια γούνων ἅψασθαι. (ῃερς. 143.) Τὸ δὲ ἀποσταδὰ ὅ ἐστι

πόῤῥω καὶ ἐκ διαστήματος, κατὰ τὸ ἀναφανδὰ ἐσχημάτισται, ὡς γὰρ ἀναφανδὸν

ἀναφανδὰ, οὕτως ἀποσταδὸν ἀποσταδά. Πρωτότυπον δὲ μειλιχίου λόγου, ὁ μείλιχος.

ᾧ ἀνάλογον ἔχει, ὁ Φρύνιχος. ὁ τάριχος. ὁ κόψιχος ὅπερ ἐστὶ κόσσυφος, ὁ δόλιχος,

ὀσπρίου εἶδος. ὁ Θευδέριχος. ὁ Ἰάμβλιχος. (ῃερς. 144.) Τὸ δὲ εἰ δείξειε πόλιν, ἀντὶ τοῦ

εἴπως δείξει, αὐτὸ δὲ, ταυτόν ἐστι τῷ ὅπως, κατὰ μετάληψιν συνδέσμων ὥς φασιν οἱ

ῥήτορες. (ῃερς. 149.) Ὅτι μερμηρίξας Ὀδυσσεὺς ὡς ἐῤῥέθη τὸ κέρδιον, αὐτίκα

μειλίχιον καὶ κερδαλέον φάτο μῦθον. τὴν βασιλίδα παῖδα κολακεύων λόγοις

ἐπαινετηρίοις. ὧν οἱ πλείους, χρήσιμοι ἐγκωμίοις παραπλέκεσθαι γυναικῶν. λέγει δὲ

τοιαῦτα ὁ Ὁμηρικὸς πολύμητις ῥήτωρ. γουνοῦμαί σε ἄνασσα, θεὸς νύ τις, ἢ βροτός

ἐσσι. εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, Ἀρτέμιδί σε (ῃερς. 157.) ἔγωγε

∆ιὸς κούρῃ μεγάλοιο εἶδός τε μέγεθός τε φυήν τ' ἄγχιστα ἐΐσκω, τοῦτο δὲ, ἢ διὰ τὸ

εὑρεθῆναι ὀρειφοῖτιν καὶ ταύτην, ἢ καὶ ὡς εἰκὸς διὰ τὸ ἀπὸ ζωγραφικῶν

ἐκτυπώσεων ἐμφερές. (ῃερς. 153.) εἰ δέ τις ἐσσὶ βροτῶν οἳ ἐπὶ χθονὶ ναιετάουσι,

τρισμάκαρες μὲν σοίγε πατὴρ καὶ πότνια μήτηρ. τρισμάκαρες δὲ κασίγνητοι. μάλα

που σφίσι θυμὸς αἰὲν εὐφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο, λευσσόντων τοιόνδε θάλος

χορὸν εἰσοιχνεῦσαν. (ῃερς. 158.) κεῖνος δ' αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,

ὃς κέ σ' ἑέδνοισι βρίσας, οἶκονδ' ἀγάγηται. εἰ δὲ τοῦθ' οὕτως ἔχει, τίς ἂν εἴει

Ὀδυσσεὺς περιφρονήσας τοιαύτην γυναῖκα; οἵα δὲ καὶ ἡ Πηνελόπη ἣν τῆς τοιαύτης

κόρης (ῃερς. 160.) προτίθησιν; εἶτα ὑψῶν τὸν ἔπαινον συγκριτικῶς, ἐπάγει. οὐ γάρ

πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν οὔτ' ἄνδρα οὔτε γυναῖκα. σέβας μ' ἔχει

εἰσορόωντα. (ῃερς. 162.) ὥς τε ἀσυγκρίτου τῆς κήρης οὔσης ὡς πρὸς τοὺς ὁμοειδεῖς

ἀνθρώπους, ἐξ ἀνάγκης εἰς τὸν καθά περ Εὐριπίδης φησὶ, πρωτόγονον ∆ήλιον

φοίνικα ἀφορᾷ, ᾧ οὐδὲν φυτὸν ὅμοιον εἰς κάλλος. καὶ ἄλλως δὲ εἰπεῖν, θείῳ μὲν

ἤδη προσώπῳ εἰκάσας αὐτὴν, ἀνθρώπῳ δὲ παραβαλεῖν οὐκ ἔχων, ζῴῳ δὲ ἀλόγῳ

σμικροπρεπὲς κρίνας ὁμοιῶσαι, παρατίθησιν αὐτὴν ἔρνει εὐγενεῖ. ὃ θάλος ἐνταῦθα

εἶπεν ὁ ποιητής. καὶ συγκρίνας ἢ ἐκεῖνον τῇ κόρῃ ἢ ταύτην ἐκείνῳ διὰ τὸ εὐφυὲς καὶ

κατὰ σῶμα εὐσταλὲς καὶ ὄρθιον καὶ εὔμηκες. μᾶλλον μὲν οὖν ἀντεξετάσας τὸ ἐπὶ τῷ

φοίνικι θαῦμα καὶ τὸ ἐπὶ τῇ κόρῃ, ἄγει αὐτὰ πρὸς ἶσον. καὶ λέγει ἐπίσης ἄμφω

θαυμάσαι, ἵνα πιθανῶς δόξῃ καὶ καλῶς ἣν ἀσύγκριτον ἀνθρώποις ἔφη, ἐξισάζειν

οὕτω τῷ φοίνικι. θείῳ τινὶ καὶ αὐτῷ εἶναι δοκοῦντι ὡς αὐτίκα ῥηθήσεται ἐν τοῖς

ἐφεξῆς. νῦν γοῦν τέως φησί. ∆ήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ, φοίνικος

νέον ἔρνος ἀνερχόμενον ἐνόησα, ἦλθον γὰρ κἀκεῖσε. πολὺς δέ μοι 1.245 ἕσπετο λαὸς

τὴν ὁδὸν, ἣ δὴ ἔμελλεν ἐμοὶ κακὰ κήδε' ἔσεσθαι. ὡς δ' αὕτως κἀκεῖνο ἰδὼν,

ἐτεθήπεα θυμῷ δήν. ἐπεὶ οὔπω. τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης. ὥς σε γύναι ἄγαμαί

τε, τέθηπά τε. δείδια δ', αἰνῶς γούνων ἅψασθαι. χαλεπὸν δέ με πένθος ἱκάνει. εἶτα

εἰπὼν ὡς χθιζὸς ἐεικοστῷ ἔκφυγον ἤματι τὸν πόντον. (ῃερς. 173.) καὶ εὐλαβεῖσθαι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

278

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!