18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐκεῖναι γὰρ, τερατώδεις εἰσί τινες ὡς ἐκεῖ λεχθήσεται. Ἰστέον δὲ καὶ ὅτι λείπει τὸ

ναῦς ἐν τῷ σχεδία, ἵνα λέγῃ ὁ ποιητὴς, ἐπὶ σχεδίης νηός. γίνεται δὲ ἡ σχεδία ὡς

ἐῤῥέθη, ἐκ τοῦ σχεδόν. καθὰ καὶ ἐκ τοῦ ἀμφαδὸν ἀμφάδιος καὶ ἀμφαδία.

Πολύδεσμος δὲ, ἡ πολλοῖς ἐνδεδεμένη γόμφοις. ὅπερ οὐδ' αὐτὸ ἡ κυρίως σχεδία ἔχει.

Τὸ δὲ πήματα πάσχων, ἀντίκειται πρὸς τὸ, ἀπήμων ἦλθε. (ῃερς. 34.) Σχερία δὲ πάλαι

ποτε, ἡ τῶν Φαιάκων νῆσος. τὸ δὲ ἀρχαιότατον, ∆ρεπάνη φασὶν ἐκαλεῖτο. ὕστερον

δὲ, ἐκλήθη Κέρκυρα. περὶ ἧς ἐν τοῖς τοῦ περιηγητοῦ γέγραπται. κεῖται δὲ ἡ Σχερία

πρὸς τῷ Ἰονίῳ κόλπῳ. φέρεται δὲ μῦθος περὶ αὐτῆς, τοιοῦτος. ∆ήμητρα φοβουμένη

μή ποτε οἱ ἐκ τῆς ἠπείρου ἀντικρὺ τῆς νήσου ταύτης ῥέοντες ποταμοὶ, προχώσαντες

αὐτὴν χεῤῥονησιάσωσιν, ἐδεήθη Ποσειδῶνος ἀποστρέψαι καὶ ἐπισχεῖν τὰ τῶν

τοιούτων ποταμῶν ῥεύματα. ὧν καὶ ἐπισχεθέντων, ἀντὶ ∆ρεπάνης Σχερία ἐκλήθη

παρὰ τὴν τῶν ῥευμάτων ἐπίσχεσιν. Ὅτι δὲ ἐρίβωλος καὶ ἄλλως δὲ εὐδαίμων ἡ τῶν

Φαιάκων, αἱ ἱστορίαι λέγουσιν. Ἡ δὲ κλῆσις τῶν Φαιάκων, ἀπό τινος ἐνδόξου

Φαίακος. Κέρκυραν γάρ φασι τὴν 1.197 Ἀσωπίδα Ποσειδῶν ἀγαγὼν εἰς Σχερίαν καὶ

μιγεὶς, ἴσχει παῖδα Φαίακα, ἐξ οὗ οἱ Φαίακες. οὓς ἀγχιθέους ἡ ποίησις λέγει, ἢ κατὰ

γένος. ἐκ Ποσειδῶνος γὰρ ὡς ἐῤῥέθη ὁ πρόγονος αὐτῶν Φαίαξ, διὸ καὶ συνδιάγουσιν

αὐτοῖς θεοὶ ὡς ἐν τοῖς ἑξῆς μυθεύεται. ἢ διὰ τὴν εὐδαιμονίαν τῆς κατ' αὐτοὺς γῆς. ἢ

διὰ τὸ φιλόξενον καὶ τὴν λοιπὴν ἀρετήν. ὃ καὶ κρεῖττον εἶναι δοκεῖ. ἐρεῖ γὰρ ὁ Φαίαξ

Ἀλκίνοος, ὡς ἐγγὺς ἐσμὲν τῶν θεῶν καθάπερ Κύκλωπές τε καὶ ἄγρια φῦλα

Γιγάντων. ἤγουν οὕτως ἐσμὲν φίλοι θεοῖς, ὡς ᾠκείωνται ἀλλήλοις οἱ Κύκλωπες καὶ

οἱ Γίγαντες οἱ λῃστρικοί. λαβὼν ἐκεῖνος τὴν ὁμοιότητα, ἐκ τῶν ἐναντίων μὲν,

ὁμοίων δὲ ὅμως κατὰ σχέσιν ποιότητος. ὡς καὶ εἴ τις εἴποι, τόσον ἡδὺ τὸ μέλι, ὅσον

