18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐμπεριγράψας τὸ κατ' αὐτὸν διήγημα. εἶτα ἐπήγαγεν ἠθικῶς τὸ. νῦν δ' ἐνθάδε

κάββαλε δαίμων, ὄφρ' ἔτι που καὶ τῇδε πάθω κακόν. οὐ γὰρ ὀΐω παύσασθαι. (ῃερς.

195.) Ἰστέον δὲ ὅτι τὸ εἰπεῖν ὡς ἐξ Ἀλκινόου ἔχεται ἤτοι ἐξέχεται καὶ ἤρτηται τοῦ

Ἀλκινόου ἡ τῶν Φαιάκων ἀρχὴ ὃ δὴ καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται, βασιλέα

ὑποβάλλει Φαιάκων νοεῖν τὸν Ἀλκίνοον. ἐν δὲ τοῖς ἑξῆς, ἀριστοκρατία ἐμφαίνεται

παρὰ Φαίαξιν ἔνθα τρισκαίδεκα ἱστορηθήσονται βασιλεῖς. καὶ ἔστιν οἷον συνέλευσις

ἐν τούτοις, βασιλείας τε καὶ ἀριστοκρατίας. ὁποῖόν τι καὶ περὶ Λακεδαίμονα ὕστερον

τὸ κατὰ τοὺς ἐφόρους καὶ τοὺς βασιλεῖς. εἰ δὲ ὑπερέχει μὲν τῶν ἄλλων ὁ Ἀλκίνοος

αὐτὸς δὲ πείθεται ὡς φανεῖται οἷς ἡ γυνὴ Ἀρήτη βούλεται, εἴποι ἄν τις καὶ

γυναικοκρατεῖσθαι τὴν γῆν τῶν Φαιάκων. (ῃερς. 199.) Ὅτι ἐκφαίνων ὁ ποιητὴς πῶς

ἡ Ἀθηνᾶ ἐλέχθη θάρσος ἐμβαλεῖν τῇ Ναυσικάᾳ ὥστε μεῖναι φανέντος τοῦ

Ὀδυσσέως. καὶ δηλῶν ὡς κατὰ σύνεσιν γενέσθαι τοῦτο φαίνεται καθὰ καὶ ἐλέχθη,

πλάττει τὴν κόρην θαῤῥύνουσαν καὶ τὰς ἀμφιπόλους ὡς μηκέτι φεύγειν ἀλογίστως

ἀλλὰ στῆναι οἷα μηδέν τι καινὸν ἰδούσας ἀλλὰ ἁπλῶς ἄνθρωπον. καὶ αὐτὸν

δύστηνον. ἀλήτην. κομιδῆς ἄξιον. φησὶ γάρ. στῆτέ μοι ἀμφίπολοι. πόσε φεύγετε

φῶτα ἰδοῦσαι; ἢ μή που τινὰ δυσμενέων φάσθ' ἔμμεναι ἀνδρῶν. οὐκ ἔσθ' οὗτος ἀνὴρ

διερὸς βροτὸς οὐδὲ γένηται, ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται δηϊοτῆτα

φέρων. οἰκέομεν δ' ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ. ἔσχατοι. οὐδέ τις ἄμμι βροτῶν

ἐπιμίσγεται ἄλλος. (ῃερς. 6.) εἶτα ἐπὶ πλέον ἐξαιροῦσα τὸ τῶν ἀμφιπόλων δέος, καὶ

θάρσος αὐταῖς ἐν φρεσὶ τιθεμένη, ἐπάγει. ἀλλ' ὅ δέ τις δύστηνος ἀλώμενος ἐνθάδ'

ἱκάνει, ὃν νῦν χρὴ κομέειν. πρὸς γὰρ ∆ιὸς εἰσὶν ἅπαντες ξεῖνοί τε πτωχοί τε. δόσις δ'

ὀλίγη τε φίλη τε. ἐφ' οἷς ἐκπληροῦσα καὶ τὴν τοῦ ξένου ἱκετείαν, ἐπιφέρει. (ῃερς. 9.)

