18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μαρμαρυγὰς θηεῖτο ποδῶν. (ῃερς. 265.) θαύμαζε δὲ θυμῷ. οὐ προφέρων καὶ χείλεσι

τὸ θαῦμα, διὰ τὸ σεμνότερον. καὶ ἔστι μὲν ταυτὸν τὸ θηεῖτο καὶ τὸ ἐθαύμαζε. λέγει δὲ

διπλώσας πρὸς σαφήνειαν, ὅτι ἐθαύμαζε μὲν τὴν ὄρχησιν, ἐθαύμαζε δὲ σιγῶν.

Μαρμαρυγαὶ δὲ ποδῶν, αἱ σύντονοι κινήσεις. ἐν γὰρ ταῖς ὀξείαις φασὶ κινήσεσιν

ἀπόστιλψις γίνεταί τις τῶν ποδῶν. κεῖται δὲ ἡ λέξις καὶ παρὰ τῷ Ὀππιανῷ εἰπόντι

μαρμαρυγὴν βαρυηχέα, ὅτε θάλασσα μαρμαίρει κινουμένη ἐν τῷ τύπτεσθαι κώπαις

καὶ κοντοῖς. (ῃερς. 264.) Χορὸν δὲ πάλιν τὸν τῆς ὀρχήστρας λέγει τόπον ἐκ τοῦ ἐν

τόπῳ τὸν τόπον αὐτὸν δηλῶν Ἀττικῶς. καθ' ὃν τρόπον καὶ μύρα καὶ κρόμυον, οἱ

τόποι ἐν οἷς αὐτὰ ἦσαν. οὕτω δὲ καὶ Μένανδρος, ἀναμενῶσε φησὶ πρὸς τοὔλαιον,

ἤγουν ἔνθα πολεῖται τὸ ἔλαιον. Θεῖον δὲ τὸν τοιοῦτον λέγει χορὸν, διὰ τοὺς αὐτόθι

τιμωμένους θεούς. ἢ καὶ διὰ τὸ θεῖον τοῦ ἔργου. Τὸ δὲ πέπληγον, Ἰώνων καὶ

Συρακουσίων λέξις. οὗ ἐνεστὼς πεπλήγω ἐκ τοῦ πέπληγα. καθὰ ἐν Ἰλιάδι τὸ,

ἐκλέλαθον κιθαριστὺν, ἐκ τοῦ λέλαθα λελάθω. Σικελοὶ γὰρ καθ' Ἡρακλείδην τὸ ˉα

τῶν περισπωμένων εἰς ˉω μετατιθέασιν. οἷον πεποίηκα πεποιήκω. οὕτω δὲ καὶ

πέφυγα πεφύγω καὶ κατὰ Ἀλκαῖον, πεφύγγω. Ἀριστόνικος δὲ οὐ Σικελικὰ ταῦτα

ἀλλ' ἀναδιπλώσεις Ἰακὰς βούλεται εἶναικατὰ τὸ κεκάμω καὶ λελάβω. κατὰ μέντοι

τὸν ἀνωτέρω λόγον, γίνεται καὶ ἐνεστὼς ὁ πεφύκω ἐκ τοῦ πέφυκα. οὗ παρατατικὸς

παρ' Ἡσιόδῳ ἐν Θεογονίᾳ τὸ ἐπέφυκον. Ἰστέον δὲ ὅτι δοκοῦσιν ἐνταῦθα οἱ

ὀρχούμενοι προθῆβαι πρὸς ᾠδὴν ὀρχεῖσθαι τὴν τοῦ ∆ημοδόκου. ὃ δὴ καὶ ἐν τῇ κατὰ

τὴν Ἰλιάδα ὁπλοποιΐᾳ φαίνεται. κιθαρίζοντος γὰρ ἐκεῖ παιδὸς χαίρουσιν ἄλλοι

μολπῇ καὶ ὀρχηθμῷ. ἐν οἷς ὑποσημαίνεταί φασι τὸ ὑπορχηματικὸν εἶδος, ἀνθῆσαν

ἐπὶ Ξενοδήμου καὶ Πινδάρου. ἔστι δέ φασιν ἡ τοιαύτη ὄρχησις μίμησις τῶν ὑπὸ τῆς

λέξεως ἑρμηνευομένων πραγμάτων. ἣν παρίστησι Ξενοφῶν ἐν τῇ Ἀναβάσει.

ὀρχήσεις ἱστορῶν σὺν ὅπλοις καὶ ἅλματα ὑψηλὰ καὶ κοῦφα καὶ μετὰ μαχαιρῶν.

