18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

εὐεργέτησε περισωσαμένη τὸν Ὀδυσσέα, οὐκ ὀνειδίζουσα ἐφ' οἷς εὖ πεποίηκε. χρὴ

γὰρ ὡς τὰ πολλὰ τὸν μὲν εὐεργετοῦντα ἐπιλελῆσθαι. τὸν δὲ ὠφεληθέντα,

μεμνῆσθαι. καὶ μὴ ἀποῤῥεῖν αὐτοῦ τὴν μνήμην τοῦ εὖ παθεῖν, ἀλλ' ἀποδεικνῦσα

δίκαιον εἶναι, τὸν εὖ παθόντα συνεῖναι αὐτῇ. καὶ συνάγουσα ὡς ὁ ἀποσπῶν αὐτῆς

τὸν εὖ πάσχοντα, οὐ κήδεται αὐτοῦ. Ὀδυσσεὺς δέ γε ἐν τοῖς ἑξῆς μαθὼν τὰ ἐκ τῆς

Καλυψοῦς ἐῤῥίγησε, διά τε τὸ δύσελπι τῆς πορείας, καὶ διὰ τὸ τῆς ὥρας κατάστημα

ὡς ἢ χειμέριον ἢ οὐ μακρὰν χειμῶνος ὄν. παρά τε γὰρ τῇ Καλυψοῖ πῦρ ἐπὶ τῆς

ἐσχάρας καίεται, καὶ παρὰ τοῖς Φαίαξι δὲ καὶ τῷ δούλῳ Εὐμαίῳ. καὶ παρὰ τῇ

Πηνελόπῃ δὲ πυρὸς ὁ Ὀδυσσεὺς δέεται διὰ τὸ ἐν τῷ περιέχοντι ψύχος. οὗ δηλωτικὰ

ἐν τοῖς ἑξῆς, καὶ ἡ ἑώα στίβη. καὶ αἱ ἀθέσφατοι νύκτες. εἰ δὲ ἀπείθανον, ἄμπελον

ἡμερίδα τηνικαῦτα τεθηλέναι σταφυλαῖς, ἀλλ' ἐγράφη ἑτέρα ἔννοια, ἡ περὶ τῆς

ἰξοφόρου ἡμερίδος. ὅτι δὲ Καλυψὼ διὰ τὸ περὶ τῷ Ὀδυσσεῖ δέος ἐῤῥίγησε θάνατον

αὐτοῦ πρὸς ∆ιὸς ὑποπτεύουσα, δηλώσει μετ' ὀλίγα εἰποῦσα καὶ αὐτὴ ὡς ἐπεὶ οὐκ ἔστι

τὸν τοῦ ∆ιὸς νοῦν παρὲξ ἐλθεῖν οὔθ' ἁλιῶσαι, ἐῤῥέτω εἴ μιν κεῖνος ἐποτρύνει καὶ

ἀνώγει. 1.4 τουτέστιν, ὀλλύσθω. φθειρέσθω κατὰ τὸ βούλημα τοῦ ∆ιός. Ὅτι δὲ τὸ

ἔῤῥειν ἐκ τῆς ˉεν προθέσεως γίνεται καὶ τοῦ ῥεῖν διὸ καὶ ἐν δυσὶ ῥῶ γράφεται

τραπέντος τοῦ ˉν εἰς ˉρ, δῆλόν ἐστι. καὶ ὅτι τὴν Καλυψὼ καθὰ καὶ τὴν Ἰὼ,

Καλυψοῦν καὶ Ἰοῦν οἱ πλείονες Ἴωνες γράφουσι. τὴν Καλυψὼ δὲ εἰπεῖν, καὶτὴν Ἰὼ

Ἀττικόν ἐστιν. ἐν δὲ τοῖς ἑξῆς που ἑτεροία σκευωρία δηλωθήσεται τῆς τοῦ ἔῤῥειν

παραγωγῆς. (ῃερς. 118. σθθ.) Ὅτι δεινῶς πιθανολογῶν ὁ ποιητὴς τὸ κατὰ τὴν

Καλυψὼ καὶ τὸν Ὀδυσσέα μυθικὸν πλάσμα ὡς δηλαδὴ οὐκ αὐτὸς μόνος τοιοῦτον

ἐπλάσατο, παράγει ὁμοίως ἔρωτας τὸν τῆς Ἠοῦς καὶ τοῦ Ὠρίωνος καὶ τὸν τοῦ

Ἰασίωνος καὶ τῆς ∆ήμητρος. οὕτω καὶ ἐν Ἰλιάδι τὸν περὶ Ἀφροδίτης καὶ Ἄρεος

μυθον ὅτε ἐτρώθησαν, παραμυθεῖται ὁμοιότητι μύθων πεπλασμένων πρὸ τῆς

Ὁμηρικῆς ποιήσεως. ἔτι δὲ καὶ ἄλλως τὸ τῆς Καλυψοῦς δέος ὡς εὔλογον συνιστῶν,

δηλοῖ ἐν τούτοις καὶ ὅτι οὐκ ἂν ἔξω λόγου πτοοῖτο, εὖ εἰδεῖα ὡς Ὠρίων μὲν διὰ τὴν

