18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

μόνον σημαίνει λύσιν ὡς ἐν τοῖς ῥηθεῖσι χρᾶται ὁ ποιητὴς, ἀλλὰ καὶ τὸ ἀναπείσειν

δηλοῖ ποτέ. οἷον. ἦ μάλα δή τινα Κύπρις ἀνιεῖσα. καὶ τὸ γυμνοῦν. οἷον. κόλπον

ἀνιεμένη, καὶ τὸ ἐκδέρειν. οἷον. αἶγας ἀνεμένους ἤγουν ἐκδέροντας. καὶ τὸ

παρορμᾶν. οἷον. μαργαίνειν ἀνέηκεν. (ῃερς. 360.) Ὅτι μετὰ τὸ λυθῆναι τοῦ δεσμοῦ

τοὺς ῥηθέντας μοιχοὺς, αὐτίκ' ἀναΐξαντες. (ῃερς. 361.) ὁ μὲν, Θρῄκηνδε βεβήκει,

Ἄρεος γὰρ οἰκητήριον ἡ Θρᾴκη διὰ τὸ τοῦ ἔθνους, ὡς πολλαχοῦ φαίνεται,

φιλοπόλεμον. (ῃερς. 362.) Ἀφροδίτη δὲ διὰ τῶν Κυπρίων ἐπαφρόδιτον, Κύπρον

ἵκανεν ἐς Πάφον. ἔνθα τέμενος αὐτῇ βωμός τε θυήεις. ἔνθα δέ μιν Χάριτες λοῦσαν

καὶ χρῖσαν ἐλαίῳ ἀμβρότῳ οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας. (ῃερς. 365.) Καὶ ὅρα τὸ

ἐπενήνοθεν, ἄλλην μὲν ἐνταῦθα σημασίαν ἔχον παρὰ τὸ, ψεδνὴ δ' ἐπενήνοθε λάχνη.

ὅμως δὲ καὶ αὐτὸ ἐπιπόλασίν τινα δηλοῦν ἐλαίου ὥσπερ ἐκεῖνο λάχνης. ἐκείνη τε

γὰρ ἐπιπολάζει, καὶ τὸ χριόμενον δὲ ἔλαιον. καὶ ἔστιν ἡ αὐτὴ ἐτυμολογία καὶ κίνησις

τοῦ ἐπενήνοθεν, ἐνταῦθά τε καὶ ἐκεῖ. ἑρμηνεία δὲ αὐτοῦ, τὸ ἐπικινεῖται. ἔπεστιν.

ἐπανθεῖ. ἤ τι τοιοῦτον. ἐκφύγῃ δὲ ἂν καὶ ταύτην τὴν λέξιν ῥήτωρ ἐν τῇ κατὰ

λογάδην γραφῇ. (ῃερς. 362.) Φιλομειδῆ δὲ κἀνταῦθα λέγει τὴν Ἀφροδίτην, διὰ τὰ ἐν

τοῖς κατ' αὐτὴν μειδιάματα. καὶ οὐ μόνον, ἀλλὰ καὶ γέλωτας, ὡς ὁ ἄσβεστος γέλως ὁ

ἐν θεοῖς πρὸ βραχέων ἐδήλωσε. Τὸ δὲ ἐς Πάφον, διὰ σαφήνειαν συνήθως ἐπήγαγεν.

