18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Αἰγυπτίου ὡς εἴρηται. φήμην δὲ εἰπεῖν τὸν ἁπλῶς λόγον, οὐκ ἔστιν Ὁμηρικόν. (ῃερς.

151.) Τὸ δὲ ἐπιδινηθέντες, πιθανότης ἐστὶ τῆς ἐκτινάξεως τῶν πτερῶν, ἄλλως γὰρ

οὐκ ἦν γενέσθαι. (ῃερς. 152.) Τὸ δὲ πάντων κεφαλὰς, κοινὴν βλάβην δηλοῖ ὡς καὶ

ἀνωτέρω γέγραπται, διὰ τὸ μηδὲ ἀναιτίους εἶναι μηδὲ τοὺς Ἰθακησίους, ὡς δηλώσει

καὶ Τηλέμαχος ἐν οἷς ἐρεῖ ὡς τάδε διατρίβουσιν Ἀχαιοὶ μάλιστα δὲ μνηστῆρες.

ὄλεθρον μὲν οὖν οὐ πάντων Ἰθακησίων ὄσσονται οἱ ἀετοὶ, ζημίαν δὲ καὶ λύπην εἰ

καὶ μὴ πάντων, τῶν γοῦν πλειόνων. διὸ καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται ὅτι τοῖς

μνηστῆρσι μέγα πῆμα κυλίνδεται πᾶσι. πολλοῖς δὲ καὶ ἄλλοις κακὸν ἔσται. Ἔνθα καὶ

ὅρα τὸ κυλίνδεται, συντελοῦν εἰς γνῶσιν τοῦ, ἐκ κορυφῆς ὄρεος καταπτῆναι τοὺς

ἀετοὺς, ὅπερ ἔοικε δηλοῦν τὸ ἄνωθεν κυλινδόμενον πῆμα. δῆλον δὲ ὅτι ὀφθαλμὸς

Μούσης διακρίνει, τοὺς ἀετοὺς ἀπερεῖσαι τὸ ὀπτικὸν εἰς πάντων κεφαλάς. ἄλλως

γὰρ οὐκ ἔστιν εὐδιάκριτον. ἴσως δὲ καὶ τοῦ δήμου πεπυκνωμένου, μόναι κεφαλαὶ

τοῖς ἀετοῖς ἐβλέποντο. Ἰστέον δὲ καὶ ὅτι μνηστήρων μὲν κεφαλὰς ἐσίδον, ἐπ'

ὀλέθρῳ. οἱ σὺν σφῇσι κεφαλαῖς ἀπέτισαν. ἃς παραθέμενοι κατὰ τὸν ποιητὴν,

ἐδαπάνων τὰ τοῦ Ὀδυσσέως. τὰς δὲ τῶν λοιπῶν Ἰθακησίων, ἐπὶ μόνῃ ζημίᾳ καὶ

χρημάτων ἢ κτημάτων ἐκτίσει. (ῃερς. 153.) ∆ρύπτεσθαι δὲ ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη,

τὸ ξέεσθαι. κατὰ μεταφορὰν τῶν ἐκδερομένων ξύλων. ὡς ἀπὸ τοῦ δόρυ δορύπτω καὶ

δρύπτω. Τὸ δὲ παρειὰς, καταχρηστικῶς ἐῤῥέθη ἐπὶ ἀετῶν. ὡς καὶ τὸ χεῖλος ἐν τῷ,

ἀγκυλοχείλης. ῥάμφος γὰρ ἐπὶ ὀρνέων τὸ χεῖλος ὥσπερ ἐπὶ συῶν τὸ ῥύγχος. τινὲς

μέντοι βιαζόμενοι τὴν κυριολεξίαν ἀπιθάνως μὲν λέγουσι δ' οὖν, ὅτι παρειὰς καὶ

δειρὰς, οὐ τὰς ἑαυτῶν, οἱ ἀετοὶ ἐδρύψαντο ἀλλὰ τὰς τῶν ἐν τῇ ἐκκλησίᾳ, ὡς

βαθύναντες τὴν πτῆσιν καὶ κατ' αὐτῶν ὁρμήσαντες ὡς ἐνῆν. καὶ τοιούτῳ ἔργῳ

θρασύτερον ἐπιτολμήσαντες. κρεῖττον δὲ τὸ πρῶτον. ἐπεὶ καὶ Ἰάμβλιχος οἶδε

τοιούτους ὄρνιθας, οἳ ἀποῤῥήσσουσιν αὐτοὶ ἑαυτοὺς, καί που ἀναιροῦσιν ἐπὶ

δηλώσει μέλλοντός τινος, ὅπερ οὐ κατὰ φύσιν εἶναι φησὶν, ἀλλ' ὑπερφυές. (ῃερς.

