18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

κουροτρόφους μὲν τοὺς ποταμοὺς λέγεσθαι, ἔφεσιν δὲ καὶ αὐταῖς εἶναι, κούρους καὶ

κούρας ἀπὸ γάμου τεκεῖν, καὶ γονίμως ἔχειν κατὰ τὸ ἐν ποταμοῖς γόνιμον. (ῃερς.

235.) Ὅρα δὲ ὅτι κἀνταῦθα ἔκγονος διὰ τοῦ ˉκ ἡ παῖς οὐ μὴν ἔγγονος διὰ τοῦ γάμμα.

καὶ τηρεῖ, φασὶν, Ὅμηρος τοῦτο δι' ὅλης τῆς ποιήσεως αὐτοῦ, οἷον καὶ ἐν τῷ, κείνου

ἔκγονός ἐσσι. ἀπόγονος δέ φασιν ἤτοι υἱὸς ἢ ἔτι ἄνωθεν. καταχρῶνται δέ φασιν ἔσθ'

ὅτε οἱ ἱστορικοὶ τῷ ἀπογόνῳ ἀντὶ τοῦ υἱοῦ. εἴη ἂν οὖν κυριολεκτικῶς ἔκγονος μὲν ὁ

προσεχῶς ἔκ τινος γεννηθεὶς, ἔγγονος δὲ ὁ ὡς εἰπεῖν ἐγγύγονος. ἀπόγονος δὲ ὁ

ἀποτέρω γόνος. (ῃερς. 236.) Ἔτι ὅρα καὶ ὅτι ποικιλίαν θηρώμενος ἐνταῦθα ὁ ποιητὴς

φάτο εἰπὼν καὶ εἶναι ἐν τῷ ἐφεξῆς στίχῳ, φῆ καὶ ἔμμεναι λέγει. (ῃερς. 238.) Τὸ δὲ

πολὺ κάλλιστος πρὸς πλείω ἐῤῥέθη ἐπίτασιν, ἤρκει γὰρ τὸ κάλλιστος. (ῃερς. 238.)

Τοῦ δὲ καλλίστου ποταμοῦ καλὰ πάντως καὶ τὰ ῥέεθρα. (ῃερς. 241.) Τὸ δὲ

παρελέξατο καὶ τὸ ἐτέλεσε φιλοτήσια ἔργα, σεμνῶς ἐῤῥέθη. καθὰ καὶ τὸ, (ῃερς. 244.)

λῦσε δὲ παρθενίην ζώνην, ὡς καὶ Ἑρμογένης παρασημαίνεται. Ὅτι δὲ ἐν τῷ

παρθένος, ἐξ οὗ καὶ παρθενία ζώνη, ἡ παρˉα πρόθεσις κεῖται, παρθένος γὰρ ἡ

ἐστερημένη τοῦ θεῖσθαι ἤγουν θηλάζειν, δηλοῦσιν οἱ παλαιοί. (ῃερς. 242.) Τοῦ δὲ

περιστάθη κῦμα οὐκ ἔστι καιριωτέραν λέξιν εὑρεῖν. (ῃερς. 243.) Τὸ δὲ κυρτωθὲν

κῦμα ὡς εἰς θαλάμου ὄροφον ἐσχεδίασται, ἵνα κρύψῃ ἔσω τοὺς ἐραστάς. διὸ καὶ εἰς

ὄρον ἐξισοῦται ὡς ἂν ἐξαρκέσῃ καὶ περιστῆναι καὶ καμφθῆναι κυρτωθὲν, ὡς εἰς

θάλαμον. (ῃερς. 247.) Τὸ δὲ χαῖρε φιλότητι ἀντὶ τοῦ, τῇ μίξει. ὅθεν καὶ φιλοτήσια

ἔργα τὰ κατὰ τὸν ἔρωτα. (ῃερς. 248.) Τὸ δὲ περιπλομένου ἐνιαυτοῦ ἀντὶ τοῦ

συμπληρουμένου, οὐ μὴν καὶ πεπληρωμένου ἤδη. ὥστε καὶ τὸ, περιπλομένων

ἐνιαυτῶν, οὕτω πως χρὴ 1.412 νοεῖν. Τὸ δὲ τέξεις κυριολεκτεῖσθαι λέγεται ἐπὶ

μητρὸς, ὡς δηλοῖ ὁ γράψας ὅτι τεκεῖν μὲν ἐπὶ μητρὸς, γεννῆσαι δὲ ἐπὶ πατρός. οὐ

κυρίως οὖν φησὶν εἴρηται τὸ, ἀθάνατος τέκετο Ζεὺς, οὐδὲ τὸ, τίκτε μ' ἀνὴρ πολλοῖς