Ἠῶ ἀνήρηται, Ἰασίων δὲ διὰ τὴν ∆ήμητραν. ὡς μηδὲνλοιπὸν ἀπεικὸς εἶναι, καὶ τὸν

Ὀδυσσέα οὕτω παθεῖν ὑπὸ ∆ιὸς διὰ τὴν Καλυψώ. ἐπεὶ καὶ τὸν Ἰασίωνα, Ζεὺς

ἐκεραύνωσεν. ἔχει δὲ ἡ Ὁμηρικὴ ἐν τούτοις φράσις, οὕτω. σχέτλιοί ἐστε θεοὶ

ζηλήμονες ἔξοχον ἄλλων οἵτε θεαῖς ἀγάασθε παρ' ἀνδράσιν εὐνάζεσθαι ἀμφαδίην.

ἥτις τε φίλον ποιήσετ' ἀκοίτην. ὡς μὲν ὅτ' Ὠρίων' ἕλετο ῥοδοδάκτυλος Ἠὼς, τόφρά

οἱ ἠγάασθε ἕως μιν ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτμις ἁγνὴ, οἷς ἀγανοῖς βελέεσσιν

ἐποιχομένη κατέπεφνεν. ὡς δ' ὁπότ' Ἰασίωνι ἐϋπλόκαμος ∆ημήτηρ ᾧ θυμῷ εἴξασα

μίγη φιλότητι καὶ εὐνῇ νειῷ ἐνὶ τριπόλῳ, οὐδὲ δὴν ἦεν ἄπυστος Ζεύς. ὅς μιν

κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ. τουτέστι ταχυτάτῳ ἢ φαιδρῷ. ὡς δ' αὖ νῦν μοι

ἄγασθε θεοὶ, βροτὸν ἄνδρα παρεῖναι. εἶτα καὶ ὡς εὖ πεποίηκε τὸν Ὀδυσσέα καθὰ καὶ

πρὸ βραχέων ἐῤῥέθη ἐκτιθεμένη, φησί. τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα

οἶον. ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ Ζεὺς ἔλσας, ἐκέασσε μέσω ἐνὶ οἴνοπι πόντῳ.

καὶ τὰ ἑξῆς. ἐν οἷς ἡ Καλυψὼ παραλαλεῖ, ὡς οὐκ ἂν ὁ Ζεὺς ἐπ' εὐνοίᾳ τὸν Ὀδυσσέα

τῆς Καλυψοῦς ἀπάγοι τῆς οὕτω περιποιησαμένης. καὶ μὴ τοῦτο μόνον, ἀλλὰ καὶ

μελετώσης ἀπαθανατίσαι αὐτόν. φησὶ γάρ. τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ

ἔφασκον θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα. ὅπερ δύναται παρῳδηθῆναι

περί τινος ὅτε λίαν πάνυ φιλεῖται πρός τινος. καὶ μάλιστα εἰ καὶ λογίως ἀνατρέφοιτό

τις. ἡ δὲ ἀλληγορία, καὶ τὸν τοιοῦτον λόγον τῆς Καλυψοῦς εὖ συμβιβάζουσα πρὸς

ἀκολουθίαν τῶν ἐν τῇ πρώτῃ ῥαψῳδία ἀλληγορημένων, ὑπονοεῖ ἐν τούτοις τὴν

κατὰ σῶμα κολακείαν. ὑφ' ἧς δελεαζόμενος ὁ φιλοσοφῶν πείθεται προστετηκέναι

τοῖς σωματικοῖς. ὑφορώμενος μὲν τὸ καματηρὸν καὶ ἐπίμοχθον διὰ τὸ φιλοσώματον,

τρεφόμενος δὲ περιεργότερον ἐπὶ πραγματείᾳ ὑγείας, ὡς μὴ ἐξὸν συνεστάναι ἄλλως

καὶ φιλοσοφεῖν. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. (ῃερς. 118.) Τὸ δὲ ζηλήμονες, γράφεται

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

232

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!