ἐναρμόνια δηλαδὴ καὶ αὐτὰ ὁποῖα καὶ τὰ τῶν ἐνταῦθα βηταρμόνων. ὧν τῆς ἀρετῆς

παράδειγμα καὶ Τελέστης ὀρχηστής φασιν Αἰσχύλου, οὕτω τεχνίτης, ὥστε ἐν τῷ

ὀρχεῖσθαι τοὺς ἑπτὰ ἐπὶ Θήβας φανερὰ ποιῆσαι τὰ πράγματα δι' ὀρχήσεως. Ὅτι δὲ ἡ

ὄρχησις ἐσπουδάζετό ποτε, δηλοῦσι καὶ οἱ περιᾳδόμενοι ὀρχηστοδιδάσκαλοι, καὶ οἱ

ζηλώσαντες αὐτὴν σοφοί. Σοφοκλῆς οὖν, καλός φασι τὴν ὥραν γινόμενος,

δεδίδακτο ἐξ ἔτι παίδων καὶ ὀρχηστικὴν καὶ μουσικήν. Καὶ Σωκράτης δὲ πολλάκις ἐν

τῷ καταλαμβάνεσθαι ὀρχούμενος ἔλεγε τοῖς γνωρίμοις, παντὸς εἶναι μέρους τὴν

ὄρχησιν γυμνάσιον. (ῃερς. 267.) Ὅτι καιροῦ λαβόμενος ὁ ποιητὴς καὶ πρόσωπα

εὑρὼν τρυφῶντα ἐν τῇ τῶν Φαιάκων, γελᾷ καὶ αὐτὸς ἐνταῦθα εἰς ἀστεϊσμὸν ἐλθὼν

διὰ τοῦ κατὰ τὸν Ἄρην καὶ τὴν Ἀφροδίτην διηγήματος, ἐρωτικοῦ ὄντος καὶ διατοῦτο

τεταγμένου εἰς γλυκεῖαν ἔννοιαν. οὐκ ἀπεικὸς δὲ πάντως τοὺς ὡς πολλαχοῦ

φαίνεται τρυφητὰς Φαίακας καὶ ἀκούσμασι χαίρειν ἐρωτικοῖς, ἅπερ οἱ πρὸς ἀρετὴν

ζῶντες ἀποτροπιάζονται, λέγοντες καὶ αὐτοὶ, ὅτι τροφὴ ψυχῆς λόγοι καλοί. καὶ ὅτι

ἐν κενῇ γαστρὶ τῶν καλῶν ἔρως οὐκ ἔστιν, ἤγουν τῶν εὐμόρφων. πεινῶσι γὰρ ἡ

Κύπρις πικρὰ ὥς φησιν Ἀχαιὸς ὁ ποιητής. ἀφ' οὗ λαβὼν Εὐριπίδης φησίν. ἐν

πλησμονῇ τοι Κύπρις, πεινῶντι δ' οὔ. εἰ δὲ σεμνολογεῖται τοῖς σοφοῖς ὁ Ἔρως, ἀλλ'

ἐκεῖνοι σεμνὸν ἄλλως τὸν Ἔρωτα καὶ παντὸς αἰσχροῦ κεχωρισμένον ᾔδεσαν. διὸ καὶ

κατὰ τὰ γυμνάσια Ἑρμῇ καὶ Ἡρακλεῖ αὐτὸν συνίδρυον, τῷ μὲν λόγου, τῷ δ' ἀλκῆς

προεστῶτι. ὧν μιγέντων φιλία καὶ ὁμόνοια γεννᾶται. ὅτι δὲ γέλωτα ποιεῖ τὸ

ῥηθησόμενον διήγημα, ἐπισημανεῖται καὶ αὐτὸς ἐν οἷς ἐρεῖ γέλωτα ἐγγέσθαι τοῖς

θεοῖς ἐπὶ τῷ πράγματι. ἔστι δὲ ἡ ἐν τούτοις Ὁμηρικὴ φράσις τοιαύτη. αὐτὰρ ὁ φορμί

1.297 ζων, ἀνεβάλλετο καλὸν ἀείδειν ἀμφ' Ἄρεος φιλότητος ἐϋστεφάνου τ'

Ἀφροδίτης, ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι λάθρῃ. πολλά δ' ἔδωκε.

λέχος δ' ᾔσχυνε καὶ εὐνὴν Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν Ἥλιος, ὅ

σφ' ἐνόησε μιγαζομένους φιλότητι. Ἥφαιστος δ' ὡς οὖν θυμαλγέα μῦθον ἄκουσεν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

337

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!