ἀνάσσων Μυρμιδόνεσσι. καὶ οὕτω μὲν αὐτός. ἡ δὲ κοινὴ χρῆσις κοινοῦται ἀμφοῖν

τοῖν τοῦ καθ' ἡμᾶς γένους ἀρχηγοῖν τὰς εἰρημένας λέξεις. γεννήτορας γὰρ αὐτούς

φαμεν καὶ γειναμένους καὶ τεκόντας. ὡς τὸ, ἆρ' οἱ τεκόντες διαφέρουσι; καὶ μὴν καὶ

τὰ ἐξ αὐτῶν, τέκνα ἐπίσης καὶ ἐκείνου καὶ ἐκείνης καθωμίληνται. Ἀποφώλιοι δὲ

εὐναὶ οὐκ αὐτὸ τοῦτο ἀπαίδευτοι, ἀλλὰ μᾶλλον ἀδόκιμοι κατὰ τοὺς παλαιοὺς,

ἄγονοι, ἄκαρποι. ἐκ μεταφορᾶς δὲ ὠῶν καὶ τοῦτο ἅπερ ἀποῤῥιπτοῦνται τῶν φωλεῶν

ὡς οὔρια. ἐνταῦθα δὲ μνηστέον τοῦ εἰπόντος ὅτι ἐπὶ ἑρπετῶν ὁ φωλεὸς ἐφ' ὧν καὶ

τὸ φωλεύειν. καὶ ῥητέον, ὡς οὐ πάντη ἐκεῖνος ἠλήθευσεν. ἄρκτοι γὰρ μὴ ἑρπετὰ

οὖσαι φωλεῖν λέγονται, ὃ ταυτόν ἐστι τῷ φωλεύειν. ᾧ παράκειται ὁ φωλεός. αἱ

τοιαῦται δὲ καὶ φωλάδες λέγονται, ὅτε φωλοῦσιν. ἀποφωλίου δὲ χρῆσις παρ' Ὁμήρῳ

καὶ ἐν τοῖς πρὸ τούτων. (ῃερς. 249.) Κομέειν δὲ καὶ ἀτιτάλλειν, ὅ ἐστιν ἀτάλλειν, τῆς

αὐτῆς σημασίας εἰσίν. ἔστι δὲ κομεῖν μὲν, ὥσπερ καὶ κομίζειν, τὸ ἐπιμελεῖσθαι καὶ

κομιδῆς ἀξιοῦν. ἀτάλλειν δὲ τὸ ἀναπαύειν καὶ μὴ ἐᾶν τλῆναί τι πρὸς πόνον. (ῃερς.

256.) Ἑτέρους δὲ τοὺς Κρηθείδας λέγει κατὰ κυριολεξίαν, ὡς πρὸς δύο γένη τό τε ἐκ

τοῦ Κρηθέως. τὸ γὰρ ἕτερος ἐπὶ δυεῖν τινῶν λεγόμενον τὸ ἓν ἐκ τῶν δύο δηλοῖ.

(ῃερς. 250.) Ὅτι ἐποχὴν λόγου παραινεῖ τὸ, νῦν δ' ἔρχευ πρὸς δῶμα καὶ ἴσχεο μὴ δ'

ὀνομήνῃς ἤτοι ἐξ ὀνοματός με εἴποις. (ῃερς. 259.) Ὅτι Ἀντιόπη κατὰ μὲν Ὅμηρον

θυγάτηρ ἦν Ἀσωποῦ Θηβαίου ποταμοῦ. οἱ δὲ νεώτεροι Νυκτέως αὐτὴν ἱστοροῦσι.

ταύτης καὶ ∆ιὸς υἱοὶ, Ζῆθος καὶ Ἀμφίων, (ῃερς. 262.) οἰκισταὶ Θηβῶν, οἳ θεσπέσιόν τι

χρῆμα ἔσχον ἐκ ∆ιὸς ἢ Ἀπόλλωνος. διὰ λύρας γὰρ ἀνακρουόμενοί φασι μέλος

ἐτείχισαν Θήβας, τῶν λίθων ὥσπερ ὑπὸ τῷ θρυλουμένῳ Ὀρφεῖ, οὕτω καὶ ὑπὸ

τούτοις κηλουμένων ὁποῖα ἐμψύχων, καὶ κινουμένων, καὶ ἀλλήλοις

ἐπιστοιβαζομένων εἰς τειχισμόν. ὡς τάγε πρῴην ἀτείχιστοι οὖσαι ὑπὸ Φιλεγύων

ἐβλάπτοντο, οἳ τοὺς ἐκεῖ ἐσίνοντο. Ζήθου δὲ καὶ Ἀμφίονος θανόντων, Εὐρύμαχος

Φλεγύων βασιλεὺς, περὶ ὧν ἀκριβέστερον ἐν τοῖς εἰς τὴν Ἰλιάδα κεῖται, τὰς Θήβας

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

469

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!