154.) ∆εξιοὶ δὲ ἤϊξαν, ἀντὶ τοῦ ἀνατολικοὶ, ὡς αἴσιοι. δηλοῦντες ὅτι Ὀδυσσεὺς μὲν

καὶ Τηλέμαχος νικήσαντες, ὑπὸ φωτὶ ἔσονται. μνηστῆρες δὲ ὑπὸ ζόφῳ γενήσονται.

ὅτι δὲ δεξιὰ τὰ ἀνατολικὰ, δηλοῖ ὁ ποιητὴς ἐν οἷς φησὶν, εἴτ' ἐπὶ δεξιὰ ἴωσι πρὸς ἠῶ

τ' ἠέλιόν τε, εἴτ' ἐπ' ἀριστερὰ ποτὶ ζόφον ἠερόεντα. Οἰκία δὲ καὶ πόλιν, καλὸν μὲν

ἐπὶ τῶν Ἰθακησίων νοεῖν ὡς διὰ μέσης τῆς πόλεως ὑποχωρισάντων τῶν

οἰωνιστικῶν ἀετῶν. ἕτεροι δὲ, τὴν τῶν ἀετῶν κατάπαυσιν, διὰ τιμὴν τοῦ βασιλικοῦ

τούτου ζῴου, οἰκία καὶ πόλιν ἐνόησαν. καθ' ὁμοιότητα τοῦ, ὁ κύμα τ' οἰκῶν ὄρνις.

καὶ τῶν ὁμοίων. ὡς τῶν ἀετῶν ἐπαναστραφέντων ἔνθα ᾤκουν ὃ καὶ ἐδήλου, ὡς καὶ

Ὀδυσσεὺς καὶ Τηλέμαχος ἀνελόντες τοὺς μνηστῆρας αὖθις εἰς ἀγροὺς ἀπελεύσονται

ὡς ἱστορήσει ὁ ποιητὴς ἐν τῷ τοῦ βιβλίου τέλει. καὶ ἔστι καὶ ὁ τοιοῦτος νοῦς ἀγαθός.

ἐπεὶ καὶ ἐν Ἰλιάδι οἰκία καὶ δόμος ἐπὶ σφηκῶν καὶ μελισσῶν λέγεται. καὶ φίλα οἰκία,

ἐπὶ ἀετοῦ. (ῃερς. 155.) Ὄρνιθας δὲ καὶ νῦν λέγει, οὐχ' ἁπλῶς τὰ πτηνὰ κατὰ κοινὴν

γλῶσσαν ἀλλὰ τοὺς μηνύοντάς τι μέλλον. οὓς καὶ ἐναισίμους ἐρεῖ ὁ ποιητής. ἤγουν

αἶσαν τινὰ δηλοῦντας. ἀφ' ἧς, τινὲς μὲν, αἴσιοι. ἕτεροι δὲ, ἀπαίσιοι λέγονται. ἐξ ὧν

ὀρνίθων, καὶ εὐορνιθία κατὰ τοὺς παλαιοὺς παρὰ Σοφοκλεῖ, τὸ ἀγαθὸν οἰώνισμα.

καθὰ καὶ εὐερμία, τὸ διὰ τὸν Ἑρμῆν ἀγαθὸν ἕρμαιον ὅ ἐστιν εὕρημα. οὗ καὶ ῥῆμά

ἐστι τὸ εὐερμεῖν. 1.90 ὅτι δὲ Ἀττικὸν μὲν τὸ ὄρνις ∆ωρικὸν δὲ τὸ ὄρνιξ, δηλοῦσιν οἱ

παλαιοί. Τὸ δὲ ἐπεὶ ἴδον ὀφθαλμοῖσιν, ἐτυμολογίαν παρεμφαίνει τοῦ θαμβεῖν, ὃ

παρὰ τὴν θέαν ὡς προεῤῥέθη γίνεται καθὰ καὶ τὸ θηεῖσθαι καὶ τὸ ἐξ αὐτοῦ θηητόν.

(ῃερς. 157.) Ὅτι νησιώτῃ ἁλιευτικῷ ἀνδρὶ πρέπον ὄνομα τὸ Ἁλιθέρσης, οἱονεὶ ὁ ἐν

τῇ ἁλὶ θερόμενος ὑπὸ ἡλίου. παρὰ μέντοι τοῖς ναυτικωτάτοις νησιώταις Φαίαξιν,

ἐκφανέστατα πλεονάζει τὰ ἁλιευτικὰ ὀνόματα. ὁ Ἀκρόνεως. ὁ Ὠκύαλος. ὁ Ναυτεύς.

ὁ Ἀμφίαλος. ὁ Εὐρύαλος καὶ οἱ λοιποί. καὶ τοιοῦτος μὲν ὁ Ἀλιθέρσης. (ῃερς. 158.) Ὁ

δὲ Μάστωρ, ζητητικοῦ ἀνδρὸς ὄνομα, παρὰ τὸ μῶ ἢ μαίω τὸ ζητῶ. ἀφ' οὗ καὶ ἡ μαῖα.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

102

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!