ἀηδὲς τὸ ἀψίνθιον. τοιοῦτον σχῆμα καὶ παρὰ Σοφοκλεῖ, ἐν τῷ, ἐμοὶ πικρὸς τέθνηκεν

ἢ κείνοις γλυκύς. Ἰστέον δὲ ὡς οἱ ὕστερον Φαίακες εἰ καὶ ναυτικοὶ, ἀλλ' οὐ κατὰ

τοὺς Ὁμηρικοὺς ἀγαθοὶ καὶ ὀρθοὶ τὴν φιλίαν. οἳ ἐν τοῖς Περσικοῖς ἑξήκοντα νῆας

πληρώσαντες, μόγις τε ἀνήχθησαν ὡς ἡ ἱστορία φησὶ, καὶ σκῆψιν δὲ ὕστερον

ἐποιήσαντο ὑπὸ ἐτησίων ἀνέμων κωλυθῆναι. καὶ οὕτω διεκρούσαντο τοὺς

Ἕλληνας. μελετήσαντες, καὶ τὸν Πέρσην ἄλλως πως παρακρούσασθαι. Ἰστέον δὲ καὶ

ὡς ἐν τοῖς ἑξῆς καὶ ἀνθρώπους διοτρεφεῖς τοὺς Φαίακας ἐρεῖ. καὶ ἔστι καὶ αὐτὸ

ἑρμηνεία τις τοῦ ἀγχίθεοι. Ὅρα δὲ κάλλος παρισωτικὸν ἐν τῷ, γεγάασι. τιμήσουσι.

πέμψουσι. (ῃερς. 38.) Τὸ δὲ ἐσθῆτα, προσηγορικῶς ἐῤῥέθη; ἀντὶ τοῦ, ἐσθῆτας. ἄλλως

γὰρ οὐκ ἦν ἡ λέξις εἰς δάκτυλον χρήσιμος. (ῃερς. 39.) Τὸ δὲ πολλὰ, ὡς ἐπὶ κτημάτων

εἶπε. κτήματα γὰρ ὁ χαλκὸς καὶ τὰ ἑξῆς ὅσα ἐκ τῆς λείας ἔλαχεν ἂν Ὀδυσσεύς. ἤγουν

ἐκτήσατο διὰ συνήθους λαχμοῦ. Τὸ δὲ ἐξήρατο, ἢ ἀντὶ τοῦ ἐξαίρετο ἔλαβεν. ἢ ἐξ

Ἄρεος ἤτοι πολέμου ἔσχε. κατὰ τὸ, ἐμόγησε καὶ ἤρατο. ἢ καὶ ἁπλῶς ἀντὶ τοῦ, ἦρε.

Καὶ σημείωσαι δύο τούτους ἥρωας ἐν πλάνῃ πλουτήσαντας ἄλλως μέντοι καὶ ἄλλως,

τὸν Ὀδυσσέα δηλαδὴ καὶ τὸν Μενέλαον. (ῃερς. 44.) Ὅτι καὶ τῷ Ἑρμῇ καθὰ καὶ τῇ

Ἀθηνᾷ πρὸ τούτων, καλὰ πέδιλα ὁμῦθος δίδωσιν. ἀμβρόσια. χρύσεια. ἅπερ αὐτὸν

ἔφερον ἐπί τε ὑγρὰν ἐπί τε ἀπείρονα γαῖαν, ὁμοίως ἀνέμου πνοαῖς. οὐ μὴν ὁμοίως

πτεροῖς ἐξ ὧν οἱ κατὰ τὸν Ἑρμῆν λόγοι παρωνυμοῦνται. πτεροῦ γὰρ ταχύτερον

ἄνεμος. προϊὼν μέντοι, καὶ πέτεσθαι αὐτὸν ὁ ποιητὴς ἐρεῖ ῥάβδον μετὰ χερσὶν

ἔχοντα. ὅπερ οἰκειότερον Ἑρμῇ διὰ τοὺς πτερόεντας λόγους. δῆλον δὲ ὅτι ὥσπερ

τοὺς κατὰ σπουδὴν τρέχοντας οἱ πόδες φέρειν λέγονται, οὕτω καὶ ὧδε τὸν Ἑρμῆν

τερατωδέστερον ὡς καὶ ἀλλαχοῦ τὴν Ἀθηνᾶν, τὰ χρυσᾶ φέρει πέδιλα. ὡς δὲ ἐκ τοῦ

περὶ πέδον εἰλεῖσθαι γίνεται τὸ πέδιλον καὶ ὡς διὰ τῆς εˉι διφθόγγου τὴν αὐτοῦ

παραλήγουσαν οἱ παλαιοὶ ἔγραφον, δεδήλωται καὶ ἀλλαχοῦ. εἰς δὲ σύμβολον τοῦ

κατὰ τὸν Ἑρμῆν τάχους, καὶ ὁ περὶ τὴν αὐτοῦ κεφαλὴν πλαττόμενος πέτασος

εἴληπται. κατὰ τὸν εἰπόντα ὡς Ἑρμῆς πέδιλα εἶχε καὶ κηρύκειον ἐν χειρὶ, καὶ

πέτασος αὐτῷ ἦν περὶ τὴν κεφαλήν. γενικὴ δὲ λέξις τὰ πέδιλα, λεγόμενα καὶ ἐπὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

224

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!