ἀλλὰ δότ' ἀμφίπολοι ξείνῳ βρῶσιν τε πόσιν τε. λούσατέ τ' ἐν ποταμῷ ὅθ' ἐπὶ σκέπας

ἔστ' ἀνέμοιο. Νοητέον δὲ ὅτι κατὰ τὸ σιωπώμενον, καὶ εἵματα ἐκέλευσε παραθεῖναι

τῷ Ὀδυσσεῖ. ὅ ἐστι φᾶρος τε χιτῶνα τε, καὶ 1.249 χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον. ὃ

καὶ ἐποίησαν ἐκεῖναι. διὸ μετ' ὀλίγα ἐρεῖ. εἵματα ἅ οἱ πόρε παρθένος ἀδμής. Ὅρα δὲ

τὴν σύντομον τῆς κόρης ἀντίθεσιν καὶ τὴν ἐπ' αὐτῇ λύσιν ἐν τῷ, ἢ μή τινα δυσμενῆ

φατὲ εἶναι ἄνδρα. οὐκ ἔσθ' οὗτος ἀνὴρ, καὶ τὰ ἑξῆς. ἐπεὶ γὰρ εἰκὸς εἰπεῖν

ἀντιπαραστατικῶς τὰς ἀμφιπόλους ὡς εἰ καὶ φῶτα βλέπομεν καὶ μή τι ἄγριον, ἀλλὰ

δυσμενὴς ὁ ἀνὴρ, θεμένη τοῦτο ἡ κόρη, ἐπιφέρει εὐθὺς λύσιν ὡς οὔτε ἐστὶν οὔτε

γενήσεται θνητὸς ὃς ἂν ἵκηται πολεμήσων Φαίαξιν. ὃ μιμησάμενος Ἡρόδοτος,

σχηματίζει καὶ αὐτός που ἐν τοῖς κατ' αὐτὸν, οὕτως. οὐκ ἔστιν οὗτος ἀνὴρ ᾧ ἐστι

δύναμις τοσαύτη, ὡς τό δέ τι ποιῆσαι. Ἰστέον δὲ ὅτι ἐκπλαγῆναι μὲν τὰς δμωὰς

φῶτα ἰδούσας, οὐ καινόν. ἐπεὶ καὶ Φαίακες ἐν τοῖς ἑξῆς ἄνεῳ γίνονται φῶτα

ἰδόντες. τὸν Ὀδυσσέα δηλαδή. τὸ δὲ καὶ τρέσαι ἰδούσας, ἀλλὰ τοῦτο γυναικικὸν καὶ

ἀγενές. καὶ τοῦτο μὲν, τοιόνδε. ἡ δὲ κόρη τὴν ῥηθεῖσαν κατασκευάζουσα πρότασιν,

φησί. (ῃερς. 3.) μάλα γὰρ φίλοι ἀθανάτοισιν. οἰκέομεν δ' ἀπάνευθε. μονονουχὶ

λέγουσα ὡς εἰ καὶ μὴ πολεμισταὶ οἱ Φαίακες οἷς οὐ μέλει βιὸς οὐδὲ φαρέτρη ὡς ἐν

τοῖς ἑξῆς λεχθήσεται οὐδὲ εἰσὶν ἀπροσπέλαστοι δι' ἀνδρίαν, ἀλλ' ὅμως θεοφιλεῖς

ὄντες, οὐκ ἄν τι κακὸν ἐκ πολεμίων πάθοιεν. ἄλλως τε καὶ πάνυ ἐκτετοπισμένοι

ὄντες, καὶ οὔτινας ἐγγὺς ἔχοντες ὡς ἐν τοῖς ἐφεξῆς που καὶ αὐτὸ εἰρήσεται. καὶ οὕτω

μὲν ἡ κόρη ἔλυσε τὴν ἀντίθεσιν. (ῃερς. 1.) Τὸ δὲ οὐκ ἔστιν οὐδὲ γένηται, ἐπιτείνει

τὴν ἄκραν τῶν Φαιάκων ἀσφάλειαν πρὸς ἔκπληξιν δῆθεν τοῦ ναυαγοῦ ξένου.

∆ιερὸς δὲ βροτὸς ὁ ζῶν καὶ ἐῤῥωμένος. τὴν μὲν γὰρ ζωὴν, ὑγρότης καὶ θερμότης

συνέχει. τὸν δὲ θάνατον, τὰ ἐναντία ποιεῖ. ὅθεν καὶ νεκροὶ ἀλίβαντες οἱ ζωτικῆς

λιβάδος ἄμοιροι. καὶ ὁ κωμικὸς δὲ παίζων, αὐαίνου λίθον ἐν ᾅδου εἶναι πλάττει. ἀπὸ

τοῦ αὐαινωθεὶς τοὔνομα. Πλούταρχος δὲ ἐν τοῖς κατ' αὐτὸν συμποσιακοῖς φησὶν

οὕτως. ὑγρότητι καὶ θερμότητι τεθήλασι τὰ ζῷα. ἡ δὲ ψυχρότης καὶ ξηρότης,

ὀλέθρια. διὸ χαριέντως Ὅμηρος διερὸν βροτὸν καλεῖ. καὶ τὸ μὲν χαίρειν, ἰαίνεσθαι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

283

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!