ἵνα δηλώσῃ ὅπῃ τῆς Κύπρου ἦλθεν ἡ φιλομειδής. τοιοῦτον καὶ τὸ, εἰς Ἴδην εἰς

Γάργαρον. προηγησαμένου μὲν τοῦ ὅλου, ἐπενεχθέντος δὲ τοῦ μέρους διὰ τὸ

σαφέστερον. ὅμοιον δὲ καὶ πρὸ μικροῦ ἦν ὡς ἐῤῥέθη καὶ τὸ, ἐς Λῆμνον ἐϋκτίμενον

πτολίεθρον. ὡς εἴπερ εἶπεν, ἐς Λῆμνον ἐς Ἡφαιστίαν. οὐκ ἀπέοικε δὲ τούτων οὐδὲ

τὸ, Κικόνεσσι πέλασσεν Ἰσμάρῳ. ὅλον μὲν γάρ τι, οἱ Κίκονες τὸ ἔθνος. μέρος δὲ

Ἴσμαρος ἡ πόλις. Ἰστέον δὲὅτι τοῦ, Κύπρον ἵκανεν ἐς Πάφον, τὸ κοινὸν τοιοῦτον

ἵκανεν ἐς τὴν τῆς Κύπρου Πάφον. οὕτω δὲ καὶ εἰς τὸ τῆς Ἴδης Γάργαρον. καὶ εἰς τὸ

τῆς Λήμνου πτολίεθρον. καὶ εἰς τὴν τῶν Κικόνων Ἴσμαρον. διὰ τὸ ἐπαφᾶσθαι δὲ ἢ

διὰ τὸ ἀπαφίσκειν ἤγουν ἀπατᾶν κατὰ τοὺς παλαιοὺς, τῇ Ἀφροδίτῃ ἀνεῖται ἡ Πάφος

οἷα τοιουτόφωνος τῇ προφορᾷ. ὥσπερ καὶ ἡ Κύπρος, διὰ τὸ ἐξ Ἀφροδίτης τὸ κύειν

πόρεσθαι ὅ ἐστι πορίζεσθαι ἢ πορσύνεσθαι. ὃ καὶ ἡ Κύπρος ἐμφαίνει κατὰ τὴν

προφοράν. Τέμενος δὲ, γῆ ἀποτομὰς, ὅ ἐστιν ἀποτετμημένη τῶν πέριξ. καὶ νῦν μὲν

ἱερὸν τοῦτο τέμενος. κοινῶς μέντοι καὶ πᾶς τόπος παρὰ τῷ ποιητῇ ὃς τῶν ἄλλων

ἀφώρισται. Ὁ δὲ ῥηθεὶς βωμὸς αἴθριος προέκειτο οἷα εἰκὸς, καθὰ καὶ ἄλλοι παρὰ τῷ

ποιητῇ φαίνονται, περὶ οὓς ῥέζεσκον ὁδῖται. Θυήεις δὲ, παρὰ τὸ θύος ἢ τὸ θύειν.

ὅθεν καὶ θυοσκόοι φασὶν, οἱ ἱεροσκόποι, ὅ ἐστι δι' ἐμπύρων τὸ μέλλον σημαίνοντες.

καὶ θυηχόοι, ἱερεῖς ὑπὲρ ἄλλων θύοντες. ἐκ δὲ τοῦ θύειν καὶ θυηλαὶ, αἱ διὰ θυσιῶν

φασὶ μαντεῖαι. ἃς πελάνους τινές φασιν, ἢ καὶ ὀξυτόνως πελανούς. (ῃερς. 364.) Αἱ δὲ

Χάριτες, δαιμόνια κἀνταῦθα, ὑπουργοῦντα ὡς εἰκὸς τῇ χρυσῇ Ἀφροδίτῃ. (ῃερς. 361.)

Ὅρα δ' ἐν τούτοις καὶ τὸ καινοπρεπὲς τοῦ, αὐτίκ' ἀναίξαντες, ὁ μὲν, Θρῄκηνδε

βεβήκει. ἡ δὲ, Κύπρον ἵκανεν. οὐ γὰρ ἔχων ἐπαγαγεῖν τῷ ἀναΐξαντες ἔντι πρᾶγμα

κοινῶς ὑπὸ τῶν δύο ποιηθὲν, ἔφη μερίσας τὸ, ὁ μὲν, ἔβη ἐς Θρᾴκην. ἡ δὲ, εἰς Κύπρον.

ἔχει δέ τινα τὸ σχῆμα καινότητα καὶ ἐν τῷ ἀναΐξαντες, ὃ ἐπεκράτησε διὰ τὸν Ἄρην.

ὡς δέον ὂν, πρὸς τὸ ἀρσενικὸν φρασθῆναι τὴν μετοχήν. οὐ γὰρ ἂν εἴποι τις χρῆναι

διὰ τὴν Ἀφροδίτην, εἰπεῖν αὐτίκ' ἀναΐξασαι ᾤχοντο, ἀλλὰ τὴν τοῦ τιμιωτέρου

ἐκφωνηθῆναι μετοχήν. ὡς καὶ εἴ τις εἴποι ὅτι Ἄρης καὶ Ἀφροδίτη λυθέντες τοῦ

δεσμοῦ ᾤχοντο. ∆οκεῖ δὲ τὸ ἀναΐξαντες ἀποτείνεσθαι πρὸς τὸ, οὐδέ τι 1.304 κινῆσαι

μελέων ἦν οὐδ' ἀναεῖραι, ὃ δὴ παρακολούθημα ἦν τοῦ δεσμοῦ. ὅθεν λυθέντες

ἀνήϊξαν. οὐ μόνον κινηθέντες καὶ ἀείραντες ἑαυτοὺς, ἀλλὰ καὶ ἀναΐξαντες εἰς ὁδὸν

σύντονον. (ῃερς. 362.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι καὶ ὡς τὴν μὲν εἰς Θρᾴκην ὁδὸν τοῦ

Ἄρεος ψιλῶς οὕτως εἶπε. τὴν δὲ τῆς περιέργου Ἀφροδίτης ἀπέλευσιν εἰς τὴν καλὴν

Κύπρον πλείονός τινος λόγου ἠξίωσεν. (ῃερς. 367.) Ὅτι Ὀδυςσεὺς τὰ κατὰ τὴν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

345

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!